- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:501.4-502.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《尼各马可伦理学》1168a35,论述责难自爱的观点何以与事实相抵触。作者指出真正的自我是内在的理智,滋养理智的真正自爱者乃是善良之人,随后引入以自爱作为爱友范本从而称赞自爱的对立论证。
" Τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφωνεῖ, οὐκ ἀλόγως." Τοῖς λέγουσι λόγοις ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων,1 ὁμοίως καὶ τοῖς λέγουσι λόγοις, ὅτι ὁ μηδὲν ἑαυτοῦ χάριν ποιῶν ἀγαθός ἐστιν, οὐ συμφωνεῖ τὰ ἔργα καὶ τὰ πράγματα· φαῦλος γὰρ μᾶλλον καὶ οὐ σπουδαῖός ἐστιν ὁ μηδὲν ἑαυτοῦ χάριν πράττων. εἰ γὰρ σκοπήσας τις ἴδοι, ὅτι ἔργον φύσεως ὁ ἄνθρωπός ἐστιν, ὁ χάριν τοῦ ἀληθινοῦ ἀνθρώπου πάντα πράττων〈σπουδαῖος〉 ἀλλ’ οὐ φαῦλος. νυνὶ δὲ διὰ τὸ ἀγνοεῖν τίς ἐστιν ὁ ἀληθὴς ἄνθρωπος ἀπερισκέπτως ἀποφαίνονται οἱ πολλοί, φαῦλον λέγοντες τὸν χάριν ἑαυτοῦ πάντα πράττοντα. ὁ μὲν γὰρ εἰδὼς ὅτι ἀληθινὸς καὶ κυρίως ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστι νοῦς καὶ τοῦτο γνοὺς ἅπαντα πράττει, ὅσα τρέφειν οἶδεν αὐτὸν καὶ ἀκάκωτον διατηρεῖν σπεύδει, ὁ τοιοῦτος καὶ ἀληθῶς φίλαυτος καὶ σπουδαῖος καὶ ἀγαθὸς καὶ οὐ φαῦλος, ὥστε τὸ ἔργον τοῦτο, λέγω δὴ τὸ πράττειν ἐκεῖνα ὅσα κουφίζει καὶ ἄνω φέρεσθαι τὸν νοῦν ἡμῶν ἐπεγείρει, διαφωνεῖ τῷ λέγοντι λόγῳ, ὅτι οὐ δεῖ χάριν ἑαυτοῦ πάντα πράττειν. ὁ μὲν δὴ πάντα πράττων χάριν τοῦ ἀληθινοῦ ἀνθρώπου ὡς ἀληθῶς φίλαυτος· ἀλλὰ διὰ τοῦτο ἀγαθός. ὁ δὲ τὸν ἄνθρωπον οἰόμενος εἶναι τὸ σῶμα σὺν ἅμα τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, καὶ τοῦτο σπουδάζων θεραπεύειν πλούτων ἀπεράντοις ὀρέξεσι καὶ τρυφαῖς ἀμέτροις, ὁ τοιοῦτος οὐδὲ φίλαυτός ἐστιν. οὐ γὰρ ἑαυτὸν φιλεῖ ἀλλὰ τὸν ἐν αὐτῷ δῆμον καὶ τὴν ἐν αὐτῷ πολυκέφαλον ὕδραν τὴν ἐπιθυμίαν.2 ὥστε τὰ ἔργα καὶ ἔτι αἱ πράξεις τῶν ὡς ἀληθῶς καὶ κυρίως φιλαύτων οὐ συμφωνοῦσι τοῖς λέγουσι λόγοις, ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων, φαῦλός ἐστι, ἀλλὰ μᾶλλον τοῖς ἐναντίοις λόγοις συνᾴδουσι τοῖς λέγουσιν ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων ἀγαθός ἐστιν. φίλος δὲ μάλιστα ὁ βουλόμενος ᾧ βούλεται τὰ ἀγαθά. ὅτι μὲν φίλος ἐστὶν ὁ βουλόμενος τὰ ἀγαθὰ ἐκείνῳ ὑπάρχειν, ὃν λέγει φιλεῖν, καὶ χάριν ἐκείνου ἀλλ’ οὐχὶ τοῦ συναπολαύειν ἕνεκα καὶ αὐτῶν τῶν τοῦ φιλουμένου ἀγαθῶν, εἴρηται πρόσθεν πολλάκις, καὶ οὐ δεῖ καὶ ἔτι περὶ τούτου μηκύνειν. εἰπὼν δὲ τίνα ἐστὶ δι’ ἃ τοὺς φιλαύτους ψέγουσιν οἱ ἄνθρωποι καὶ αἰσχρὸν τὴν φιλαυτίαν οἴονται, νῦν λέγει καὶ ποῖ βλέποντες καὶ πρὸς ποῖα τῶν ἐπαινετῶν εἶναι τίθενται τὴν φιλαυτίαν. ἔστι δὲ ὃ λέγει ὡς συνελόντα φάναι τοιοῦτον. φασὶ γὰρ οἱ καλόν τι λέγοντες εἶναι καὶ ἐπαινετὸν τὴν φιλαυτίαν, ὅτι εἴπερ ἐκεῖνον μάλιστα λέγομεν φίλον καὶ ἐπαινοῦμεν καὶ ὄντως φίλον ἀποκαλοῦμεν, ὅστις τὸν ἑαυτοῦ φίλον ἀγαπᾷ ὡς ἑαυτὸν καὶ ἔστι τεκμήριον ἀληθοῦς φιλίας τὸ τὸν φίλον ἀγαπᾶν ἐπίσης ἑαυτῷ, τὸ φιλεῖν ἑαυτὸν ἀγαθόν ἐστι καὶ οὐ φαῦλον.
