← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§510.24-511.23

作为活动的幸福与作为另一个自我的朋友

注疏者承接亚里士多德关于幸福即活动的定义,阐明活动不是固定的实体而是生生不息的运动过程,并论证幸福者需要作为“另一个自我”的优秀之友,以便观照高尚行为并映照自身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.38#1

" Ἐν ἀρχῇ μὲν εἴρηται, ὅτι ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. ἡ δ’ ἐνέργεια δῆλον ὅτι γίνεται." Ὅτι φίλων δεῖται ὁ εὐδαίμων τῶν σπουδαίων καὶ ὁμοίων αὐτῷ, καὶ διὰ τούτων δείκνυσι. πάνυ δὲ ἀσαφῶς καὶ περινενοημένως τὰ προκείμενα ἀπαγγέλλει. ἔστι δ’ ὁ λόγος δι’ οὗ κατασκευάζει, ὅτι δεῖται τῶν σπουδαίων φίλων, ἐπεὶ καὶ συνδιάγειν καὶ συνδιημερεύειν μετ’ αὐτῶν, μετ’ ἄλλου δ’ οὐδενὸς δύναται, ὁ τοιοῦτος. λαμβάνει τὰ ἐν τῷ πρώτῳ βιβλίῳ τῆς παρούσης πραγματείας περὶ τῆς εὐδαιμονίας εἰρημένα, ὅτι ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. εἶπε γὰρ ἐκεῖ ὅτι ἡ εὐδαιμονία ἐστὶ ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ μεθ’ ἡδονῆς, ἢ οὐκ ἄνευ ἡδονῆς. καὶ τοῦτο λαβὼν ἐπάγει· ἐπεὶ ἐνέργειά ἐστιν ἀλλ’ οὐχ ἕξις τις ἀργή, ὥσπερ ἡ τῶν καθευδόντων ἰατρῶν ἢ ἔν τινι φρουρᾷ κεκλεισμένων καὶ μηδέν τι διαπραττόντων (τῷ γὰρ ἐνεργεῖν καὶ μὴ ἐνεργεῖν διαφέρει ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων· τῷ μὲν γὰρ ὑποκειμένῳ ὁ αὐτός ἐστιν ὁ πολιτικὸς σπουδαῖος καὶ ὁ εὐδαίμων τῷ ἐνεργεῖν1 ὥστε ἡ εὐδαιμονία ἐνέργειά ἐστιν, εἰ δὲ ἐνέργεια, δῆλον ὡς οὐκ ἔστιν ὅλον τι καὶ ὑφεστηκός, ὡς οἰκία ἢ ἱμάτιον ἢ ἐγὼ ἢ σύ, ἀλλὰ γίνεται ὥσπερ καὶ ἡ κίνησις· οὐδὲ γὰρ ἡ κίνησίς ἐστιν ὁμοῦ ξύμπασα ἀλλὰ τὸ μὲν αὐτῆς γέγονε, τὸ δὲ ἔστι, τὸ δὲ μέλλει γενέσθαι)· οὐκ ἔστιν οὖν ἡ εὐδαιμονία ὅλον τι, ἐνέργεια οὖσα, ἀλλ’ οἷον ἡ κίνησις καὶ ὅρασις· τοιαύτη δὲ οὖσα δῆλον ὅτι τὸ εἶναι αὐτῆς καὶ ἡ οὐσία αὐτῆς εὐζωία τίς ἐστι καὶ εὐπραξία, ὥστε καὶ τοῦ εὐδαίμονος τὸ εἶναι, οὐχ ᾗ ἄνθρωπος ἀλλ’ ᾗ εὐδαίμων, ἐστὶ τὸ ζῆν εὐδαιμόνως, ἤτοι τὸ πράττειν καὶ ἐνεργεῖν τὰ ἀγαθὰ καὶ σπουδαῖα. τοῦ γὰρ ἀγαθοῦ ἐστι τὸ πράττειν τὰς καλὰς πράξεις καὶ βούλεσθαι βλέπειν τοὺς πράττοντας καὶ ὅπως πράττουσιν αὐτάς. ἐπεὶ τοίνυν τὸ εὐδαιμονεῖν ἐστιν ἐν τῷ πράττειν καὶ θεωρεῖν καὶ τὰς πράξεις καὶ τοὺς πράττοντας, οἱ δ’ ἄνθρωποι πεφύκασι μᾶλλον τοὺς πέλας ὁρᾶν καὶ τὰς ἐκείνων πράξεις ἢ ἑαυτοὺς καὶ τὰ ἑαυτῶν, χρεία διὰ τοῦτο τῷ εὐδαίμονι φίλων, ὅπως ὁρῶν τὰς τοῦ φίλου πράξεις καὶ τὸν φίλον ὁρᾷ καὶ ἑαυτὸν καὶ τὰς ἑαυτοῦ πράξεις βλέπων ἥδεται.2 τοῦ σπουδαίου γὰρ τὸ χαίρειν τῷ ὁρᾶν τὰ ἀγαθά, καὶ ἡδόμενος μᾶλλον πράττει. ἀλλὰ πῶς ὁρῶν τὸν φίλον καὶ τὰς τοῦ φίλου πράξεις καὶ ἑαυτὸν καὶ τὰς ἑαυτοῦ ὁρᾷ; ἢ ὅτι ὁ σπουδαῖος φίλος ἄλλος αὐτός ἐστιν ὁ φιλούμενος καὶ ὅτι οἱ σπουδαῖοι φίλοι τὰ αὐτὰ πράττουσι. μία γάρ ἐστι τρόπον τινὰ ἐν δυσὶ σώμασι ψυχή.

