- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:49.12-50.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于理念与个体具有相同定义因而普遍者假定纯属多余的论述(1096a34),厄斯特拉梯奥指出原型与画像的本质定义不可能相同。就随后的永恒性论题(1096b3),他基于永恒存在与转瞬即逝存在的本性差异反驳亚里士多德,并认为亚里士多德是故意对理念论提出诡辩性的诘难。
" Ἀπορήσειε δ’ ἄν τις, τί ποτε καὶ βούλονται λέγειν." Οὗτος ὁ λόγος οὐ πρὸς τὸ ἀγαθὸν μόνον ἀνθίστασθαι ἔοικεν, ἀλλὰ πρὸς πᾶν ἁπλῶς, ὅπερ ὡς πρὸ τῶν μερῶν καθόλου πρὸς τῶν Πλατωνικῶν λέγεται. ἔστι δὲ ἡ ἐπιχείρησις ἀπὸ ὅρου. εἰ γὰρ ἄνθρωπος, φησίν, ἑκάτερός ἐστιν ὅ τε αὐτοάνθρωπος καὶ ὁ ἄνθρωπος, τὸν αὐτὸν λόγον ᾗ ἄνθρωπος ἑκάτερος ἐπιδέξεται καὶ οὐδὲν ἀλλήλων ὡς ἄνθρωποι διοίσουσιν· εἰ δὲ τοῦτο, οὐδ’ ᾗ ἀγαθοί. ὃν γὰρ λόγον ἔχει ὁ ἄνθρωπος πρὸς τὸν αὐτοάνθρωπον, τὸν αὐτὸν τὸ ἀγαθὸν πρὸς τὸ αὐτοαγαθόν. εἰ οὖν ἐκεῖ ἡ αὐτὴ φύσις ἀνθρώπου καὶ αὐτοανθρώπου, εἴη ἂν καὶ 〈ὁ〉 λόγος ἀμφοτέρων ὁ αὐτός· ὥστε κἀνταῦθα εἰ ἡ αὐτὴ φύσις ἀγαθοῦ καὶ αὐτοαγαθοῦ, ἔσται καὶ ὁ λόγος αὐτοῖς ὁ αὐτός. ἔσται ἄρα ἐκεῖ τε ὁ ἄνθρωπος ὁ αὐτός, κἀνταῦθα τὸ ἀγαθὸν τὸ αὐτό, ὡς εἶναι περιττὴν τὴν τοῦ καθόλου ὑπόθεσιν, κατὰ φύσιν ὄντων τῶν αὐτῶν τοῦ αὐτοῦ καὶ τοῦ μὴ αὐτοῦ.1 ἀλλὰ πῶς τὸ ἀγαθόν, ὦ Ἀριστότελες, τὸ αὐτὸ ἔσται καὶ ὡσαύτως ἐν τῷ ἀύλῳ καὶ ἐν τῷ ἐνύλῳ καὶ ἐν τῇ εἰκόνι καὶ τῷ παραδείγματι καὶ ἐν τῷ ἁπλῷ καὶ τῷ συνθέτῳ καὶ τῷ κατὰ μέθεξιν καὶ τῷ ἀμεθέκτῳ; ἢ καὶ ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι πῶς ἔσται ὁ αὐτὸς τοῖς οὕτως ὡς εἴρηται διεστῶσι πρὸς ἄλληλα, εἰ μὴ καὶ ἡ εἰκὼν καὶ τὸ ἀρχέτυπον ὡσαύτως τὸν τῆς οὐσίας 〈λόγον〉ἐπιδέχεται; ἔπειτα, ἐπεὶ καὶ κατὰ σὲ ἐπὶ τῶν ἐνύλων καὶ φυσικῶν τότε ἕξει ὁ ὅρος τὸ τέλειον ὅταν ἡ ὕλη καὶ τὸ εἶδος ἀλλήλοις συνέρχωνται, ἐὰν καὶ ἐπὶ τῶν ἀΰλων οὕτω τοὺς ὅρους ληψόμεθα, ἔνυλα ἔσται τὰ ἄϋλα. ἀλλὰ τοῦτο ἀδύνατον. οὐκ ἄρα τοῖς πρὸ τῶν ἐνύλων καὶ τοῖς ἐνύλοις οἱ αὐτοὶ ὅροι ἔσονται.
