← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§503.1-504.2

自爱的歧义性与疑难的化解

亚里士多德就自爱问题指出对立双方均有说服力因而引发疑难(1168b10),注解者则通过论证“自爱”是同名异义词,将其区分为顺从欲望与感觉的卑劣自爱,以及爱护作为真正之人的理智并将德性分配给它的优良自爱,从而化解了这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.31#1

" Ἀπορεῖται δὲ εἰκότως, ποτέροις χρεὼν πείθεσθαι ἀμφοῖν ἐχόντοιν τὸ πιστόν.1" Θεὶς ἀμφοτέρους τῶν λόγων, τούς τε λέγοντας ὅτι ἀγαθόν ἐστι τὸ φιλεῖν ἑαυτόν, καὶ τοὺς λέγοντας ὅτι αἰσχρόν ἐστιν ἡ φιλαυτία, λέγει ὅτι ἀμφοτέροιν πιθανότητά τινα ἐχόντοιν τίσι χρὴ πιστεύειν, τοῖς συνάγουσιν ὅτι χρὴ φιλεῖν ἑαυτόν, ἢ τοῖς ἀντιφθεγγομένοις ὡς οὐ δεῖ φιλεῖν. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων, ὅτι δεῖ διαιρεῖν τούτους, τουτέστι δεῖ διαιρεῖν τὸ τῆς φιλαυτίας ὄνομα, ὅπερ ἀμφότεροι προϊσχονται, εἰς τὰ σημαινόμενα πράγματα (οὐ γάρ ἐστιν ἁπλοῦν ἡ φιλαυτία ἀλλ’ ὁμώνυμον ὡς ὁ κύων) καὶ διαιροῦντας λέγειν, ὅτι ἀμφότεροι καλῶς λέγουσι καὶ οἱ φιλεῖν ἑαυτοὺς λέγοντες καὶ οἱ μὴ φιλεῖν. χρὴ οὖν διαιροῦντας λέγειν, ὅτι τὸ φίλαυτον διττόν ἐστιν, ὡς εἴρηται, τὸ ἀγαπᾶν καὶ θεραπεύειν τὸν ἐν ἡμῖν δῆμον, τὴν ἀλογίαν, λέγω δὴ τὴν ἐπιθυμίαν, καὶ δυναστεύειν κατὰ τοῦ ἀληθινοῦ ἀνθρώπου, τοῦ ἐν ἡμῖν νοῦ, δι’ ἣν ἀλογίαν, τὴν ἐπιθυμίαν δηλονότι, ἔχειν τὸ πλέον ἔν τε χρήμασι καὶ τιμαῖς σωματικαῖς ἡδοναῖς σπεύδομεν. οὐκ ἔστι γάρ, οὐκ ἔστι ὅστις τὴν αἴσθησιν ἔχων μόνην προβεβλημένην καὶ κατ’ αὐτὴν ζῶν οὐ τούτοις χαίρει2 καὶ ἐπαγάλλεται, καὶ ὡς ἄριστα καὶ κάλλιστα καὶ ἡμῖν οἰκειότατα * * *. ἓν μὲν οὖν τοῦτο τῶν τῆς φιλαυτίας σημαινομένων, ὅπερ ἐστὶ φαῦλον καὶ αἰσχρόν, καὶ ὁ τοιοῦτος φίλαυτος, ὃς οὐδὲ κυρίως φίλαυτός ἐστι, κάκιστος τῷ ὄντι καὶ αἰσχρότατος. οὐ γάρ ἐστιν ὁ ἄνθρωπος ἡ αἴσθησις, ἣν οὗτος φιλεῖ, ἀλλ’ ὁ νοῦς, ὃν αὐτὸς ἐκτετύφλωκε καὶ διαλελώβηκε, καὶ λέγεται φίλαυτος ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν τῶν νομιζόντων τὸν ἄνθρωπον εἶναι τὸ ζῷον ἡμῶν, ὅπερ ἐστὶ τὸ ἐκ τοῦ σώματος καὶ τῆς ἐντελεχείας, ἥτις ἐντελέχειά ἐστιν ἡ ἄλογος καὶ ἀχώριστος τοῦ σώματος ζωὴ καὶ σὺν αὐτῷ φθειρομένη. ἄλλο δὲ φιλαυτίας σημαινόμενον τὸ φιλεῖν τὸν ὄντως ἄνθρωπον, ὅπερ ἐστὶ τὸ ἐν ἡμῖν φρονοῦν. ὁ τοιοῦτος φίλαυτος οὐκ αἰσχρός ἐστιν ἀλλὰ κάλλιστος, ὅτι τὸν ὡς ἀληθῶς ἄνθρωπον φιλεῖ. ὅτι δέ, φησίν, πολλοὶ τοὺς πλεονέκτας καὶ ἀκολάστους καὶ τὸ ἄλογον θεραπεύοντας καὶ πιαίνοντας εἰώθασι λέγειν φιλαύτους ἀλλ’ οὐχὶ τοὺς τιμῶντας τὸν ἐν ἡμῖν νοῦν, ὅς ἐστιν 〈ὁ〉 ἀληθινὸς ἄνθρωπος, οὐκ ἄδηλον. οὐδένα γάρ τις ἴδοι ἂν τῶν πολλῶν τὸν σπεύδοντα δίκαιον ἢ σώφρονα 〈ἢ ἀνδρεῖον〉 ἢ ἐλεύθερον εἶναι λέγοντα φίλαυτον καὶ οὐδὲ ψέγοντα ὡς φίλαυτον, καίτοι κατὰ τὴν ἀλήθειαν τοῦ τοιούτου ὄντος φιλαύτου, ὡς φιλοῦντος ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς, καθὸ ἄνθρωπός ἐστιν ἄνθρωπος, καὶ ἀπονέμοντος ἑαυτῷ, ἤτοι τῷ νῷ ἑαυτοῦ. τοῦτο γὰρ εἶπε κυριώτατον ἑαυτοῦ, τὰ κάλλιστα καὶ μάλιστα ἀγαθά,3 ἅτινα κάλλιστα καὶ μάλιστα εὖ ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ ἐπιστῆμαι.