“在开端处已经说过,幸福是一种活动;而活动显然是生成的。” 幸福者需要优秀且与自己相似的朋友,这一点他也通过这些话展示了出来。但他极其晦涩而繁复地陈述了眼前的论题。他借以确立其需要优秀朋友——因为他能同他们共同度日并朝夕相处,却无法同其他任何人如此——的论证乃是这样的:他采纳了本论著第一卷中关于幸福所说的话,即幸福是一种活动。因为他在那里说过,幸福是灵魂在完全生命中合乎德性的活动,伴随着快乐,或者说并非没有快乐。采纳了这一点之后,他接着补充道:既然它是活动,而不是某种闲置的品质状态,如同处于睡眠中的医生或被关押在狱中一事无成之人的状态(因为优秀者与幸福者因活动与不活动而有所区别;因为就底层基体而言,政治上的优秀者与幸福者是同一个人,但在活动上成为幸福者,所以幸福是一种活动;而如果是活动,显然它就不是某种整体且自存之物,如房屋、外衣或者你我,而是如同运动一样是生成的;因为运动也不是同时作为整体而存在,而是其一部分已经生成,一部分正在存在,一部分将要生成);因此,幸福作为活动并不是某种整体,而是如同运动与视觉一样。既然它是如此之物,显然它的存在与本性便是某种良好的生活与优良的行为,以至于幸福者的存在,不是就其作为人而言,而是就其作为幸福者而言,乃是幸福地生活,即实践并活动于善好且优秀的事物中。因为行高尚之事,并且愿意注视行这些事的人以及他们如何行事,乃属于善人。既然幸福在于行动并观照行动与行动者,而人们天生更容易注视近邻及那些人的行动,而非注视自己与自己的事物,因此幸福者需要朋友,以便通过注视朋友的行动和注视朋友,也能注视自己并在看到自己的行动时感到快乐。因为因看到善好事物而欢喜乃属于优秀者,而且在感到快乐时他会更积极地行动。但是,通过注视朋友和朋友的行动,他又如何能注视自己和自己的行动呢?这是因为被爱的优秀朋友乃是另一个自我,并且优秀的朋友行同样的事。因为在某种意义上,乃是二体一心。

语法注2 条
  1. 8.38τῷ μὲν γὰρ ὑποκειμένῳ ὁ αὐτός ἐστιν ὁ πολιτικὸς σπουδαῖος καὶ ὁ εὐδαίμων τῷ ἐνεργεῖν

    限定与格 τῷ ὑποκειμένῳ(在基体上)与手段或规定与格 τῷ ἐνεργεῖν(在/因现实活动)形成对比。这表明在底层主体上,具有政治德性的优秀者与幸福者是同一个人,但唯有通过现实活动,该主体才成为幸福者。

  2. 8.38ὅπως ὁρῶν τὰς τοῦ φίλου πράξεις καὶ τὸν φίλον ὁρᾷ καὶ ἑαυτὸν καὶ τὰς ἑαυτοῦ πράξεις βλέπων ἥδεται

    由目的连词 ὅπως 引导的复合从句。现在分词 ὁρῶν 支配宾语 τὰς τοῦ φίλου πράξεις 和 τὸν φίλον,呼应谓语动词 ὁρᾷ 及其宾语 καὶ ἑαυτόν;随后并列的 καὶ τὰς ἑαυτοῦ πράξεις βλέπων ἥδεται 中,分词 βλέπων 支配 τὰς ἑαυτοῦ πράξεις 并修饰主谓动词 ἥδεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:510.24-511.23