“然而人们也许会困惑,他们到底想要表达什么。” 这一论证似乎不仅反对善,而且单纯地反对被柏拉图学派称为先于部分的普遍者的一切事物。这一论证是从定义出发的。因为他说,如果两者中的每一个都是人——即人自身与人——那么每一个就其是人而言都将接受同一种定义,并且它们作为人彼此之间毫无差别;如果这是如此,那么它们就其是善而言亦无差别。因为人对人自身具有何种关系,善对善自身亦具有相同的关系。因此,如果在那里人与人自身具有相同的本性,那么两者的定义也应当是相同的;从而在这里,如果善与善自身的本性相同,它们的定义也将是相同的。因此,在那里人是相同的,在这里善也是相同的,以致普遍者的假定成为多余,因为自身与非自身在自然本性上是相同的。然而,亚里士多德啊,善在无质料者中与在具质料者中,在画像中与在范型中,在单纯者中与在复合者中,在依分有而存在者中与在不可分有者中,怎会是相同且同样的方式呢?或者说,本质的定义对于如上所述彼此相异的事物,除非画像与原型同样地接受实体的定义,怎会是相同的呢?再者,既然按照你自己的看法,在具质料与自然的事物中,唯当质料与形式结合在一起时定义才具有完满性,那么如果我们对无质料的事物也同样采取定义,无质料者就将成为具质料的了。但这乃是不可能的。因此,先于具质料者与具质料者的定义决不会是相同的。
"Ἀλλὰ μὴν οὐδὲ τῷ ἀΐδιον εἶναι." καὶ ἀπογινόμενα, τὸ δὲ ἀεὶ εἶναι τοῦ ποτὲ μᾶλλον εἶναί ἐστι, λύει τὴν ἀντίθεσιν, δυνάμει πάλιν τῷ λόγῳ χρώμενος τῆς οὐσίας καὶ γυμνάζων τὴν ἐπιχείρησιν ὡς ἐπὶ παραδείγματος τοῦ λευκοῦ. καί φησιν, ὡς ἐπὶ τοῦ λευκοῦ χρώματος, ὅταν ὦσι δύο λευκά, τὸ μὲν πολυχρόνιον, τὸ δὲ ἐφήμερον, οὐκ ἄν ἐρεῖ τις μᾶλλον εἶναι λευκὸν τοῦ ἐφημέρου τὸ πολυχρόνιον (ὁ γὰρ αὐτὸς ἐν ἀμφοῖν λόγος σώζεται, ᾗ λευκά ἐστιν), οὕτως οὐδὲ τὸ ἀίδιον ἀγαθὸν μᾶλλον ἔσται ἀγαθὸν τοῦ προσκαίρου, ἐπίσης ἀμφοῖν τοῦ λόγου ἐφαρμόζοντος. ὁ γὰρ λόγος ἡ οὐσία ἑκάστου ἐστί. καὶ ὡς ἑκάστη οὐσία τοῦθ’ ὅπερ ἐστὶν οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὕτω καὶ ὁ τῆς οὐσίας δηλωτικὸς λόγος ἐν διαφόροις θεωρούμενος καὶ ἐφαρμόζων αὐτοῖς οὐκ ἔσται μᾶλλον καὶ ἧττον, κἂν τὸ μὲν ἐν χρόνῳ διαρκῇ μακροτέρῳ, τὸ δ’ ἐν ἐλάττονι. οὐδὲ γὰρ ἄνθρωπος ἀνθρώπου βραχυβιωτέρου μακρόβιος μᾶλλον