“然而,事实与这些言论相抵触,并且这并非没有道理。” 对于那些主张为了自己做一切事的人[是卑劣的]的言论,同样对于那些主张不为自己做任何事的人是善良之人的言论,事实与实际事物都与之不相符合;因为不为自己做任何事的人毋宁是卑劣的,而非优秀的。因为若有人审视而看到人是自然的作品,为了真正的人做一切事者乃是〈优秀的〉,而非卑劣的。然而现在,由于不了解谁是真正的人,大众轻率地发表意见,称为了自己做一切事的人为卑劣者。因为,凡知晓真正且本真的人乃是我们内在的理智,并在认识到这一点后做一切自知能够滋养它之事、努力使它免受损害的人,这样的人既是真正的自爱者,又是优秀的、善良的而非卑劣的;因此,这一工作——我是指去做那些使我们的理智轻盈、唤醒它向上飞扬之事——与那主张不应当为了自己做一切事的言论相抵触。因此,为了真正的人做一切事的人确实是真正的自爱者;然而正因如此,他是善良的。相反,若有人认为人就是肉体连同灵魂的无理性部分,并热衷于用对财富的无尽欲望和无节制的奢靡来侍奉这一部分,这样的人甚至连自爱者都算不上。因为他所爱的并不是自己,而是他内在的群氓,亦即他内在的多头九头蛇,也就是欲望。因此,真正且本真的自爱者们的事实与行为并不符合那些主张为了自己做一切事的人是卑劣者的言论,反而契合于那主张为了自己做一切事的人是善良之人的对立言论。 朋友最主要的是为自己向其意愿〔善事物〕的人意愿善事物的人。朋友就是意愿善事物属于他声称所爱之人、并且是为了那个人而不是为了共同享受被爱之人的善事物而意愿的人,这一点此前已被多次提及,无须在此事上进一步赘述。在说明了人们因何缘由责难自爱者并认为自爱是可耻的之后,他现在又说明人们看向何处、着眼于哪些事物而认定自爱属于值得称赞之事。简要说来,他所说的话乃是如此:主张自爱是某种崇高且值得称赞之事的人说,如果我们确实最把爱自己的朋友如爱自己之人称为朋友、加以称赞并称作真正的朋友,且像爱自己一样同等地爱朋友是真正友谊的证据,那么爱自己就是善的,而非卑劣的。
- 8.30Τοῖς λέγουσι λόγοις ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων
在 ὅτι 引领的从句中省略了谓语(如 φαῦλός ἐστιν 等)。根据前文语境(上一段中的命题“为了自己做一切事者是卑劣的”)以及后文对应的平行对比分句“ὁ μηδὲν ἑαυτοῦ χάριν ποιῶν ἀγαθός ἐστιν”,此处必须补出谓语“是卑劣的”来理解。
- 8.30τὸν ἐν αὐτῷ δῆμον καὶ τὴν ἐν αὐτῷ πολυκέφαλον ὕδραν τὴν ἐπιθυμίαν
短语 τὴν ἐπιθυμίαν(“欲望”)与前面的两个名词短语“他内在的群氓”(τὸν ἐν αὐτῷ δῆμον)及“他内在的多头九头蛇”(τὴν ἐν αὐτῷ πολυκέφαλον ὕδραν)构成同位语。该句法借用源自柏拉图《理想国》第九卷的比喻来阐释灵魂中无理性的欲望部分。
