- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:500.1-501.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的关于自爱的疑难(1168a28),厄斯特拉提奥斯解释了人们谴责自爱者的理由,将自爱者被视为卑劣者的论点重构成三段论推理,阐释了卑劣者“不做脱离自身之事”的句意,并将其与为了朋友而放弃私利的公道之人相对照。
" Ἀπορεῖται δὲ καὶ πότερον δεῖ φιλεῖν ἑαυτὸν μάλιστα ἢ ἄλλον τινά." Ἐπειδὴ οἱ ἄνθρωποι ποτὲ μὲν ἐπαινοῦσι τοὺς φιλοῦντας αὑτοὺς ποτὲ δὲ ψέγουσι, πότερον τοὺς ἐπαινοῦντας τὸ φίλαυτον ἀποδεκτέον ἢ τοὺς ψέγοντας; δοκοῦσι γὰρ καὶ οἱ ἐπαινοῦντες καὶ οἱ ψέγοντες εὔλογα λέγειν ὁμοίως καὶ παράλογα. καὶ λέγει πρῶτον ἃ λέγουσιν οἱ ψέγοντες τοὺς φιλαύτους. ἐπιτιμῶσι γάρ, φησί, τοὺς ἀγαπῶντας ἑαυτοὺς καὶ ὡς αἰσχρὸν καὶ ὡς ἐπονείδιστον τὸ τῆς φιλαυτίας ὄνομα αὐτοῖς ἐπιδυσφημοῦσιν. ἐν γὰρ ταῖς ἔρισιν καὶ ταῖς διαμάχαις καὶ φιλονεικίαις φιλαύτους λέγουσιν, ὡς ταὐτὸν ὂν τὸ φίλαυτος τῷ αἴσχιστος καὶ κάκιστος. εἰπὼν δὲ ὅτι φαύλους νομίζουσι τοὺς φιλαύτους, συνάγει τοῦτο δυνάμει συλλογιζόμενος οὕτως· ὁ φίλαυτος ἑαυτοῦ χάριν πάντα πράττει, ὁ ἑαυτοῦ χάριν πράττων φαῦλος, ὁ φίλαυτος ἄρα φαῦλος. καὶ τὴν μὲν μείζονα πρότασιν τὴν λέγουσαν ὁ χάριν ἑαυτοῦ πάντα πράττων ἐδήλωσε διὰ τοῦτο, δοκεῖ δ’ ὁ μὲν φαῦλος ἑαυτοῦ χάριν πάντα πράττειν, καὶ ὅσῳ ἂν μοχθηρότερος καὶ κακίων ἐστί, τοσούτῳ μᾶλλον χάριν ἑαυτοῦ πράττει. δέον δὲ εἰπεῖν, ὁ χάριν ἑαυτοῦ πάντα πράττων φαῦλος, οὐκ εἶπεν οὕτως, ἀλλ’ ὅτι ὁ φαῦλος χάριν ἑαυτοῦ πάντα πράττει, ὡς ἀντιστρέφοντα τὸν λόγον ἀκούων,1 οἷον ὅτι ὁ χάριν ἑαυτοῦ πάντα πράττων φαῦλος, καὶ ὁ φαῦλος πάντα χάριν ἑαυτοῦ πράττει. ἢ ῥητέον καὶ οὕτως· ὁ φαῦλος χάριν ἑαυτοῦ πάντα πράττει, ὁ χάριν ἑαυτοῦ πάντα πράττων φίλαυτος, ὁ φαῦλος ἄρα φίλαυτος. καὶ τὴν μὲν μείζονα πρότασιν κατὰ τὴν προτέραν συναγωγὴν διὰ τῆς εἰρημένης ἐδήλωσε λέξεως, τὴν δὲ ἐλάττονα οὐ τέθεικεν. ἐγκαλοῦσι δή, φησί, τῷ φιλαύτῳ, ὅτι οὐδὲν ἀφ’ ἑαυτοῦ πράττει,2 τουτέστιν οὐδὲν πόρρω ἑαυτοῦ. ὁ γὰρ μοχθηρὸς οὐ τὰ πόρρω τῆς ἑαυτοῦ μοχθηρίας πράττει ἀλλὰ τὰ οἰκεῖα τῆς ἑαυτοῦ μοχθηρίας· δύναται δὲ τὸ οὐδὲν ἀφ’ ἑαυτοῦ πράττει ὡς ἴσον εἰρῆσθαι τῷ οὐδὲν πράττει ὃ μὴ συμβάλλεται