← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§504.2-504.36

作为主导部分的理智与真正的自爱

厄斯特拉齐奥斯注释了亚里士多德将城邦主导部分与人之理智所作的类比,阐明理智才是真正的人,从而指出顺从并爱护自身理智的有德者才是严格意义上的自爱者,与遭受谴责的庸俗自爱者截然不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.31#2

εἰπὼν δὲ ὅτι ὁ σπουδαῖος τῷ κυριωτάτῳ ἑαυτοῦ χαρίζεται καὶ πάντα αὐτῷ πείθεται καὶ ὅσα ἂν ἐκεῖνο προστάξῃ ποιεῖ (οἷς γὰρ τὸ λογιζόμενον μέρος τῆς ψυχῆς ἀρέσκεται, ταῦτα μόνα πράττει), ἀποστρέφεται δὲ τὰς τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ὀρέξεις καὶ ἐπιθυμίας, τί ποτέ ἐστι τὸ κυριώτατον ἡμῶν, ᾧ ὁ σπουδαῖος χαρίζεται, σαφηνίζων ἐπήγαγεν ὥσπερ δὲ πόλις τὸ κυριώτατον μάλιστα εἶναι δοκεῖ, οὕτω καὶ ὁ κυρίως ἄνθρωπός ἐστι τὸ ἐν ἡμῖν κυριώτατον. ὡς γὰρ πόλις κυρίως ἐστὶν οὐ τὰ τείχη οὐδὲ αἱ οἰκίαι οὐδὲ ἁπλῶς οἱ ἐν αὐτῇ οἰκοῦντες, ὡς ἐν ταῖς Πολιτείαις εἴρηται καὶ δέδεικται, ἀλλὰ πόλις ἐστὶ τὸ ἄρχον καὶ ἐξουσιάζον, οἷον ἐν μὲν τοῖς βασιλευομένοις πόλις ἐστὶν ὁ βασιλεύς, ἐν δὲ τοῖς δημοκρατουμένοις ὁ δῆμος καὶ ἐν τοῖς ὀλιγαρχουμένοις οἱ εὔποροι καὶ 〈ἐν〉 τοῖς ἀριστοκρατουμένοις οἱ ἄριστοι, ὁ τύραννος δὲ ἐν τοῖς τυραννουμένοις, οὕτω καὶ κυρίως ἄνθρωπός ἐστι τὸ πεφυκὸς ἐν ἡμῖν μέρος ἄρχειν τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ λογιζόμενον ἡμῶν καὶ φρονοῦν· καὶ φίλαυτος δὴ κυρίως ἐστίν, ὡς εἴρηται, ὁ τοῦτο φιλῶν καὶ τούτῳ χαριζόμενος, τουτέστι τὰ τούτῳ ἀρέσκοντα πράττων καὶ ποιῶν. καὶ ἐγκρατῆ δὲ καὶ ἀκρατῆ ἄνθρωπον λέγομεν, οὗ ὁ νοῦς ἄρχει καὶ κρατεῖ τῆς ἐπιθυμίας, ἢ οὗ ὁ νοῦς ἄρχεται ὑπ’ αὐτῆς καὶ κρατεῖται, ὡς τούτων ἑκάστου ὄντος.1 ὁ νοῦς γὰρ τοῦ Σωκράτους ἐστὶν ὁ κυρίως Σωκράτης, ὁμοίως καὶ ὁ τοῦ Πλάτωνος Πλάτων καὶ τῶν ἄλλων ἁπάντων ὡσαύτως. καὶ πεπραχέναι λέγομεν τόνδε τὸν ἄνθρωπον τήνδε τὴν πρᾶξιν ὅταν μετὰ λόγου πράξῃ, ὅταν δὲ μὴ τοῦ λόγου κρίναντος πράξῃ,2 οὔ φαμεν τὸν ἄνθρωπον πεπραχέναι ἀλλὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν. ταῦτα εἰπὼν συμπεραίνεται λέγων· ὅτι μὲν οὖν ὁ νοῦς ἐστιν ἄνθρωπος (τούτου γὰρ ἐστι δηλωτικὸν τὸ τοῦθ’ ἕκαστός ἐστι μάλιστα)3 οὐκ ἄδηλον, καὶ ὅτι ὁ ἐπιεικὴς ἤτοι σπουδαῖος τοῦτο μάλιστα ἀγαπᾷ. τὸν γὰρ θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐπὶ τοσοῦτον ἀγαπᾷ καὶ περιέπει, ἐφ’ ὅσον συντελεῖ εἰς τὴν τοῦ σώματος σωτηρίαν, οὐδὲ τοῦτο ἄδηλον τοῖς κατὰ φύσιν ζῶσι. διὸ καὶ φίλαυτος ἂν κυρίως ῥηθείη ἕτερος τοῦ ὀνειδιζομένου φιλαύτου ὢν καὶ τοσοῦτον διαφέρων ὅσον καὶ ὁ κατὰ λόγον ζῶν διαφέρει τοῦ ἐμπαθῶς ζῶντος. ὅτι δὲ κατὰ λόγον ὁ τοιοῦτος ζῇ, δῆλον. ἀεὶ γὰρ ὀρέγεται ἢ τοῦ ἀληθῶς καλοῦ ἢ τοῦ δοκοῦντος συμφέρειν. ὃ γὰρ δοκεῖ συμφέρον πρὸς τὰ κάλλιστα, κἂν μὴ κατ’ ἀλήθειάν ἐστι καλόν, ὀρέγεται αὐτοῦ. οὐ γὰρ πᾶν τὸ δοκοῦν συμφέρειν ἤδη καὶ καλόν ἐστιν ἁπλῶς ἀλλὰ τότε καὶ ἐφ’ ὅσον συντελεῖ πρὸς τὰ κάλλιστα.

