← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§507.20-508.32

将高尚之善配于自身与幸福者是否需要朋友

厄斯特拉齐奥斯解释说,真正的自爱在于将更大的高尚之善分配给自己,同时将外在的财富与职位让给朋友;随后他对比了围绕幸福者是否需要朋友的争论,一方面是基于自足性的否定论(将其整理为各格三段论并引用悲剧诗句),另一方面是亚里士多德将朋友视作最大的外在善的肯定论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.34

" Αἱροῦνται δὴ μέγα καλὸν ἑαυτοῖς." Οἱ ὑπεραποθνῄσκοντες, φησίν, αἱροῦνται μέγα ἀγαθὸν αὑτοῖς, τοῦτο δ’ ἐστὶν ὅπερ αἱροῦνται ἀγαθὸν καὶ προτίθενται τῆς ζωῆς καὶ προτιμῶσι τὸ τιμᾶσθαι διὰ παντὸς ὑπὸ τῆς πόλεως εἰκόσι καὶ ἀνδριᾶσι καὶ μνήμαις καὶ θυσίαις καὶ τοῖς τοιούτοις. ἀλλὰ καὶ χρήματα προΐενται, ὅπως πλείονα λήψοιντο οἱ φίλοι. εἰ γάρ ἐστιν ἡ πόλις τιμοκρατουμένη, οὐ φείσεται χρημάτων ἀλλὰ δοίη ἄν τὴν ὡρισμένην καὶ κειμένην τιμὴν τῆς ἀρχῆς, ὅπως ὁ φίλος λάβῃ τὴν τοιάνδε ἀρχήν, οἷον εἰ ἐν τῇ πόλει ἐστὶν ἡ πολιαρχία ἢ ἡ συμπονία ὠνηταί, δοίη ἂν τὴν τιμὴν δυνάμενος δηλονότι ὅση ἂν εἴη, ἵνα πολιαρχήσῃ ἢ συμπονήσῃ ὁ φίλος αὐτοῦ καὶ λάβῃ ἐξ αὐτῆς καὶ ἐπικτήσηται πλείονα ὧν ἔχει καὶ εὐπορεῖ. καὶ τῷ μὲν αὐτοῦ φίλῳ γίνεται χρήματα ἢ ἀρχὴ ἢ ὁτιδηποτοῦν ἄλλο, αὐτῷ δὲ γίνεται τὸ καλόν, οἷον τιμὴ καὶ κῦδος καὶ ἔπαινος πρὸς ἁπάντων ὥστε τὸ μεῖζον ἀγαθὸν ἑαυτῷ νέμει. μείζων γὰρ ἡ τιμὴ καὶ ἡ εὔκλεια χρημάτων τοῖς ὀρθῶς λογιζομένοις ἀλλὰ καὶ ἐν ταῖς τιμαῖς, φησί, καὶ ταῖς ἀρχαῖς ὁ αὐτὸς τρόπος. προήσεται γὰρ καὶ ταύτας τῷ φίλῳ καὶ αἱρήσεται τὸν φίλον τιμηθῆναι καὶ ἄρξαι ἤπερ ἑαυτόν. καλὸν γὰρ καὶ ἐπαινετὸν αὐτῷ τὸ προϊέναι ταύτας τῷ φίλῳ. ταῦτα δὲ ποιῶν εἰκότως δοκεῖ σπουδαῖος εἶναι. τοῦ σπουδαίου γὰρ τὸ ἀντὶ πάντων αἱρεῖσθαι τὰ καλά. οὗτος δὲ αἱρεῖται τὰ καλά, οὗτος ἄρα σπουδαῖος. πάντα γάρ, ὡς εἴρηται, πράττει τὰ καλά· καὶ ἔτι οἴεται κάλλιον εἶναι παραχωρῆσαι τῷ φίλῳ τῆς ἀρχῆς τοῦ αὐτὸν ἄρχειν.1 τούτοις ἐπάγει οὕτω μὲν οὖν φίλαυτον εἶναι δεῖ νέμοντα ἑαυτῷ πλέον τοῦ καλοῦ. τὸ γὰρ νέμειν ἑαυτῷ πλέον ἐν χρήμασι καὶ τιμαῖς οὐ φιλαυτία, ὡς τοῖς πολλοῖς δοκεῖ, ἀλλὰ πλεονεξία ἐστίν.

