- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:509.1-510.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯阐明了幸福者即便自足也需要朋友的论据,指出善行需要施惠的对象(朋友)且人是政治动物;大众之所以认为幸福者不需要朋友,乃是将友爱误解为有用或表层快乐之友爱所致。
" Εἰ δὲ φίλου μᾶλλόν ἐστι τὸ εὖ ποιεῖν ἢ πάσχειν, καὶ ἔστι τοῦ ἀγαθοῦ καὶ τῆς ἀρετῆς τὸ εὐεργετεῖν." Διὰ τούτων ὅτι δεῖται φίλων ὁ εὐδαίμων κατασκευάζει· ἔστι δ’ ὃ λέγει τοιοῦτον· εἰ τοῦ ἀγαθοῦ καὶ σπουδαίου ἐστὶ τὸ εὖ ποιεῖν καὶ εὐεργετεῖν (τῷ γὰρ σπουδαίῳ ᾗ σπουδαίῳ τὸ εἶναι ἐν τῷ εὖ δρᾶν ἐστι καὶ οὐκ ἐν τῷ πάσχειν· τὸ γὰρ εὖ πάσχειν καὶ οἱ φαυλότατοι αἱροῦνται, ἔστι δὲ καὶ κάλλιον εὖ ποιεῖν φίλους ὀθνείων),1 δεήσεται φίλων ὁ εὐδαίμων, ἵν’ ἔχῃ οὓς εὖ ποιήσῃ, ἐπεὶ σπουδαῖός ἐστιν, ὥστε καὶ τοὺς ὀθνείους. καλὸν γὰρ καὶ τοὺς τοιούτους εὐεργετεῖν, ἀλλὰ δεῖ καὶ τὰ καλλίονα πράττειν. κάλλιον δὲ τὸ εὖ ποιεῖν φίλους ὀθνείων. φίλων ἄρα δεῖται ὁ εὐδαίμων, ἐπεὶ καὶ εὐδαιμονοῦντες καὶ ἀτυχοῦντες καὶ κακοδαιμονοῦντες δεόμεθα φίλων, εὐτυχοῦντες μὲν ἵν’ εὖ ποιῶμεν, ἀτυχοῦντες δὲ ἵνα τυγχάνωμεν ἐπικουρίας, εἰκότως ἐζητεῖτο πότερον ἐν εὐτυχίαις μᾶλλον δεῖ φίλων ἢ ἐν ἀτυχίαις. καὶ δῆλον ὅτι ἐπίσης ἐν ἀμφοτέραις ἢ εἴπερ, μᾶλλον ἐν δυστυχίαις. ἄτοπον δ’ ἴσως καὶ τὸ μονώτην ποιεῖν τὸν μακάριον. τὸ ἴσως πρόσκειται διὰ τὸν εὐδαίμονα περὶ οὗ μέλλει λέγειν ἐν τῷ ἐφεξῆς βιβλίῳ. ἐν μὲν γὰρ τῷ παρόντι βιβλίῳ Ι ὄντι τῆς παρούσης πραγματείας, περὶ τοῦ πολιτικοῦ εὐδαίμονος διαλέγεται, ἐν δὲ τῷ ἑξῆς περὶ τοῦ σχολῇ καὶ θεωρίᾳ τῆς τῶν ὄντων φύσεως συζῶντος τὸν λόγον ποιήσεται, ὃς εἴτε δεῖται φίλων εἴτε μή, ἐκεῖσε γενόμενοι γνωρίσομεν ἐξ ὧν αὐτὸς περὶ τοῦ τοιούτου εὐδαίμονος λέγει. ἃ δὲ νῦν λέγει περὶ τοῦ πολιτικοῦ εὐδαίμονος, ὡς χρῄζοντος φίλων διὰ τῶν προκειμένων ῥήσεων ταῦτ’ ἂν εἴη. ἄτοπόν φησι καὶ τὸ μονώτην καὶ ἔρημον φίλων καὶ παντὸς ἄλλου ποιεῖν τὸν μακάριον. εἰ γὰρ μὴ φίλον ἕξει, σχολῇ τῶν ἄλλων τινά.2 μετὰ τίνος γὰρ τῶν ἄλλων ἀνομοίων ὄντων ἡδέως συνδιημερεύσει καὶ συνομιλήσει; ἧλιξ γὰρ ἥλικα τέρπει καὶ ὁ ὅμοιος τὸν ὅμοιον. ὁ μὲν γὰρ θεωρίᾳ τῶν ὄντων σχολάζων καὶ μηδένα λόγον ποιούμενος τοῦ ζῴου ἡμῶν, εἰ μὴ πᾶσα ἀνάγκη, ὁ τοιοῦτος ἔστω μονώτης. τὸν δὲ πολιτικὸν εὐδαίμονα, ᾧ πάντα πρόσεστι τὰ ἀγαθά, πῶς ἐνδέχεται μονώτην εἶναι; καὶ μάλιστα ὅτι πολιτικὸν ζῷον ὁ ἄνθρωπος καὶ συζῆν πεφυκώς, ὁ δ’ εὐδαίμων ἄνθρωπος δεήσεται φίλων μεθ’ ὧν συζήσεται. ἔχει γὰρ τὰ φύσει ἀγαθὰ καὶ κρείττω μετὰ φίλων καὶ ἐπιεικῶν ἤτοι ὁμοίων αὐτῷ ἢ μετὰ ὀθνείων καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀλλοτρίων συνημερεύειν·3 ἀηδῶς γὰρ τούτοις συνέσται. δεῖ ἄρα τῷ εὐδαίμονι φίλων.
