← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§506.17-507.19

为友邦牺牲自身与理智的抉择

埃乌斯特拉提奥斯根据亚里士多德1169a18,从理智为自身选择最大的高尚与强烈的快乐这一角度,阐明了优秀之人为何会为了朋友和祖国舍弃生命与财富。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.33

" Ἀληθὲς δὲ τὸ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν φίλων ἕνεκα πολλὰ πράττειν." Οὐ πάντα πράξει1 ἕνεκα τοῦ φίλου, οἷον ὅσα ἐκείνῳ αἰσχύνην προξενεῖ ἢ ζημίαν ψυχῆς ἀλλ’ ὅσα εἰς τιμὴν καὶ ὠφέλειαν τοῦ ἀληθινοῦ ἀνθρώπου τείνει. εὐλόγως οὖν οὐκ εἶπεν ὅτι πάντα πράξει ἀλλ’ ὅτι πολλά. ἐπειδὴ γὰρ πολλὰ τὰ καλὰ καὶ συμφέροντα ἑαυτοῦ ἕνεκα πράττει, ὁ δὲ φίλος αὐτοῦ ἄλλος αὐτός ἐστι, καὶ τοῦ φίλου ἕνεκα πολλὰ πράξει. καὶ ἐπεὶ ὅλος ταῖς ἀρεταῖς κατακώχιμός ἐστι, καὶ κεκοσμημένος καὶ νοερῶς διαζῇ. πᾶς δὲ νοῦς, ὡς εἴρηται, τὰ βέλτιστα αἱρεῖται. (ἐν τούτῳ γὰρ αὐτοῦ τοῦ νοῦ τὸ εἶναι καὶ τοῦτό ἐστιν, ὡς εἰπεῖν, ἡ φύσις αὐτοῦ τὰ βέλτιστα καὶ συμφέροντα ἑαυτῷ αἱρεῖσθαι), ἐπεὶ οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, καὶ τῆς πατρίδος ἕνεκα πολλὰ πράξει, κἂν δέῃ ὑπεραποθνήσκειν, ἀποθανεῖται καὶ χρήματα προήσεται ὑπὲρ τῆς τῶν πολιτῶν σωτηρίας καὶ πάντα τὰ περιμάχητα τῶν ἀγαθῶν οἷον τιμὰς κτήματα περιποιούμενος ἑαυτῷ τὸ καλόν·2 τοῦτο δέ ἐστιν ἡ ἀπὸ τῶν σπουδαίων τιμὴ καὶ ἡ ἀπὸ τοῦ δημιουργοῦ ἡμῶν θεοῦ ἀμοιβή. βούλεται γὰρ ὁ σπουδαῖος καὶ πᾶς εὐφρονῶν ὀλίγον χρόνον ἡσθῆναι σφόδρα τὴν ἀληθεστάτην ἡδονὴν ἢ πολὺν ἠρέμα καὶ κατὰ βραχύ. ὅτι μὲν γὰρ ταῖς κατ’ ἀρετὴν πράξεσιν ἕπονται ἡδοναὶ δῆλον καὶ εἴρηται πολλάκις, εἴ που ἀρετή ἐστιν ἕξις ἐν μεσότητι τῇ πρὸς ἡμᾶς κατὰ τὸν ὀρθὸν λόγον μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς. ὅτι δὲ καὶ ταῖς μεγάλαις πράξεσιν ἡδοναὶ μεγάλαι ἕπονται, καὶ τοῦτο ἴσμεν. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, δῆλον καὶ ὅτι ὁ κατὰ βραχὺ τὰ καλὰ πράττων καὶ κατ’ ὀλίγον εἰ τύχοι ἀναλίσκων χρήματα περὶ αὐτὰ πολὺν μὲν χρόνον ἥδεται, κατὰ βραχὺ δὲ καὶ ἠρέμα, ὁ δὲ τάχιον πράττων ἢ καὶ ἀθρόον ἀναλίσκων ὀλίγον μὲν χρόνον, σφόδρα δὲ ἥδεται. ἔοικε γὰρ ὁ σπουδαῖος σφόδρα διψῶντι καὶ ἀθρόον πίνοντι ψυχροῦ, ὁ δὲ λοιπὸς τῷ κατὰ βραχὺ ἐπιρροφοῦντι. αἱρεῖται οὖν ὁ σπουδαῖος τὸ σφόδρα ἐν ὀλίγῳ χρόνῳ ἡσθῆναι ἢ ἠρέμα ἐν πολλῷ. καὶ βιῶσαι ἕνα χρόνον καλῶς ἐν τῷ ὑπεραποθνῄσκειν τῆς πατρίδος, ἢ πολλοὺς τυχόντως, ἤτοι ἀκλεῶς καὶ δίχα τινὸς τιμῆς. καὶ μίαν πρᾶξιν αἱρεῖται πρᾶξαι καλὴν καὶ μεγάλην, ἥτις ἐστὶ τὸ κινδυνεῦσαι ὑπὲρ τῆς πατρίδος ἢ φίλων ἢ τὸ πάντα τὰ χρήματα καὶ κτήματα προέσθαι χάριν τινὸς μεγάλου καλοῦ ἢ πολλὰς καὶ μικρὰς πράξεις διαπερᾶναι. εἰπὼν δὲ ὅτι αἱρεῖται μίαν μεγάλην πρᾶξιν καὶ καλήν, τίς ἐστιν ἡ μεγάλη καὶ καλὴ πρᾶξις σαφηνίζων ἐπήγαγε τοῖς δ’ ὑπεραποθνήσκουσιν ἴσως τοῦτο συμβαίνει,3 ἴσον λέγων τῷ οἱ τὰς μεγάλας πράξεις καὶ καλὰς πράττοντες, εἰσὶν ὑπεραποθνήσκοντες πατρίδος καὶ φίλων. τὸ δ’ ἴσως πρόσκειται διὰ τοὺς πολλοὺς καὶ φαύλους. τοῖς γὰρ τοιούτοις οὐ δοκεῖ μέγα τι τὸ ὑπερκινδυνεύειν, ὅτι μηδὲ ἴσασι τίνα εἰσὶ τὰ κυρίως καλά.

“关于优秀之人,为了朋友们而做许多事也是真实的。” 他并不会为了朋友而做所有事,例如凡会给朋友招致耻辱或灵魂损害的事,而只做那些有助于真正的人的荣誉与益处的事。因此,[亚里士多德]不说他将做“所有事”,而是说做“许多事”,这是合乎情理的。因为既然他为了自己而做许多高尚且有益的事,而他的朋友又是另一个自己,那么他为了朋友也会做许多事。又因为他完全为诸德性所占据,且受到修饰,依理智而生活。而正如已说过的,一切理智都会选择最好的事物。(因为选择对自己最好且有益的事物,正是理智自身的存在所在,而且可以说这就是它的本性。)因此,优秀之人既然是这样的人,他也会为了祖国做许多事,即便应当代之受死,他也会赴死,并为了公民们的拯救而放弃钱财以及一切备受争夺的善,诸如荣誉与财产,为自己获取高尚;而这就是来自优秀之人的荣誉,以及来自我们的造物主上帝的酬报。因为优秀之人以及一切明智之人,都宁愿在短时间内极度享受那最真实的快乐,而不愿在长时间内平缓且一点一滴地享受。因为伴随依德性之行为而来的有诸快乐,这一点是显而易见的,而且也已屡次谈到,如果德性确实是一种依循正理而处于相对于我们之中道的、伴随着快乐或并非没有快乐的品质。而大行为伴随着大快乐,这一点我们也是知道的。倘若情况如此,那么显然,一点一滴地践行高尚之事、倘若可行便一点一点地为此耗费钱财的人,固然享受快乐的时间很长,但却是一点一滴且平缓的;而行动更为迅速或者一举耗尽的人,虽然时间短暂,却享受得极其强烈。因为优秀之人好比极度口渴而一举畅饮冷水的人,而其余的人则好比一点一点细啜的人。因此,优秀之人宁愿在短时间内强烈地享受快乐,也不愿在长时间内平缓地享受;并且宁愿在为祖国赴死中度过高尚的一段时期,也不愿随随便便——即不体面且毫无荣誉地——度过许多时期。而且他宁愿做出一桩高尚而伟大的行为——即为了祖国或朋友们冒生命危险,或者为某种重大的高尚之物放弃全部钱财和财产——也不愿完成许多微小的行为。在说了“他选择一桩伟大而高尚的行为”之后,为了澄清什么是伟大而高尚的行为,他接着说:“而这或许恰恰发生在那些赴死之人身上”,这等同于说:“那些践行伟大而高尚行为的人,正是为祖国和朋友们赴死的人。”而加上“或许”,是因为大众和卑劣之人的缘故。因为在这样的人看来,代人冒险并非什么伟大的事,因为他们甚至不知道真正本原意义上的高尚之物是什么。

