- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:505.1-506.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《尼各马可伦理学》1169a6,解释了为何热心于高尚行为者受到赞赏,指出人人争相践行德性将带来共同与个体的最大善;阐明善人应当自爱而沉溺肉体快乐的恶人不当自爱,并援引动物习性证明一切理智本性上皆为自身选择至善。
" Τοὺς μὲν περὶ τὰς καλὰς πράξεις διαφερόντως σπουδάζοντας πάντες ἀποδέχονται." Τίνος ἕνεκεν τοὺς ὄντως φιλαύτους οὐκ ὀνειδίζομεν ἀλλ’ ἀποδεχόμεθα, διὰ τούτων λέγει, δυνάμει λέγων τοὺς τοιούτους, οὐχ ἁπλῶς ὡς φιλαύτους ἀποδεχόμεθα, ἀλλ’ ὡς περὶ τὰς καλὰς πράξεις σπουδάζοντας τιμῶμεν καὶ ἐπαινοῦμεν. τοῦτο εἰπὼν δι’ ὧν ἑξῆς ἐπιφέρει ὁποῖος ἦν τὴν ζωὴν καὶ οἷον ἔρωτα ἁπάσης ἀρετῆς εἶχεν ὁ πανάριστος οὑτοσὶ φιλόσοφος δεικνύων, λέγει πάντων δ’ ἁμιλλωμένων πρὸς τὸ καλόν, τουτέστι πάντων δὲ σπευδόντων καὶ ἀγωνιζομένων· ἁμιλλᾶσθαι γὰρ τὸ ἀγωνίζεσθαί ἐστι· πάντων οὖν ἀγωνιζομένων καὶ μοχθούντων νικᾶν ἀλλήλους περὶ 〈τὴν〉 τῶν καλλίστων ἐργασίαν καὶ τὰς ἀρίστας τῶν πράξεων καὶ διατεινομένων, ἤτοι ἐπειγομένων καὶ σπουδαζόντων, τὰ κατ’ ἀρετὴν ἐνεργεῖν κοινῇ τε καὶ πᾶσιν ὑπῆρχεν ἂν τὰ δέοντα καὶ μέγιστα τῶν ἀγαθῶν καὶ χωρὶς ἑκάστῳ καὶ οὐδὲν ἂν ἡμῖν κακὸν ἐπολιτεύετο. λέγει δὲ μέγιστα τῶν ἀγαθῶν τὰς ἀρετὰς καὶ τὰς ἐπιστήμας καὶ τὰς σπουδαιοτάτας τῶν τεχνῶν. καὶ ἔστι τὸ λεγόμενον ὅμοιον εὐχῇ, ὡς εἰ καὶ οὕτως εἶπεν· εἴθε πάντες περὶ τὴν τῶν καλλίστων κτῆσιν ἔσπευδον καὶ πρὸς τὴν τὰς ἀρετὰς καὶ ἐπιστήμας φέρουσαν ἔτρεχον. εἰ γὰρ οὕτως εἴχομεν, ἐκποδὼν ἂν ἦν ἅπαν φαῦλον καὶ ψυχῆς κακωτικὸν καὶ ἐν πᾶσι καὶ κοινῇ καὶ ἰδίως ἑκάστῳ παρῆν ἂν τὰ κάλλιστα. καὶ δῆλον κἀκ τούτων ἐστὶν ὅτι δεῖ τὸν ἀγαθὸν φίλαυτον εἶναι. εἰ γὰρ ὁ ἀληθινὸς φίλος βούλεται τὰ ἀγαθὰ ᾧ φίλος ἐστὶ καὶ πάντα πράττει καὶ ποιεῖ ὅπως προσέσται τῷ φίλῳ τὰ κάλλιστα, καὶ ὁ ἀγαθὸς δηλαδὴ ἑαυτὸν φιλῶν πράξει ἐκεῖνα, δι’ ὧν ἔσται ἑαυτῷ τὰ καλά, καὶ πράξει ἑαυτοῦ ἕνεκα, καὶ πράττων αὐτὸς ὀνήσεται καὶ τοὺς ἄλλους ὠφελήσει. τὸν δὲ μοχθηρὸν οὐ δεῖ φίλαυτον εἶναι. ὑπολαμβάνων