“确实,他们为自己选择了一桩重大的高尚之善。” 他说,那些代人赴死的人,为自己选择了一桩重大的善;而这——即他们所选择、置于生命之上并最看重的善——正是通过画像、雕像、纪念仪式、献祭以及诸如此类的事物而永远受到城邦的尊崇。不仅如此,他们还放弃钱财,以便朋友们能得到更多。因为如果城邦是崇尚财富的政体,他便不会吝惜钱财,而是会支付该职位既定且明码标价的费用,以便他的朋友能够获得这样的职位——例如,如果在城邦中城督职或共理官职是可以买卖的,只要有能力,他显然不论多高都会支付这笔价格,以便他的朋友能担任城督或共理官,并从中获取利益,获得比他原本拥有和富余的更多的东西。于是,金钱、官职或任何其他东西都归于他的朋友,而高尚——即来自所有人的荣誉、光荣与赞扬——则归于他自己,因此他将更大的善分配给了自己。因为在正确思考的人看来,荣誉与令名远胜于钱财。但他接着说,在荣誉和官职方面也是同样的道理。因为他也会把这些让给朋友,并且宁愿朋友受尊崇、掌权,而不是自己。因为把这些让给朋友,对他而言是高尚且值得赞扬的。践行这些事的人,理所当然被认为是优秀之人。因为优先于一切而选择高尚之物,正是优秀之人的特征。而此人选择了高尚之物,因此此人是优秀之人。因为正如已说过的,他践行一切高尚之事;并且他还认为,把职位让给朋友,比自己掌权更为高尚。在这些话之后,他接着说道:“因此,人应当这样做一个自爱者,将更多的高尚之物分配给自己。”因为在钱财和荣誉上为自己多分,并不是大众所认为的自爱,而是贪得无厌。

§8.35

"Ἀμφισβητεῖται δὲ καὶ περὶ τὸν εὐδαίμονα, εἰ δεήσεται φίλων ἢ μή." Ἐζητεῖτο τότε πότερον χρῄζει φίλων ὁ εὐδαίμων ἢ οὔ· καὶ τοῖς μὲν ἐδόκει τοῖς δ’ οὔ· καὶ οἷς οὐκ ἐδόκει, ἐλέγετο ταῦτα. ὁ δεόμενος φίλου, ἵνα πορίζηται παρ’ αὐτοῦ ὧν χρῄζει καὶ ἐνδεής ἐστι καὶ μὴ δύναται αὐτὸς δι’ ἑαυτοῦ πορίσασθαι.2 ὁ εὐδαίμων αὐτάρκης καὶ ἀνενδεής ἐστιν· οὐ γὰρ ἂν ἦν μακάριος, εἴ τινος ἐδεῖτο· ὥστε οὐδὲ φίλων χρή. καὶ εἴη ἂν ἡ συναγωγὴ τοῦ λόγου ἐν δευτέρῳ σχήματι τοιαύτη· ὁ εὐδαίμων ἀνενδεής ἐστιν, ὁ δεόμενος φίλων οὐκ ἔστιν ἀνενδεής· ὁ εὐδαίμων ἄρα οὐ δεῖται φίλων. ἢ καὶ ἐν πρώτῳ σχήματι οὕτως· ὁ εὐδαίμων ἀνενδεής ἐστιν, οἱ ἀνενδεεῖς οὐ δέονται φίλων· ὁ εὐδαίμων ἄρα οὐ δεῖται φίλων. ἡ μὲν οὖν τῶν λόγων διάνοια τοιαύτη. τὸ δ’ “ὅταν δ’ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων”; ἔστιν ἐκ τοῦ Ὀρέστου τοῦ Εὐριπίδου. λέγει δὲ τοῦτο ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον παρακαλῶν αὐτὸν εἰς βοήθειαν. δαίμονα λέγει αὐτὸς τὸ θεῖον. ὅταν γὰρ τὸ θεῖον βοηθῇ καὶ πάντα τὰ καλὰ χορηγῇ, χρεία φίλων οὐκ ἔστιν. ἃ μὲν οὖν λέγουσιν οἷς δοκεῖ μὴ δεῖσθαι τὸν εὐδαίμονα φίλων, ταῦτά ἐστιν. οἷς δὲ δοκεῖ δεῖσθαι, ὧν εἷς ἐστι καὶ μάλιστα ὁ Ἀριστοτέλης, ἄτοπα ταῦτα δοκεῖ. εἰ γὰρ ὁ εὐδαίμων, φήσειεν ἄν ὁ Ἀριστοτέλης, ἐστὶν ὁ ἔχων πάντα τὰ καλά, τὸ δὲ μέγιστον τῶν καλῶν ὁ φίλος ἐστίν, εἴπερ ἀποστερήσομεν αὐτὸν φίλου, πῶς ἔσται εὐδαίμων; πῶς γὰρ ἂν εὐδαίμων εἴη ὁ τὸ μέγιστον τῶν καλῶν μὴ ἔχων; πάντων γὰρ τῶν ἐκτὸς ἀγαθῶν μεῖζον ἀγαθὸν ὁ φίλος ἐστίν, οἷον πλούτου χρημάτων κτημάτων.