“如果施惠比起受惠更属于朋友,且行善属于善人和德性。” 通过这些话,他确立了幸福者需要朋友。他所说的乃是这样的话:如果行善与施惠属于善人与优秀者(因为对优秀者而言,就其作为优秀者而言,其存在在于善行之中,而不在于受惠之中;因为即便最下劣者也选择受人恩惠,而且对朋友施惠也比对陌生人施惠更高尚),那么幸福者既然是优秀者,以至于对陌生人也会〔施惠〕,就将需要朋友,以便拥有可以施惠的对象。因为对这样的人施惠也是高尚的,但人必须做更高尚之事,而对朋友施惠比对陌生人更高尚。因此,幸福者需要朋友。既然我们在幸福中、在不幸中以及在悲惨中都需要朋友——顺境中是为了施惠,不幸中则是为了获得援助——那么人们探讨在顺境中还是在逆境中更需要朋友,也是理所当然的。而且显然在两者中同样需要,或者如果真要说,则在逆境中更需要。 “把至福者设想为孤独之人,或许也是荒谬的。” 加上“或许”一词,是因为他在下一卷中将要谈及的那位幸福者。因为在当前的这一卷(即当前著作的第九卷)中,他探讨的是政治幸福者,而在下一卷中,他将就那与闲暇以及对存在之物本性的沉思共同生活的人展开论述;至于那个人是否需要朋友,等我们到了那里,便将从他自己关于此类幸福者所说的话中得知。而他现在关于政治幸福者所说的、通过摆在面前的话语将其作为需要朋友者而谈论的,当是如下内容:他说,把至福者设想为孤独的、被剥夺了朋友和一切他人的人,是荒谬的。因为如果他没有朋友,他怎能拥有其他任何人?因为在其他不相似的人之中,他能愉快地同谁共同度日并交谈呢?因为同龄者使同龄者愉悦,相似者使相似者愉悦。因为让那个专心于存在之物的沉思、并且除非绝对必要绝不考虑我们的动物性侧面的人,成为孤独之人吧。但是对于拥有全部善好之物的政治幸福者,他怎么可能是孤独的呢?尤其是因为人是政治动物且天生适于共同生活,而幸福者既然是人,就将需要与之一同生活的朋友。因为他拥有本性上善的事物,并且与朋友和公正者(即与自己相似的人)共同度日,比起与陌生人和在生活志趣上疏远的人共同度日更优越;因为同这些人在一起将是不愉快的。因此,幸福者需要朋友。
"Τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ πῇ ἀληθεύουσιν;" Τὸ μὴ μοναχῶς, πολλαχῶς δὲ τὴν φιλίαν λέγεσθαι, γέγονεν αἴτιον τοῦ λέγειν μὴ δεῖσθαι τὸν εὐδαίμονα φίλων. εἰσὶ γὰρ τῶν φιλιῶν, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ μεμαθήκαμεν, αἱ μὲν διὰ τὸ χρήσιμον οἷαι αἱ τῶν ἀγοραίων καὶ πρὸς ἀλλήλους ἀντικαταλλαττομένων, αἱ δὲ διὰ τὸ ἡδύ (τοιαῦται δ’ αἱ τῶν εὐτραπέλων καὶ τῶν ἐρωμένων), αἱ δὲ διὰ τὸ καλὸν καὶ τὸ ἦθος, οἷαί εἰσιν αἱ τῶν σπουδαίων. διὰ οὖν τὸ τοὺς πολλοὺς μᾶλλον οἴεσθαι φίλους εἶναι τοὺς χρησίμους ἀλλ’ οὐ τοὺς σπουδαίους ἔδοξε μὴ φίλων δεῖσθαι τὸν εὐδαίμονα. καὶ καλῶς ἀπεφήναντο. τῶν γὰρ χρησίμων οὐ δεῖται· ἀνενδεὴς γάρ ἐστιν· ἔχει γὰρ ἐπεὶ εὐδαίμων ἐστὶ πάντα τὰ ἀγαθά· ἀλλ’ οὐδὲ τῶν διὰ τὸ ἡδὺ δεῖται φίλων, κἂν ἴσως ποτὲ διὰ νόσον ἢ τοιοῦτό τι δεήσεται, ἐπὶ μικρὸν δεήσεται. ἡδὺς γὰρ ὢν ὁ βίος αὐτοῦ (ἡ γὰρ εὐδαιμονία μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ὡς πολλάκις εἴρηται καὶ δέδεικται οὖσα), οὐδὲν δεῖται τῆς ἐπεισάκτου καὶ ἔξωθεν τῶν εὐτραπέλων ἡδονῆς. τῶν οὖν τοιούτων μὴ δεόμενος φίλων, δοκεῖ μηδ’ ὅλως χρῄζειν φίλων. ὅ, φησίν, οὐκ ἔστιν ἀληθές.4 οὐ λέγει δὲ ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ μὴ δεῖσθαι τῶν διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον φίλων. παντὸς γὰρ ἄλλου μᾶλλον ἀληθές ἐστι τὸ μὴ δεῖσθαι τῶν χρησίμων ἢ τῶν ἡδονὰς ποριζόντων φίλων· ἀλλ’ ἔστιν ὃ λέγει διὰ τοῦ ὅπερ οὐκ ἔστιν ἀληθὲς τοιοῦτον· τὸ λέγειν, ὅτι ἐπεὶ οὐ χρῄζει ὁ εὐδαίμων τῶν διὰ τὸ ἡδὺ φίλων οὐδ’ ὅλως δεῖται φίλων, οὐκ ἔστιν 〈ἀληθές〉· ἐκείνων μὲν γὰρ τῶν φίλων οὐ δεῖται, τῶν δὲ σπουδαίων, οἳ καὶ ἀληθῶς φίλοι εἰσί, καὶ πάνυ δεῖται.
“那么,最初的人们说了什么,他们又在何种意义上说了真话呢?” 友爱不是单义地而是多义地被言说,成为了说幸福者不需要朋友的原因。因为正如我们在前一卷中所学到的,在各种友爱中,有些是由于有用,如同市井之人和相互交换者之间的友爱;有些是由于快乐(如同风趣之人与被爱者之间的友爱);有些则是由于高尚与品格,如同优秀者之间的友爱。因此,由于大众更倾向于认为有用之人是朋友而非优秀之人,遂显得幸福者不需要朋友。而且他们的表述也是恰当的。因为他确实不需要有用的朋友,因为他是自足的;因为他既然是幸福的,就拥有全部善好之物。但他也不需要因快乐而结交的朋友,即便或许在某个时候因疾病或此类情况而有所需要,也只是短时间的需要。因为既然他的生活本身是愉悦的(因为幸福伴随着快乐,或者说并非没有快乐,正如已被多次言说和证明的那样),他便丝毫不需风趣之人带来的输入性的、外来的快乐。因此,由于他不需要这等朋友,便显得他完全不需要朋友了。关于此点,他说“这是不真实的”。但他并不是说,不需要因快乐或有用而结交的朋友这一说法是不真实的;因为比起任何其他事情,不需要有用的或提供快乐的朋友乃是更真实的。相反,他通过“这不是真实的”所表达的意思是这样的:说因为幸福者不需要因快乐而结交的朋友,就完全不需要朋友,这是不真实的。因为他固然不需要那些朋友,但他却极其需要那些真正作为朋友的优秀之友。
- 8.36ἔστι δὲ καὶ κάλλιον εὖ ποιεῖν φίλους ὀθνείων
ὀθνείων 是比较属格,φίλους 是不定式 εὖ ποιεῖν 的宾格宾语。全句意为“对朋友施惠比对陌生人[施惠]更高尚”,在 ὀθνείων 处省略了并列对比的 εὖ ποιεῖν。
- 8.36σχολῇ τῶν ἄλλων τινά
σχολῇ 为与格副词性惯用表达,在否定语境中表示“更不可能”、“何谈”。承接前文条件从句 εἰ γὰρ μὴ φίλον ἕξει,省略了谓语动词 ἕξει,意为“因为如果他连朋友都没有,又怎可能拥有其他任何人”。
- 8.36ἔχει γὰρ τὰ φύσει ἀγαθὰ καὶ κρείττω μετὰ φίλων καὶ ἐπιεικῶν ἤτοι ὁμοίων αὐτῷ ἢ μετὰ ὀθνείων καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀλλοτρίων συνημερεύειν
句子的骨架由 ἔχει τὰ φύσει ἀγαθά(他拥有本性上善的事物)以及连词 καί 引导的比较结构 κρεῖττον [ἐστι] ... συνημερεύειν ἢ μετὰ ὀθνείων ...(与……共同度日比起与陌生人……更优越)构成。写本中的中性复数形式 κρείττω(用法同单数 κρεῖττον)用作支配不定式 συνημερεύειν 的无人称谓词。
- 8.37ὅ, φησίν, οὐκ ἔστιν ἀληθές
关系代名词 ὅ 以直前整个命题“似乎完全不需要朋友(δοκεῖ μηδ’ ὅλως χρῄζειν φίλων)”为先行词。以弗所的米迦勒指出,亚里士多德所否定的乃是“完全不需要朋友”这一推论,而非否定“不需要有用或快乐之友”。
