- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:511.23-512.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条归纳了幸福者为何需要朋友以观照自身活动并被激励行善的论证要旨,随后基于德性活动与属己事物所带来的快乐,对亚里士多德的文句展开逐字阐释。
εἰ τοίνυν ὁρᾷ τὰς καλὰς πράξεις ὁ σπουδαῖος, τοσοῦτον μᾶλλον ἐπείγεται πράττειν αὐτάς, ὁρῶμεν δὲ μᾶλλον τὰς τῶν πέλας ἢ τὰς οἰκείας, δεήσεται φίλων ὁ εὐδαίμων, ἵν’ ὁρῶν τὰς τοῦ φίλου πράξεις τὰς αὐτὰς οὔσας ταῖς αὑτοῦ ἔτι μᾶλλον πράξῃ. αἱ γὰρ τῶν σπουδαίων πράξεις καὶ μάλιστα τῶν σπουδαίων φίλων ἀνακινοῦσι καὶ διεγείρουσι τοὺς ὁρῶντας εἰς αὐτοὺς σπουδαίους πρὸς τὸ πράττειν1 τὰ αὐτὰ ἐκείνοις. αὐτοκίνητοι μὲν γάρ εἰσι καὶ ἐξ ἑαυτῶν πρὸς τὴν τῶν καλῶν ἐργασίαν οἱ σπουδαῖοι, ἀλλ’ ἔτι μᾶλλον βλέποντες καὶ ἄλλους ταῦτα πράττοντας ἐπὶ ταῦτα ἵενται καὶ προθυμότερον ἐργάζονται. ἡ μὲν οὖν τοῦ λόγου δύναμις, δι’ οὗ δείκνυσιν, ὅτι δεῖται φίλων ὁ εὐδαίμων, τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα ἂν εἴη. εἰ τὸ εὐδαιμονεῖν, φησίν, ἐστὶν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, τουτέστιν εἰ τὸ εὐδαιμονεῖν ἐστι ζωὴ καὶ ἐνέργεια, σαφηνίζων δὲ τίς ἡ τοιαύτη ζωή, ἐπήγαγε τοῦ δ’ ἀγαθοῦ ἡ ἐνέργεια σπουδαία καὶ ἡδεῖα καθ’ αὑτήν, δυνάμει λέγων ὅταν εἴπω ὅτι2 τὸ εὐδαιμονεῖν ἐστιν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, οὐδὲν ἕτερον λέγων ἢ ὅτι τὸ εὐδαιμονεῖν ἐστι ζωὴ ἐνεργοῦσα καὶ πράττουσα τὰ καλὰ καὶ σπουδαῖα. οὐ γὰρ ἐν τῷ δύνασθαι πράττειν τὸ εὐδαιμονεῖν χαρακτηρίζεται ἀλλ’ ἐν τῷ ἤδη πράττειν. εἴρηται γὰρ ὅτι εὐδαιμονία οὐχ ἕξις ἐστὶ χωρὶς ἐνεργείας ἀλλ’ ἕξις συνεζευγμένην ἔχουσα τὴν ἐνέργειαν. ὁ μὲν γὰρ τὴν τελείαν ἔχων ἀρετήν, μὴ ἐνεργῶν δ’ ὡς εἴρηται, σπουδαῖος καλεῖται μόνον, ὁ δὲ πρὸς τῷ ἔχειν καὶ ἐνεργῶν εὐδαίμων. καὶ ἔστιν ὁ μὲν σπουδαῖος δυνάμει εὐδαίμων, ὁ δ’ εὐδαίμων ἐνεργείᾳ σπουδαῖος. ἔστιν οὖν τὸ εὐδαιμονεῖν ζωὴ ἐνεργὸς τῶν καλῶν πράξεων, αἵ εἰσιν ἡδεῖαι καθ’ αὑτάς. φύσει γάρ εἰσιν ἡδέα πάντα τὰ καλὰ τὰ κατ’ ἀρετήν· οὐ μόνον δ’ εἰσὶν ἡδέα τὰ κατ’ ἀρετὴν ἀλλὰ καὶ τὰ οἰκεῖα, κἂν μὴ ὦσι σπουδαῖα. ὁ γὰρ φαῦλος λόγος καὶ τὸ φαῦλον ποίημα, καίπερ τοιαῦτα ὄντα, ὅμως ἡδέα εἰσὶ τῷ ποιήσαντι φαύλῳ ποιητῇ καὶ τῷ γράψαντι φαύλῳ ῥήτορι. ὥστε καὶ τῷ εὐδαίμονι τὰ οἰκεῖα ἔργα διχῶς εἰσιν ἡδέα καὶ ὡς οἰκεῖα καὶ ὡς σπουδαῖα, αἱ δ’ ἐνέργειαι αὐτοῦ αἱ αὐταί εἰσι ταῖς τοῦ φίλου ἐνεργείαις. ὥστε τῷ εὐδαίμονι καὶ αἱ τοῦ φίλου ἐνέργειαι καὶ τὰ ἔργα ἐπίσης τοῖς οἰκείοις εἰσὶν ἡδέα. ἄμφω γάρ, φησίν, ἔχουσι τὰ τῇ φύσει ἡδέα, τουτέστιν ἀμφότερα καὶ τὰ τοῦ εὐδαίμονος ἔργα καὶ τὰ τοῦ φίλου φύσει εἰσὶν ἡδέα. δεήσεται ἄρα ὁ εὐδαίμων καὶ μακάριος φίλου τοιούτου, ἵνα τὰς ἐκείνου βλέπων πράξεις τὰς οἰκείας ὁρᾷ.