“但是很自然地会产生疑难:鉴于两者都具有可信性,应当顺从哪一方。” 在提出了两方面的论证——既有主张爱自己是善的,也有主张自爱是可耻的——之后,他说,鉴于两者都具有某种说服力,应当相信哪一些人:是相信那些推论出应当爱自己的人,还是相信那些发出反对声音认为不应当爱自己的人?提出这一问题之后,他回答说,应当区分这些,也就是必须把双方都提出来的“自爱”这一名称区分为所指称的事物(因为自爱不是单纯单一的,而是像“犬”一样是同名异义的),并且在区分之后应当说,主张爱自己的人和主张不爱自己的人双方都说得很好。因此,应当在区分之后说明自爱是双重的,正如已说过的:爱并奉承我们内在那民众、即无理性,我指的正是欲望,并对真正的人、即我们内在的理智施加压制,显然正是由于这一无理性即欲望,我们才竭力在财富、荣誉和肉体快乐中占有更多份额。因为绝没有任何人,没有任何仅以感觉为护盾并依据感觉生活的人不为这些事物感到欢喜并引以为豪,也不将之视为最善、最美且对我们最亲近之物而[……]。因此,这便是自爱的所指之一,它是卑劣且可耻的,而这种自爱者——甚至不是严格意义上的自爱者——在事实上是最恶劣且最可耻的。因为人并不是此人所爱的感觉,而是被他自己所弄瞎并毁损的理智,而这样的人被大众称为自爱者,大众认为人是我们这个动物,即由身体和实现所构成者,而这种实现乃是与身体不可分离、且与身体一同毁灭的无理性生命。自爱的另一种所指则是爱真正的人,即我们内在具有思虑能力的部分。这样的自爱者并不是可耻的,而是最美好的,因为他爱真正意义上的人。他说,大众习惯把那些贪得无厌、放荡无度、奉承并养肥无理性部分的人称为自爱者,而不称那些尊崇我们内在理智(即真正的人)的人为自爱者,这一点并非不明显。因为人们在众人中绝看不到有人把致力于公正、节制、〈勇敢〉或慷慨的人称为自爱者,也不会作为自爱者加以谴责,尽管依照真理这样的人正是自爱者,因为他爱灵魂的那个使人成为人的部分,并且把最美和最善的事物分派给自己、也就是自己的理智——因为他称理智为自己最主导的部分——而这些最美和最善的事物正是诸德性与诸知识。

语法注3 条
  1. 8.31ἀμφοῖν ἐχόντοιν τὸ πιστόν

    双数形式的属格绝对结构(genitive absolute)。在从属关系上表示原因(“鉴于两者都具有可信性”),为主句中的无人称动词短语 ποτέροις χρεὼν πείθεσθαι 提供前提条件。

  2. 8.31οὐκ ἔστι γάρ, οὐκ ἔστι ὅστις ... οὐ τούτοις χαίρει

    由 οὐκ ἔστιν ὅστις ... οὐ 构成的双重否定惯用句型,表达强烈的全称肯定(“没有任何人不……”=“所有人都……”)。前面的 οὐκ ἔστι γάρ, οὐκ ἔστι 的重叠进一步增强了这一断言的语气。

  3. 8.31ἀπονέμοντος ἑαυτῷ, ἤτοι τῷ νῷ ἑαυτοῦ. τοῦτο γὰρ εἶπε κυριώτατον ἑαυτοῦ, τὰ κάλλιστα καὶ μάλιστα ἀγαθά

    隔置修辞(hyperbaton):分词 ἀπονέμοντος 的直接宾语 τὰ κάλλιστα καὶ μάλιστα ἀγαθά 被置于与格短语 ἑαυτῷ, ἤτοι τῷ νῷ ἑαυτοῦ 以及插入句 τοῦτο γὰρ εἶπε κυριώτατον ἑαυτοῦ 之后。在句法结构上,须将其直接理解为分配动词的分词宾语(ἀπονέμοντος ἑαυτῷ ... τὰ κάλλιστα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:503.1-504.2