“关于幸福的人是否需要朋友,也存在争议。” 当时人们探讨的是,幸福的人究竟是否需要朋友;在一些人看来需要,而在另一些人看来则不需要。而在那些认为不需要的人看来,有着如下的说法:需要朋友的人,[需要朋友]是为了从朋友那里获得自己所缺乏、有所欠缺且无法靠自己筹措的东西;但幸福的人是自足且无所匮乏的,因为他若缺乏任何东西,便不能算是受福佑的;因此他也不需要朋友。如果把这个论证在第二格中进行三段论推演,将会是这样的:“幸福的人是无匮乏的;需要朋友的人不是无匮乏的;因此,幸福的人不需要朋友。”或者在第一格中也可以这样推演:“幸福的人是无匮乏的;无匮乏的人不需要朋友;因此,幸福的人不需要朋友。”这便是他们论证的要义。而“当神明施与善好时,何须朋友?”这句诗出自欧里庇得斯的《奥瑞斯特斯》。奥瑞斯特斯在向墨涅拉奥斯请求援助时说了这句话。他自己用daimon一词指代神圣者。因为当神圣者施以援手并赐予一切高尚之物时,便没有对朋友的需要了。那些认为幸福的人不需要朋友的人所说的,就是这些。然而在那些认为需要朋友的人看来——亚里士多德便是其中之一且是首要代表——这些说法显得荒谬。因为亚里士多德会说,如果幸福的人是拥有全部高尚之物的人,而朋友是诸高尚之物中最大的,那么倘若我们剥夺了他的朋友,他怎能是幸福的呢?因为没有最大之高尚事物的人,怎能是幸福的?因为比起财富、金钱、财产等一切外在善,朋友是更为重大的善。

语法注2 条
  1. 8.34τοῦ αὐτὸν ἄρχειν

    取决于比较级形容词 κάλλιον 的比较属格,由带冠词的不定式构成,并带有对格主语 αὐτόν,意为“比起自己掌权”。

  2. 8.35ὁ δεόμενος φίλου, ἵνα πορίζηται παρ’ αὐτοῦ ὧν χρῄζει καὶ ἐνδεής ἐστι καὶ μὴ δύναται αὐτὸς δι’ ἑαυτοῦ πορίσασθαι

    句首的 ὁ δεόμενος φίλου 属于悬格(破格句法)或省略了主动词(如 δεῖται):“需要朋友的人,[需要朋友]乃是为了获取……”。随后的关系代词 ὧν 因缺少先行词,受支配动词/形容词 χρῄζει 及 ἐνδεής ἐστι 的要求而被吸引为属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:507.20-508.32