γὰρ ὁ μοχθηρὸς ἑαυτὸν εἶναι οὐ τὸν ἐν ἡμῖν νοῦν ἀλλὰ τὸ σῶμα τοῦτο καὶ τὴν σὺν αὐτῷ φθειρομένην ἀλόγιστον ζωὴν 〈θεραπεύει〉, οἰόμενος δὲ διὰ ταύτην τὴν ἡμαρτημένην ὑπόληψιν οἰκειότατον ἀγαθὸν ἀνθρώπῳ εἶναι τρυφὴν καὶ πᾶσαν σωματικὴν ἡδονήν, ταῦτα διώξει καὶ αἱρήσεται ὥστε καὶ ἔσται διὰ τοῦτο ἄδικος καὶ πλεονέκτης. πόθεν γὰρ ἂν εὐποροίη πληροῦν τετρημένον πίθον, μὴ ἀδικῶν καὶ ἁρπάζων; ἀδικῶν δὲ βλάψει καὶ ἑαυτὸν καὶ τοὺς πέλας. πράξει γὰρ ἐξ ἀνάγκης ἃ οἴεται εἶναι κάλλιστα καὶ κάκιστα ὄντα. πᾶς γὰρ ὃ δοκεῖ κάλλιστον εἶναι σπεύδει πράττειν· δοκεῖ δ’ αὐτῷ κάλλιστα τὰ χείριστα· πράξει ἄρα τὰ χείριστα. δέον οὖν, φησίν, ἄλλα πράττειν,1 τὰ ὠφέλιμα δηλονότι τῷ ἀληθινῷ ἀνθρώπῳ, ἄλλα πράττει ἀγνοῶν διὰ τὴν μοχθηρίαν τὸν ὄντως ἄνθρωπον. ὁ δ’ ἐπιεικὴς κατὰ νοῦν ζῶν ἃ δεῖ κατ’ ἀλήθειαν πράττειν ἐκεῖνα καὶ πράττει. πᾶς γὰρ νοῦς αὐτοφυῶς μὴ πηρωθεὶς ὑφ’ ἡδονῆς ἢ νόσου αἱρεῖται καὶ διώκει τὸ βέλτιστον καὶ συμφέρον ἑαυτῷ. δῆλον δὲ τοῦτο καὶ ἀπὸ τῶν ἀλόγων ζῴων. ἔστι γάρ τις ἅπασι τούτοις ἔλλαμψίς [τις] νοῦ, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἀλλαχοῦ λέγει τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, δι’ ἣν ἔλλαμψιν αὐτοφυῶς ζητεῖ καὶ εὑρίσκει τὰ ὠφελοῦντα. νοσήσας γὰρ τοὺς ὀφθαλμοὺς ὁ ὄφις ἐπὶ τὰ μάραθρα τρίβει, καὶ ἡ ἄρκτος πυρέξασα τοὺς μύρμηκας ἐσθίει καὶ ἰᾶται, καὶ ὁ ἀράχνης τὰ ἀράχνια ὑφαίνει πρὸς θήραν τῶν μυιῶν, καὶ ἡ χελιδὼν τὴν καλιὰν ἡμικύκλιον περιπήγνυσιν, ὡς πολυχωρητότερον τὸ τοιοῦτον σχῆμα, καὶ ὁ μύρμηξ τὸν σῖτον ἐν τοῖς ἑαυτοῦ λαβυρίνθοις ἀποθησαυρισθέντα διαιρεῖ, ὅπως μὴ βλαστήσῃ. τί δεῖ πολλὰ γράφειν; πλήρεις τοιούτων αἱ περὶ ζῴων Ἀριστοτέλους πραγματεῖαι καὶ ἐξ ἐκείνων ὁ βουλόμενος λαμβανέτω τὰς πίστεις τοῦ πάντα νοῦν αἱρεῖσθαι τὸ βέλτιστον ἑαυτῷ.2 ὥστε καὶ ὁ ἐπιεικής, ἐπειδὴ πειθαρχεῖ τῷ νῷ, ἀποσείεται δὲ τὰς ἀλόγους ὀρέξεις, τὰ βέλτιστα καὶ ἑαυτῷ καὶ τοῖς πέλας αἱρήσεται καὶ πράξει.
