- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:498.21-499.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯注解亚里士多德《尼各马可伦理学》卷九第七章(1168a21),通过亲手获取的金钱、母亲生育的辛劳及其对骨肉的确知等例证,说明凡伴随辛劳而得之物更受人珍爱,并提出三项对应的类比来解释为何施恩者比受恩者更爱对方。
" Ἔτι δὲ τὰ ἐπιπόνως μᾶλλον γενόμενα πάντες στέργουσιν." Ὅτι μὲν οὖν μᾶλλόν εἰσι φιλητὰ καὶ μᾶλλον φιλοῦμεν, ὧν ἡ κτῆσις ἐπίπονος τῶν ῥᾳδίως καὶ ἀπόνως ἡμῖν ἐπιγινομένων,1 δῆλον [δὲ] πεποίηκεν ἀπὸ τῶν χρημάτων καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον πραττομένων. οἱ γὰρ παραλαβόντες χρήματα ἀπὸ γονέων ἢ φίλων ἢ ὅθενουν ἀπόνως ῥᾷστον προΐενται καὶ ταχὺ παρέχουσι τοῖς δεομένοις ἢ χρῄζουσι, τινὲς δὲ αὐτῶν καὶ τοῖς τυχοῦσι καὶ οἷς οὐ δεῖ, οἱ δὲ κτησάμενοι (οὗτοι δ’ εἰσὶν οἱ πόνῳ καὶ ταλαιπωρίᾳ συλλεξάμενοι) στέργουσι καὶ κατέχειν ὅτι μάλιστα πειρῶνται, τὸ ἐργῶδες τῆς κτήσεως εἰδότες. εἰ δὴ τὸ μὲν ἐπίπονον καὶ δυσπόριστον στέργομεν καὶ φιλοῦμεν, τὸ δὲ εὐεργετεῖν ἀπὸ τῶν δυσπορίστων γίνεται (ἐπὶ γὰρ τῶν δυσκόλως κτησαμένων καὶ εὐεργετούντων μάλιστα ἁρμόζει ἡ παροῦσα ἐπιχείρησις), καὶ τὸ εὖ δρᾶν ἄρα καὶ εὐεργετεῖν ἐργῶδες, ὥστε καὶ μᾶλλον φιλητόν, τὸ δὲ εὐεργετεῖν καὶ ἡ εὐεργεσία αὐτός ἐστιν, ὡς εἴρηται, ὁ εὐεργετηθείς, μᾶλλον ἄρα ἐστὶ φιλητὸν ὁ εὐεργετηθείς, ἧττον δὲ ὁ εὐεργέτης. δύναται καὶ ἐπὶ πάντων ἁπλῶς τῶν εὐεργετούντων σώζεσθαι τὰ τῆς ἐπιχειρήσεως καὶ οὐκ ἐπὶ μόνων τῶν ἱδρῶτι κτησαμένων καὶ εὐεργετούντων. ἁπλῶς γὰρ τὸ προΐεσθαι τοῦ λαμβάνειν δακνωδέστερόν ἐστι· τὸ δὲ δάκνον ἐν τῷ ἀποχωρεῖν φιλητόν· οὗ γὰρ ἡ ἀπουσία λυπηρά, φιλητὸν τὸ τοιοῦτον. συνίστησι δὲ τὸ τοιοῦτον καὶ ἀπὸ τῶν γεννητόρων, λέγων τὰς μητέρας μᾶλλον φιλοτεκνοτέρας εἶναι τῶν πατέρων, ὅτι καὶ ἡ γέννησις ἐπιπονωτέρα. εἰ γὰρ καὶ ἐν τῇ ὁμιλίᾳ καὶ τῇ τοῦ σπέρματος προέσει ὁμοία ἀμφοῖν ἡ χαρά, ἀλλ’ ἐν τῷ μετὰ τὴν σύλληψιν μέχρι τοῦ τόκου χρόνῳ τὰ τῆς μητρὸς ἐπίπονα καὶ ἐργώδη τυγχάνουσιν. εἰσὶ τοίνυν αἱ μητέρες φιλοτεκνότεραι τῶν πατέρων διὰ τοῦτο. ὡς δὲ αἱ μητέρες πρὸς τὰ τέκνα, οὕτως οἱ εὐεργέται πρὸς τὰ διδόμενα πρὸς αὐτῶν τοῖς εὐεργετηθεῖσιν, οἵτινες οἱ εὐεργετηθέντες τρόπον τινά εἰσι τὰ δῶρα, ἃ ἔλαβον παρὰ τῶν εὐεργετησάντων· ὥστε καὶ μᾶλλον φιλοῦνται. εἰπὼν δὲ τὰς μητέρας φιλοτεκνοτέρας εἶναι τῶν πατέρων διὰ τὸ τὴν γέννησιν ἐπιπονωτέραν εἶναι, λέγει αὐτὰς φιλοτεκνοτέρας εἶναι καὶ διὰ τὸ γινώσκειν μᾶλλον τοῦ πατρὸς ὅτι ἑαυτῆς ἐστι τὸ παιδίον. δυνατὸν δὲ τοῦτο καὶ περὶ τοῦ εὐεργέτου λέγειν. μᾶλλον γὰρ οἶδεν ὃ δέδωκεν, ὅτι ἑαυτοῦ ἐστιν, ἢ ὁ λαβών. ὑπολάβοι γὰρ ἂν ἴσως ὁ εὖ παθών, ὅπερ ἔλαβε μὴ εἶναι τοῦ εὖ δράσαντος ἀλλὰ παρ’ ἄλλου λαβεῖν ἐπὶ τῷ δοῦναι τοῖς χρῄζουσι. τὸ οὖν δόξειε δ’ ἄν καὶ τοῦτο καὶ τοῖς εὐεργέταις οἰκεῖον εἶναι τοιοῦτόν ἐστι·2 τὸ τῶν μητέρων ἁρμόζει καὶ ἐπὶ τῶν εὐεργετῶν λέγειν. ὡς γὰρ ἡ γέννησις ἐπιπονωτέρα τῆς μίξεως, οὕτω καὶ τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν· καὶ ὡς αἱ μητέρες μᾶλλον ἴσασιν, ὅτι ἑαυτῶν εἰσιν οἱ παῖδες, οὕτω καὶ οἱ εὐεργέται μᾶλλον τῶν εὐεργετηθέντων γινώσκουσιν, ὅτι ἐξ οἰκείων εὐεργετοῦσι καὶ οὐκ ἀπὸ ἀλλοτρίων. ἢ ῥητέον καὶ οὕτως ἔστιν ἐν τοῖς προκειμένοις ἰδεῖν τρία τρισὶν ἀναλόγως· εἰσὶ δὲ τρία μὲν μήτηρ κύησις παιδία, καὶ ἕτερα τρία εὐεργέτης κτῆσις ὁ εὐεργετηθείς, καὶ ἔστιν ἀναλόγον ὁ μὲν εὐεργέτης τῇ μητρί, ἡ δὲ κτῆσις τῶν χρημάτων τῇ κυήσει, ὁ δὲ εὐεργετηθεὶς τοῖς παισίν. ὡς οὖν αἱ μητέρες μᾶλλον φιλοῦσι τὰ παιδία διὰ τὸ τῆς κυήσεως ἐπίπονον, οὕτω καὶ ὁ εὐεργέτης τὸν εὐεργετηθέντα τῷ μετὰ πόνου κτήσασθαι ἃ δέδωκε τῷ εὐεργετηθέντι.3 ληπτέον δὲ καὶ τὸν εὐεργετηθέντα ἀνάλογον τῷ πατρὶ καὶ ῥητέον· ὡς ὁ πατὴρ ἧττον τῆς μητρὸς ἀγαπᾷ τὰ παιδία, ὅτι δι’ ἡδονῆς αὐτῷ ἐγεννήθησαν, οὕτω καὶ ὁ εὐεργετηθεὶς ἧττον φιλεῖ τὸν εὐεργέτην, ὅτι ἀπόνως καὶ μεθ’ ἡδονῆς ἔλαβε τὴν εὐεργεσίαν.