πρὸς αὔξησιν τῆς αὑτοῦ περιουσίας ἢ εἰς τὴν τοῦ ἰδίου σώματος ἀπόλαυσιν καὶ εὐπάθειαν καὶ τρυφήν. καὶ ὁ μὲν φαῦλος, ὡς εἴρηται, ἤτοι ὁ φίλαυτος χάριν ἑαυτοῦ πάντα πράττει, καὶ διὰ τὸ χάριν ἑαυτοῦ πάντα πράττειν τὸ τῆς φιλαυτίας ὄνομα ὡς δύσφημόν τι κατ’ αὐτοῦ ἐπιφέρουσιν. ὁ δ’ ἐπιεικὴς πάνθ’ ὅσα πράττει διὰ τὸ καλὸν πράττει, καὶ ὅσῳ ἂν βελτίω ἐστὶν τὰ καλὰ μᾶλλον πράξει, καὶ μᾶλλον πράξει ἕνεκα τοῦ φίλου ἢ ἑαυτοῦ χάριν, οἷον μᾶλλον εἰς δικαστήριον φοιτήσει διὰ φίλου σωτηρίαν καὶ μᾶλλον ἀνέξεται θορύβων καὶ πόνων καὶ ἀποβολῆς χρημάτων χάριν τοῦ φίλου καὶ χάριν πατρίδος ἢ ἕνεκα οἰκείας ὠφελείας. εἰπὼν δὲ καὶ φίλων ἕνεκα ἐπήγαγε τὸ δὲ ἑαυτοῦ παρίησι. ἔστι δὲ τὸ παρίησι ταὐτὸν τῷ παρορᾷ 〈καὶ〉 καταφρονεῖ· παραλιμπάνει καὶ ἀπωθεῖται τὸ οἰκεῖον συμφέρον ἕνεκα τῆς τοῦ φίλου ὠφελείας.
“人们也疑难,究竟应当最爱自己,还是最爱别的某个人。” 既然人们有时称赞自爱者,有时又责难他们,那么究竟应当接受称赞自爱的人,还是接受责难它的人呢?因为称赞者与责难者似乎同样都说得合乎情理又都不合情理。他首先陈述了责难自爱者的人所说的话。因为他说,人们责难爱自己的人,并且把自爱这一名称作为可耻且应受谴责之事以恶名加在他们身上。因为在争吵、辩论与争胜中,人们称对方为自爱者,就好像自爱者与最可耻、最恶劣者是同一回事。在指出人们将自爱者视为卑劣者之后,他在潜能上通过如下推理得出了这一结论:“自爱者为了自己做一切事;为了自己做事者是卑劣的;因此自爱者是卑劣的。”而说“为了自己做一切事者”这一大前提,他通过这句话表明了出来:“卑劣者似乎为了自己做一切事,并且他越邪恶、越下劣,就越为了自己做事。”然而,本应当说“为了自己做一切事者是卑劣的”,他却没有这样说,而是说“卑劣者为了自己做一切事”,这仿佛是将该命题理解为可换位的,例如说,为了自己做一切事者是卑劣的,而卑劣者也为了自己做一切事。或者也可以这样说:“卑劣者为了自己做一切事;为了自己做一切事者是自爱者;因此卑劣者是自爱者。”他在前一种推导中通过所引的文句表明了大前提,却并未给出小前提。他说,人们确实指责自爱者“不做任何脱离自身之事”,也就是说不做任何远离自身之事。因为邪恶之人不去做远离自身邪恶的事,而是做切合自身邪恶的事;“不做任何脱离自身之事”也可以说等同于“不做任何无助于增加自身财富或无助于自己肉体享乐、舒适与奢靡之事”。正如前述,卑劣者亦即自爱者为了自己做一切事,正是由于他为了自己做一切事,人们才把自爱的名称作为某种恶名加诸于他。而公道之人做一切事都是为了崇高,并且崇高之事越美好,他就越愿意去做,而且他做事宁可为了朋友也不为了自己;例如,为了拯救朋友他宁愿常常出入法庭,并且为了朋友和祖国宁愿承受喧嚣、辛劳与财产损失,而不图自己的利益。在说了“也为了朋友”之后,他又加上了“但他放弃了自己的利益”。“放弃”等同于漠视[并且]轻视;为了朋友的益处,他撇开并推开了自己的私利。
- 8.29ὡς ἀντιστρέφοντα τὸν λόγον ἀκούων
分词 ἀκούων 表理由或方式,意为“将该命题理解为可换位的”。针对亚里士多德并未直接使用推论所严格要求的“为了自己做一切事者是卑劣的”,而是表述为“卑劣者为了自己做一切事”,注解者解释这是因为亚里士多德将这两项陈述视作相互可换位的命题。
- 8.29οὐδὲν ἀφ’ ἑαυτοῦ πράττει
介词短语 ἀφ’ ἑαυτοῦ 通常被理解为“自发地”或“出于自身”,而注解者在此提出了两层语法释义:第一,将其释为“脱离/远离自身(πόρρω ἑαυτοῦ)”,即不做超出自身利益或恶德范围的事;第二,将其等同于“不做任何无助于自身财产增殖或肉体享受的事”。