ἄνθρωπος, τοῦ τῆς οὐσίας λόγου ἐπίσης ἀμφοῖν ἐφαρμόζοντος. οὐδὲν γὰρ ὁ χρόνος εἴδει τινί, ᾗ εἶδός ἐστι, προστίθησιν. ἔστι μὲν καὶ αὐτόθεν πρὸς τοῦτο ἀπολογήσασθαι καὶ δεῖξαι μᾶλλον ἀγαθὸν τοῦ ἐφημέρου τὸ ἀίδιον. εἰ γὰρ τὸ εἶναι ἑκάστῳ κρεῖττον τοῦ μὴ εἶναι, καὶ τὸ ἀεὶ εἶναι κρεῖττον τοῦ ποτέ. τῷ γὰρ ποτὲ ὄντι, ὅταν τὸ εἶναι διακόπτηται, τότε οὐκ ἔστιν ὄν, ἀλλὰ δὴ μὴ ὄν. ὃν δὲ τότε τὸ ἀίδιον κρεῖττον τοῦ μὴ ὄντος ἐστί.2 τὸ δὲ κρεῖττον ἀγαθοῦ ἐπιτάσει κρεῖττον λέγεται. ᾧ δὲ ἡ ὕπαρξις τοῦ ἀγαθοῦ ἐπιτέταται, τοῦτο μᾶλλον ἀγαθόν. ἀλλ’ οὐδὲ ἡ αὐτὴ σύγκρισις πρὸς ἄλληλα τοῦ ἐπὶ χρόνον διαρκοῦντος μακρὸν πρὸς τὸ ἐπ’ ἐλάττονα καὶ τοῦ ἀιδίου πρὸς τὸ ἐφήμερον. βραχυχρόνιον γάρ τι καὶ μακροχρόνιον ἕτερον τῆς αὐτῆς εἶναι ἐνδέχεται φύσεως, ἀίδιον δὲ καὶ ἐφήμερον οὐκ ἐνδέχεται. ὡς γὰρ τὸ ἐφήμερον οὐσίας ἐνύλου καὶ ῥευστῆς καὶ γινομένης μὲν ἔστ’ ἂν ᾖ, μηδέποτε δ’ οὔσης, οὕτως τὸ ἀίδιον ἀύλου καὶ ἀρρεύστου καὶ ὄντως οὔσης καὶ ὑπὲρ γένεσιν. ἔστι δὲ καὶ ἄλλως λῦσαι. εἰ γὰρ τὸ μὲν ἀγαθὸν ὡς ὑπάρχον καὶ αὐτὸ ὂν ὃ εἶναι λέγεται, τὸ δὲ τῷ μετέχειν ἐκείνου, πῶς οὐκ ἂν εἴη πρώτως καὶ κυρίως καὶ μάλιστα τὸ ὂν ᾗ αὐτὸ ὅ ἐστι τοῦ τῷ μετέχειν ἐκείνου ὑπάρχοντος, ὥσπερ τὸ πρωτότυπον τῆς εἰκόνος αὐτοῦ; εἴποι δ’ ἄν τις καὶ πρὸς τὸν Ἀριστοτέλην εἰκότως, ὡς ἔοικας, ὦ Ἀριστότελες, φίλος καὶ ὁμιλητὴς ὑπάρξας τοῦ Πλάτωνος, ἐπίτηδες πρὸς τὴν δόξαν τῶν ἰδεῶν οὕτω σοφιστικῶς ἀπορεῖν,3 ἵν’ ἐκ τοῦ μηδὲν λέγειν γενναῖον κατ’ αὐτῶν τὴν περὶ αὐτῶν δόξαν στερροτέραν ἀποφανῇς.