“此外,凡是伴随辛劳而得之物,所有人都更珍爱。” 因此,获取过程充满辛劳之物,比容易且毫无辛劳降临于我们的事物更加可爱,并且我们更加爱它们,这一点他从金钱以及绝大多数情况下人们的行事中表明了出来。因为那些从父母、朋友或不论何处毫无辛劳地接手金钱的人,极易将之弃掷,并迅速提供给贫困者或匮乏者,他们中的某些人甚至提供给萍水相逢者及不应当给的人;而那些亲手获取之人(这些人是通过辛劳与艰苦积累起来的)则深知其获取的艰难,因而珍爱它并竭力守持它。如果说我们确实珍爱并喜爱辛劳且难得之物,而施恩正是出于难得之物(因为当前的论证最切合于那些艰难获取而后施恩之人),那么行善与施恩也就是艰难费力的,从而更加可爱,并且既然如前所述,施恩亦即恩惠乃是受恩者自身,那么受恩者便更加可爱,而施恩者则相对不那么可爱。不过,这一论证的要点也可以完全普遍地保存在所有施恩者身上,而非仅见于那些挥洒汗水获取而后施恩的人。因为单纯地说,舍弃比获得更加切肤;而在离去时切肤之痛的事物是可爱的;因为凡是其缺席令人痛苦之物,便是可爱的。他也从双亲那里确立了这类事,指出母亲比父亲更爱子女,因为生育伴随着更多辛劳。因为即便在交媾与排精中两者的快乐相似,但在受孕之后直至分娩的这段时间里,母亲经历的事却充满辛劳与苦难。因此母亲由于这个原因比父亲更爱子女。而正如母亲对待子女,施恩者对待他们给予受恩者的事物亦是如此,这些受恩者在某种程度上正是他们从施恩者那里领受的礼物;从而他们更受喜爱。在指出母亲由于生育更费辛劳而比父亲更爱子女之后,他又说,母亲更爱子女也是因为比父亲更确知孩子是属于自己的。而这也完全可以说在施恩者身上。因为施恩者比接受者更确知自己所给予之物属于自己。因为受惠者或许会揣度,自己所领受之物并非行善者本人的,而是为了给予匮乏者而从他人处领来的。因此,“这一点似乎也对施恩者是固有的”这句话的意思是这样的:关于母亲的说法,也适合于用在施恩者身上。因为正如生育比交媾更加辛劳,行善也比受惠更加辛劳;正如母亲更确知孩子属于自己,施恩者也比受恩者更确知他们是用自己的资财而非别人的资财来施恩。或者也应当这样说:在摆在我们面前的事情中,可以依此类推地看到三项对应于三项。这三项是母亲、怀孕、子女;另外三项是施恩者、获取、受恩者;在类比中,施恩者相应于母亲,金钱的获取相应于怀孕,而受恩者相应于子女。因此,正如母亲由于怀孕的辛劳而更爱子女,施恩者也同样因伴随辛劳获取了自己给予受恩者之物而更爱受恩者。并且还应当把受恩者看作与父亲相应而这样说:正如父亲不如母亲那样爱子女,因为子女对他而言是通过快乐而生成的,同样,受恩者也不那么爱施恩者,因为他是毫无辛劳且伴随着快乐领受恩惠的。
- 8.28Ὅτι μὲν οὖν μᾶλλόν εἰσι φιλητὰ καὶ μᾶλλον φιλοῦμεν, ὧν ἡ κτῆσις ἐπίπονος τῶν ῥᾳδίως καὶ ἀπόνως ἡμῖν ἐπιγινομένων
比较级句式结构的梳理。关系从句 ὧν ἡ κτῆσις ἐπίπονος 省略了先行词(如 ταῦτα)而充当实质性名词,属格短语 τῶν ῥᾳδίως καὶ ἀπόνως ἡμῖν ἐπιγινομένων 是修饰 μᾶλλον 的比较属格,整个句子的主干为:“获取过程辛劳的事物,比起容易且无劳而降临的事物,更值得爱且更被我们所爱”。
- 8.28τὸ οὖν δόξειε δ’ ἄν καὶ τοῦτο καὶ τοῖς εὐεργέταις οἰκεῖον εἶναι τοιοῦτόν ἐστι
引用亚里士多德原句(1168a24-25)的句式。中性定冠词 τὸ 将引文 δόξειε δ’ ἄν καὶ τοῦτο καὶ τοῖς εὐεργέταις οἰκεῖον εἶναι 实名化,作为系动词 ἐστι 的主语,τοιοῦτον 为表语,意为“‘……’这句话的意思是如此”。
- 8.28τῷ μετὰ πόνου κτήσασθαι ἃ δέδωκε τῷ εὐεργετηθέντι
带冠词不定词的与格用法(τῷ ... κτήσασθαι),表示原因或凭借(“因伴随辛劳获取了给予受恩者之物”),用以说明主句省略动词后的理由:“施恩者也同样因……而[爱]受恩者”。
