← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§502.5-502.36

作为友谊标准的自爱与谚语依据

厄斯特拉齐奥通过逆否推理证明自爱是真正友谊的标准,并解释了友谊的定义及各种谚语(如“朋友之物共有”、“膝盖比小腿更近”等)是如何从自爱延伸至爱他人的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.30#2

εἰ γὰρ φαῦλον ἦν τὸ φιλεῖν ἑαυτόν, φαῦλον ἂν ἦν καὶ ἐπίμωμον καὶ τὸ φιλεῖν τὸν φίλον ὡς ἑαυτόν, καὶ εἴη ἂν ἐξ ὑποθέσεως ὁ λόγος 〈τοιοῦτος〉 κατὰ τὴν ἀντικαλουμένην σὺν ἀντιθέσει ἀντιστροφήν·1 εἰ φαῦλον τὸ φιλεῖν ἑαυτόν, φαῦλον καὶ τὸ φιλεῖν τὸν φίλον ὡς ἑαυτόν· ἀλλὰ μὴν τὸ φιλεῖν τὸν φίλον ὡς ἑαυτὸν οὐ φαῦλον, οὐδ’ ἄρα τὸ φιλεῖν ἑαυτὸν φαῦλον. οὔκουν αἰσχρόν ἐστιν ἡ φιλαυτία,2 ἀλλὰ μᾶλλον ἡ μισαυτία. ἃ μὲν οὖν βούλεται λέγειν, ταῦτά ἐστι· τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἂν ἔχοι. φίλος ἐκεῖνός ἐστιν ὁ βουλόμενος τῷ φίλῳ τὰ ἀγαθά, κἂν μηδεὶς γινώσκῃ τὴν βούλησιν αὐτοῦ. ὁ γὰρ ἀληθὴς φίλος αἱρεῖται μὲν καὶ βούλεται εὖ ἔχειν τὸν φίλον, τὸ δὲ γινώσκειν τινάς, ὅτι τοῦτο θέλει, οὐ περὶ πολλοῦ ποιεῖται. εἰπὼν δὲ ὅτι φίλος ἐστὶν ὁ βουλόμενος τὰ ἀγαθὰ τῷ φίλῳ ἐκείνου ἕνεκεν, 〈ἐπῆγεν〉 ταῦτα δὲ ὑπάρχει μάλιστα πρὸς ἑαυτόν, λέγων ταῦτα τὸ βούλεσθαι τὰ ἀγαθὰ ἐκείνου ἕνεκεν [ταῦτα δὴ ὑπάρχει μάλιστα πρὸς ἑαυτὸν ὑπάρχει μάλιστα]. ἔστι δὲ ὃ λέγει· πάντες ἑαυτοῖς μάλιστα βούλονται τὰ ἀγαθὰ καὶ ἑαυτῶν ἕνεκα καὶ τὰ λοιπὰ πάντα οἷς ὁ φίλος ὁρίζεται μάλιστα ἑαυτοῖς ὑπάρχειν βούλονται· εἰσὶ δὲ τὰ λοιπὰ πάντα ἀπὸ τῶν παροιμιῶν δηλούμενα, ἃ μετ’ ὀλίγον ῥηθήσεται. τὸ δὲ εἴρηται γάρ, ὅτι ἀπ’ αὐτοῦ πάντα τὰ φιλικὰ καὶ πρὸς τοὺς ἄλλους διήκει τοιοῦτόν ἐστιν· αἱ φιλίαι (ταύτας γὰρ εἶπε φιλικά) καὶ πρὸς τοὺς ἄλλους διήκουσιν, ὅταν φιλῶσι τοὺς φίλους ὡς φιλοῦσιν ἑαυτούς, καὶ ὅταν βούλωνται ἐκείνοις ὑπάρχειν ἃ καὶ ἑαυτοῖς παρεῖναι σπεύδουσιν. ὅταν οὖν τὸ ὡς φιλεῖ τις ἑαυτὸν διήκει καὶ πρὸς ἄλλον3 καὶ φιλῇ κἀκεῖνον ὡσαύτως, φίλος ἀληθὴς ὁ οὕτως ἔχων ἐστὶ καὶ παροιμίαι πᾶσαι αἱ περὶ τῶν φίλων ὁμογνωμονοῦσι καὶ συμφωνοῦσι τοῖς λόγοις τούτοις. τὸ γὰρ ‘κοινὰ τὰ τῶν φίλων’ ταὐτόν ἐστι τῷ ὡς ἀληθῶς ἐκεῖνοί εἰσι φίλοι, οἳ βούλονται τοῖς φιλουμένοις ὑπ’ αὐτῶν ἃ βούλονται καὶ ἑαυτοῖς. καὶ τὸ ‘φίλοι εἰσὶν ὧν ψυχὴ μία’ καὶ τὸ ‘φιλότης ἐστὶν ἰσότης’ τούτων εἰσὶ δηλότερα. ὁμοίως καὶ τὸ γόνυ κνήμης ἔγγιον. προσομιλεῖ γὰρ ἀεὶ τὸ γόνυ τῷ πέρατι τῆς κνήμης καὶ σύνεστιν αὐτῷ φιλίως. εἰ δὴ τὴν ἀληθῆ φιλίαν ἀφ’ ὧν εἰς ἡμᾶς αὐτοὺς βουλόμεθα κρίνομεν, δεῖ φιλεῖν ἑαυτοὺς καὶ φιλαύτους εἶναι. εἰ δὲ τοῦτο οὐκ ἔστιν, αἰσχρὸν ἡ φιλαυτία.

因为如果爱自己是卑劣的,那么爱朋友如爱自己也就会是卑劣且应受指责的,而依据假设的论证按照所谓伴随对立的换位[逆否推理]将是〈如此的〉:“如果爱自己是卑劣的,那么爱朋友如爱自己也是卑劣的;然而爱朋友如爱自己并不是卑劣的;因此爱自己也不是卑劣的。”所以,自爱并非可耻,自恨毋宁才是可耻的。因此,他所意图说明的正是这些;而就文句而言,其情况会是如下。 朋友就是即使没有人知晓他的意愿,也为朋友意愿善事物的那个人。因为真正的朋友确实选择并意愿朋友处于良好状态,但并不看重某些人知道他抱有这一愿望。在说明了朋友就是为了朋友本身的缘故而为他意愿善事物的人之后,他〈补充道〉:“而这些最主要属于对自己自身”,他所说的“这些”是指为了对方本身的缘故而意愿善事物。他所说的乃是:所有人都最主要为自己并且为了自己本身的缘故而意愿善事物,并且希望用来定义朋友的其他一切特征也最主要属于自己自身;而其他一切特征是由谚语所表达的那些,不久之后便会提到。至于“因为有人说过,所有友好的性质都是从自己出发而延伸至他人的”,这句话的意思是:友谊(因为他把这些称为“友好的性质”)也延伸至他人,即当人们爱朋友如同爱自己一样时,以及当人们意愿那些他们自己也竭力获取的事物属于朋友时。因此,当某人爱自己的方式也延伸至他人、并且以同样的方式爱那个人时,处于这种状态的人就是真正的朋友,而所有关于朋友的谚语都与这些言论意见一致且相契合。因为“朋友之物共有”就等同于:那些为自己所爱之人意愿自己也为自身所意愿之物的人,才是真正的朋友。而“朋友即灵魂同一之人”与“友谊即平等”比这些更为明晰。同样,“膝盖比小腿更近”[也是如此]。因为膝盖始终与小腿的末端相接,并与之亲密地处在一起。因此,如果我们依据为我们自身所意愿之物来评判真正的友谊,我们就应当爱自己并成为自爱者。如果并非如此,自爱就会是可耻的。

语法注3 条
  1. 8.30κατὰ τὴν ἀντικαλουμένην σὺν ἀντιθέσει ἀντιστροφήν

    古希腊逻辑学中的专门术语,指“伴随对立的换位”,即逆否命题或否定后件律(modus tollens)的论证形式。它规定了紧随其后的“若A则B;非B;故非A”的推论框架。

  2. 8.30εἰ δὲ τοῦτο οὐκ ἔστιν, αἰσχρὸν ἡ φιλαυτία

    该句假设了前述前提(即依据对自身的意愿来评判友爱,或人们应当爱自己)不成立的情况。后件从句中省略了带有情态助词的系动词(ἂν ἦν 或 εἴη ἄν),承接上下文带有反事实推论的意味(“[若非如此]自爱便会是可耻的”)。

  3. 8.30ὅταν οὖν τὸ ὡς φιλεῖ τις ἑαυτὸν διήκει καὶ πρὸς ἄλλον

    中性单数定冠词 τό 将关系副词从句 ὡς φιλεῖ τις ἑαυτόν 名词化,表示“一个人爱自己的那种方式”,用作从句的主语。动词 διήκει 在本应使用虚拟语气的 ὅταν 从句中使用了现在直陈式(晚期希腊语中的常见用法),并与随后的虚拟式动词 φιλῇ 并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:502.5-502.36