在说明了有德之人迁就自己最主导的部分、在一切事上顺从它并遵行它所命令的一切(因为他只做灵魂的推理部分所中意的事),而避开灵魂无理性部分的意欲与欲望之后,[亚里士多德]阐明了有德之人所迁就的我们最主导的部分到底是什么,进而补充道:“正如城邦尤其被认为是最主导的部分一样,真正的人也是我们内在最主导的部分。”因为正如城邦严格说来既不是城墙也不是房屋,甚至也不单纯是居住在其中的人——正如在《政治学》中所说且已证明的那样——而是城邦乃是统治与掌权的部分,例如在君主制中城邦是君主,在民主制中是民众,在寡头制中是富人,在贵族制中是最优秀者,而在僭主制中则是僭主;同样,真正的人也是我们内在天生适合统辖灵魂的部分,即我们能推理和思虑的部分;正如已说过的,严格意义上的自爱者正是爱这个部分并迁就它的人,也就是践行并做出使它中意之事的人。我们称一个人为自制者或不能自制者,也是依其理智是统治并制服欲望,还是其理智被欲望统治并制服,这是基于把这些人中的每一个都认作是[其理智]这一前提。因为苏格拉底的理智才是严格意义上的苏格拉底,同样柏拉图的理智是柏拉图,其余所有人也莫不如此。并且,我们说这个人做出了这一行为,是当他伴随理性而行动之时;而当他并非经由理性做出裁决而行动时,我们并不说是人做出了这一行为,而是说是激情或欲望做出的。在说了这些之后,他总结道:理智即是人(因为“每个人尤其就是这”这句话所表明的正是此点),以及公正即有德之人最爱这个部分,这是显而易见的。因为他之所以爱护并顾及激情与欲望,仅仅以它们有助于保全肉体为限,这一点对于依循自然生活的人而言也绝非不清楚。因此,他也应当被严格称为自爱者,他不同于遭受谴责的自爱者,其差别之大正如依循理性生活的人与依循情欲生活的人之差别。而这样的人依循理性生活则是明显的;因为他始终意欲真正高尚之物,或是意欲看似有益之物。因为凡看似有益于最高尚之物的事物,即使按真理而言并非高尚,他也意欲它。因为并非一切看似有益之物都立刻就是无条件高尚的,而唯有在它有助于最高尚之物时并且以此为限[才是高尚的]。

语法注3 条
  1. 8.31ὡς τούτων ἑκάστου ὄντος

    连词 ὡς 与属格独立结构(τούτων ἑκάστου ὄντος)连用,表达主观依据或假定前提(“基于认定这些人中的每一个就是[其理智]”)。亚里士多德原文(1168b35)作单数中性 τούτου(“鉴于每个人就是此[理智]”),此处注疏用 τούτων,可理解为修饰 ἑκάστου 的部分属格(“这些人中的每一个”),在句法上充当表达认定缘由的属格独立结构。

  2. 8.31ὅταν δὲ μὴ τοῦ λόγου κρίναντος πράξῃ

    在时间从句(ὅταν ... πράξῃ)内部,嵌入了带有否定词 μή 的属格独立结构 τοῦ λόγου κρίναντος,带有条件或伴随状况的意味(“当并非在理性做出裁决而行动时”)。否定词 μή 符合由 ὅταν 所引导的假设性泛指条件从句的语法要求。

  3. 8.31τούτου γὰρ ἐστι δηλωτικὸν τὸ τοῦθ’ ἕκαστός ἐστι μάλιστα

    这是一个倒装结构,支配属格 τούτου 的谓语形容词 δηλωτικόν 置于前,而由冠词 τὸ 实词化的引用小句 τοῦθ’ ἕκαστός ἐστι μάλιστα(引自亚里士多德 1168b35)充当主语。其基本句法骨架为:“因为‘每个人尤其就是这’这一语句乃是对该事实[理智即是人]的表明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:504.2-504.36