“但也绝不因其是永恒的[就更加是善]。” 针对事物会消逝、且永远存在比起某时存在是更大程度的存在这一反对意见,他通过潜在地再次运用实体的定义,并以白色为范例展开论证来化解这一对立。他说,正如在白色中,当存在两个白色物,一者历时久远,另一者朝生暮死时,没有人会说历时久远者比朝生暮死者更加是白色的(因为就其为白色而言,同一概念在两者中得以保持),同样,永恒的善也不会比暂时的善更加是善,因为该定义同等地适用于两者。因为定义乃是每一事物的实体。正如每一实体作为其所是的本性并不具有或多或少,指示实体的定义在不同事物中被考察并适用于它们时,亦不具有或多或少,即便一者在更长的时间中持存,而另一者在较短的时间中持存。因为长寿的人绝不比短寿的人更是一个人,实体的定义同等地适用于两者。因为时间对任何形式就其为形式而言不添加任何东西。然而,亦可直接对此作出辩护,并表明永恒者比朝生暮死者更加是善。因为如果存在对每一事物而言都优于不存在,那么永远存在亦优于某时存在。对于在某时存在者而言,当其存在中断时,那时它便不是存在者,而实是非存在者。但永恒者那时作为存在者,优于非存在者。而更优者乃因善的增强而被说成更优。善的实在性在其中被增强者,此物便更加是善。然而,在长时间持存者与在较短时间持存者之间的比较,与永恒者对朝生暮死者的比较并不是同一回事。因为历时短者与另一历时长者具有相同的本性是可能的,但永恒者与朝生暮死者具有相同的本性则是不可能的。因为朝生暮死者属于具质料、处于流变并在存在期间处于生成中却绝非真正存在的实体,而永恒者则属于无质料、不流变、真正存在且超乎生成之上的实体。此外,亦可换一种方式予以化解。因为如果一者是作为自存且本身即其所言之所是的善,而另一者则是因分有那前一者而存在,那么作为本身即其所是而存在的事物,相比于因分有那前一者而存在的事物,正如原型之于其画像一样,怎会不最初地、本真地且最居首位地是〔善〕呢?人们亦可合情合理地对亚里士多德说:亚里士多德啊,你作为柏拉图的朋友与同道,似乎故意对理念的看法提出如此诡辩性的难题,以便通过不对理念提出任何有力的批驳,反而表明关于理念的看法更加坚固。
- 1.57κατὰ φύσιν ὄντων τῶν αὐτῶν τοῦ αὐτοῦ καὶ τοῦ μὴ αὐτοῦ
属格绝对结构。τοῦ αὐτοῦ καὶ τοῦ μὴ αὐτοῦ(“自身与其非自身”,即理念与个体)为逻辑主语,τῶν αὐτῶν(“同一者”)作表语。整句作为从属小句,说明为何普遍者的假定成为多余的依据。
- 1.58ὂν δὲ τότε τὸ ἀίδιον κρεῖττον τοῦ μὴ ὄντος ἐστί
分词 ὄν(底本印作 ὃν)与主语 τὸ ἀίδιον 一致。连词 δέ 引导与前文 τῷ ποτὲ ὄντι(在某时存在者)的对比,意为“但在那时,永恒者作为存在者,优于非存在者”。
- 1.58ὡς ἔοικας, ὦ Ἀριστότελες, φίλος καὶ ὁμιλητὴς ὑπάρξας τοῦ Πλάτωνος, ἐπίτηδες πρὸς τὴν δόξαν τῶν ἰδεῶν οὕτω σοφιστικῶς ἀπορεῖν
人称结构(Personal construction)。动词 ἔοικας(第二人称单数)支配补足不定式 ἀπορεῖν,构成“亚里士多德啊,你似乎……提出诘难”的核心句架。夹在中间的分词短语 φίλος καὶ ὁμιλητὴς ὑπάρξας τοῦ Πλάτωνος 修饰主语,带有原因意味(“既然曾是柏拉图的朋友与同道”)。