语法注3 条
  1. 8.33καὶ ἐπεὶ ὅλος ταῖς ἀρεταῖς κατακώχιμός ἐστι, καὶ κεκοσμημένος καὶ νοερῶς διαζῇ. πᾶς δὲ νοῦς, ὡς εἴρηται, τὰ βέλτιστα αἱρεῖται. (ἐν τούτῳ γὰρ αὐτοῦ τοῦ νοῦ τὸ εἶναι καὶ τοῦτό ἐστιν, ὡς εἰπεῖν, ἡ φύσις αὐτοῦ τὰ βέλτιστα καὶ συμφέροντα ἑαυτῷ αἱρεῖσθαι), ἐπεὶ οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, καὶ τῆς πατρίδος ἕνεκα πολλὰ πράξει

    句首的原因从句 καὶ ἐπεὶ ὅλος... 因中间插入了关于理智本性的说明与括号语句(πᾶς δὲ νοῦς...),故通过 ἐπεὶ οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος(“因此,优秀之人既然是这样的人”)进行重述性恢复,进而引向主句 καὶ τῆς πατρίδος ἕνεκα πολλὰ πράξει。

  2. 8.33χρήματα προήσεται ὑπὲρ τῆς τῶν πολιτῶν σωτηρίας καὶ πάντα τὰ περιμάχητα τῶν ἀγαθῶν οἷον τιμὰς κτήματα περιποιούμενος ἑαυτῷ τὸ καλόν

    名词 χρήματα(钱财)与 πάντα τὰ περιμάχητα τῶν ἀγαθῶν(一切备受争夺的善)并列作动词 προήσεται(放弃)的直接宾语。末尾的分词短语 περιποιούμενος ἑαυτῷ τὸ καλόν(为自己获取高尚)为主格附带分词,表示主语(优秀之人)这一行为的目的或伴随结果。

  3. 8.33εἰπὼν δὲ ὅτι αἱρεῖται μίαν μεγάλην πρᾶξιν καὶ καλήν, τίς ἐστιν ἡ μεγάλη καὶ καλὴ πρᾶξις σαφηνίζων ἐπήγαγε τοῖς δ’ ὑπεραποθνήσκουσιν ἴσως τοῦτο συμβαίνει

    主要动词 ἐπήγαγε(接着说)由两个分词修饰:表示先后关系的 εἰπών(说了之后)和表示方式或伴随的 σαφηνίζων(澄清)。间接疑问从句 τίς ἐστιν ἡ μεγάλη καὶ καλὴ πρᾶξις 是 σαφηνίζων 的宾语,而引文 τοῖς δ’ ὑπεραποθνήσκουσιν ἴσως τοῦτο συμβαίνει 则是 ἐπήγαγε 的直接引语宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:506.17-507.19