“凡格外热心于高尚行为的人,人人都赞赏他们。” 通过这些话,[亚里士多德]说明了我们为何不谴责真正的自爱者,反而赞赏他们,其意思实际上是说:我们并非单纯把这样的人当作自爱者来赞赏,而是作为热心于高尚行为的人予以尊重和称赞。在说了这些之后,这位至善的哲学家通过接下来说明的内容展示了他过着怎样的生活以及他对一切德性怀有怎样的热爱,他说:“当所有人都竞相追求高尚时”,也就是说,当所有人都奋发并竞赛时——因为竞相追求即是竞赛;因此,当所有人都竞相争胜并努力在从事最高尚之事与最优秀的诸行为上压倒彼此,并且全力以赴,即竭力并热心依德性进行现实活动时,应有的与最重大的善便会既共同属于所有人,也单独属于每个人,而在我们之中就不会有任何恶行其道。他所说的最重大的善,是指诸德性、诸科学以及最严肃的诸技艺。所说的这话宛如祈愿,正如他这样说:“但愿所有人都热心获取最高尚之物,奔向通往诸德性与诸科学的道路。”因为倘若我们处于这种状态,一切卑劣和损害灵魂之物都将被摒弃,而最高尚之物不仅共同临于所有人,也将私下临于每个人。由此显然可见,善人应当是自爱者。因为真正的朋友既然为所爱之人意愿诸善,并践行与做出一切事以使最高尚之物归于其朋友,那么显然善人爱自己,也会践行那些能使高尚之物属于自己的事,并且是为了自己而践行,在践行中自己蒙受其利,也惠及他人。然而恶人则不应当是自爱者。因为恶人认为自己不是我们内在的理智,而是这具肉体以及与肉体一同毁灭的非理性生命,[去侍奉它们],并且由于这种错误的设想而认为奢华与一切肉体快乐是人类最本己的善,他便会追求并选择这些,因而变得不义与贪婪。因为如果不作恶和劫掠,他又怎能有资财去填满一个漏底的坛子呢?而通过作恶,他既会伤害自己,也会伤害邻人。因为他必然会去做那些他自以为最高尚、实则是最恶劣的事。因为人人都热心做看似最高尚的事;但对他而言,最恶劣的事却看似最高尚;因此他将做出最恶劣的事。因此他说,在他应当做别的事,即显然是对真正的人有益的事时,他却由于其邪恶而不知真正的人,去做了另外的事。而依循理智生活的公正之人,则实实在在地做那些按真理而言应当做的事。因为任何理智,只要未曾受快乐或疾病的损毁,本性上都会选择并追求对自己最好且有益之物。这一点从无理性的动物身上也是显而易见的。因为正如亚里士多德自己在别处所言,在所有这些动物中都存在某种理智的照耀,有的多些,有的少些,正是凭借这种照耀,它们依循自然去寻求并发现有益之物。因为蛇在眼睛患病时会在茴香上摩擦,熊在发烧时会吃蚂蚁而痊愈,蜘蛛为捕蝇而结网,燕子把巢筑成半圆形,认为这种形状容量更大,蚂蚁则把储存在自己迷宫中的谷物掰开,以免其发芽。何须赘言?亚里士多德论动物的诸著作中充满了此类实例,凡有意愿者皆可从中获得证明一切理智都为自己选择最好之物的凭据。因此,公正之人既然顺从理智,摆脱非理性的意欲,也就会为自己以及邻人选择并践行最好的事物。
- 8.32δέον οὖν, φησίν, ἄλλα πράττειν
δέον 为无人称动词 δεῖ 的中性单数宾格分词,构成宾格绝对独立结构,表让步或对照,意为“在应当做别的事时”。它与随后的主句谓语动词 ἄλλα πράττει(“却做了另外的事”)形成对照。
- 8.32τοῦ πάντα νοῦν αἱρεῖσθαι τὸ βέλτιστον ἑαυτῷ
带冠词的属格不定式(τοῦ αἱρεῖσθαι)依附于名词 πίστεις,充当说明性(同位语性)属格,指明证明的具体内容(“关于一切理智都……选择至善的凭据”)。宾格 πάντα νοῦν 为该不定式的逻辑主语,τὸ βέλτιστον 为其宾语。