因此,如果优秀者注视高尚的行动,他便会愈发急迫地去践行它们,而比起自己的行动我们更容易注视近邻的行动,那么幸福者就将需要朋友,以便通过看到朋友的行动与自己的行动相同,从而更进一步地去行动。因为优秀者的行动,尤其是优秀朋友的行动,会激发并唤醒注视他们的优秀者,去行与他们相同的事。因为优秀者固然是自发且出于自身而致力于高尚事物的践行,但看到其他人也在做这些事,他们就会更加趋向于这些事并更热切地去践行。他借以证明幸福者需要朋友的论证要旨便是如此;而依循文句的细节则是如下情况。他说,如果幸福在于活着与活动,也就是说,如果幸福是生命与活动,而在阐明这种生命是何种生命时,他补充道“善人的活动自身就是优秀且令人愉悦的”,这实质上是说:“每当我讲幸福在于活着与活动时,我所说的无非就是幸福乃是践行高尚且优秀之事的活跃生命。”因为幸福的特征并不在于能够行动,而在于已经在行动。因为已经说过,幸福并非没有活动的状态,而是与活动紧密结合的状态。因为拥有完全的德性却如前所述并不活动的人,仅仅被称为优秀者;而除了拥有德性之外还在活动的人,则是幸福者。优秀者是潜能上的幸福者,而幸福者则是现实上的优秀者。因此,幸福乃是高尚行动的活跃生命,这些行动自身就是令人愉悦的。因为合乎德性的一切高尚事物在本性上都是令人愉悦的;然而不仅合乎德性的事物是令人愉悦的,而且属己的事物也是令人愉悦的,即便它们并非优秀之物。因为劣拙的言论和劣拙的诗篇,尽管是如此之物,对于写出它的劣拙诗人以及写出它的劣拙演说家来说,却依然是令人愉悦的。从而对于幸福者而言,属己的事业以双重方式是令人愉悦的,既因其属己,又因其优秀,并且他自己的活动与朋友的活动是相同的。从而对于幸福者而言,朋友的活动与事业同属己之物一样是令人愉悦的。因为他说“两者都具有本性上令人愉悦的事物”,也就是说,幸福者与朋友的事业两者在本性上都是令人愉悦的。因此,幸福而至福的人将需要这样一位朋友,以便通过注视那个人的行动而看到自己的行动。
- 8.38ἀνακινοῦσι καὶ διεγείρουσι τοὺς ὁρῶντας εἰς αὐτοὺς σπουδαίους πρὸς τὸ πράττειν
分词短语 ὁρῶντας εἰς αὐτοὺς(“注视他们的”,其中 αὐτοὺς 指代优秀者或优秀的朋友)以限定用法置于冠词 τοὺς 与名词化的形容词 σπουδαίους(作动词 ἀνακινοῦσι καὶ διεγείρουσι 的直接宾语)之间;随后的介词短语 πρὸς τὸ πράττειν 则表示激发与唤醒所指向的目标。
- 8.38δυνάμει λέγων ὅταν εἴπω ὅτι τὸ εὐδαιμονεῖν ἐστιν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, οὐδὲν ἕτερον λέγων ἢ ὅτι
在分词短语 δυνάμει λέγων 之后,直接插入了拟托亚里士多德第一人称口吻的从句 ὅταν εἴπω。其后的 οὐδὲν ἕτερον λέγων 则是分词的叠用或省略定式动词的句子脱节(即“当我言及……时,我所说的无非是……”),藉由半直接引语的形式阐释亚里士多德的实质意图(δυνάμει)。
