← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§4.8-5.22

全书旨趣与幸福先于德性论述之缘由

在《尼各马可伦理学》第一卷注解的开端,作者阐释了书名、全书结构、“伦理的”一词的词源以及全书的总旨趣,并论证了为何必须在德性分论之前先行探讨作为终极目的的幸福(从节制情感进至无情态与神化)的论述次序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#3

ἐπεὶ δὲ νῦν ὁ λόγος ἡμῖν περὶ τῶν Νικομαχείων Ἠθικῶν καὶ τούτων τοῦ πρώτου, οὗ καὶ τὴν ἐξήγησιν ἀπῃτήμεθα, ἐροῦμεν ἤδη τίς ὁ σκοπὸς τοῦ Ἀριστοτέλους ἐν τούτῳ. κοινῶς μὲν οὖν ἐν τοῖς δέκα βιβλίοις περὶ τῶν ἠθικῶν ἀρετῶν διδάξαι πασῶν προέθετο καὶ τεχνικῶς παραδοῦναι περὶ αὐτῶν, ὡς ἂν τοῖς παραδεδομένοις κανόσι χρώμενοι καὶ τούτοις πράξεις ἅμα καὶ λόγους παραμετροῦντες καλῶς καὶ ἀπταίστως ὅσον ἐνδέχεται τὸν οἰκεῖον βίον διεξάγοιμέν τε καὶ διευθύνοιμεν.1 διὰ τοῦτο καὶ Ἠθικὰ ἐπιγέγραπται ὡς πρὸς βελτίωσιν τῶν ἠθῶν συμβαλλόμενα, ἢ ὡς αὐτὸ τοῦτο παραδιδόντα, πῶς ἄν τις ἀγαθὸς ἀποβαίη τοῖς ἤθεσιν ἀσκῶν δεόντως ἅμα πράξεις καὶ λόγους, Νικομάχεια δέ, διότι πρός τινα Νικόμαχον ἐκπεφώνηται, εἴτε τὸν υἱὸν αὐτοῦ τοῦ Ἀριστοτέλους, ὃς οὕτως ἐκέκλητο, εἴτε πρός τινα ἕτερον οὕτως ὀνομαζόμενον· ὥσπερ καὶ Εὐδήμεια ἐκδέδωκεν ἕτερα πρός τινα Εὔδημον ἐκτεθειμένα τὴν αὐτὴν τούτοις ἔχοντα δύναμιν. ἠθικὰ δὲ ὀνομάζονται ἀπὸ τοῦ ἔθους κατὰ τροπὴν τοῦ ε εἰς η ὅτι δεῖ ἐθίσαντα ἕκαστον αὑτὸν ἐν ταῖς ἐπαινεταῖς ἐνεργείαις καὶ πράξεσιν οὕτως ἐν ἕξει γενέσθαι τῶν καλῶν καὶ δικαίων καὶ ἄνδρα καταστῆναι ἀγαθόν τε καὶ ἀξιέπαινον. καὶ κοινὸς μὲν οὗτος ἐν τοῖς ἠθικοῖς ὁ σκοπός· ἐν δὲ τῷ πρώτῳ βιβλίῳ τῆς πραγματείας περὶ τοῦ τέλους ζητεῖ πρὸς ὃ αἱ ἀρεταὶ φέρουσι κατορθούμεναι, ὅπερ εὐδαιμονία παρὰ τοῖς πάλαι σοφοῖς ὀνομάζεται. τοῦτο δέ ἐστι καὶ τὸ τέλος τῆς ἀνθρωπίνης ζωῆς, οὗ ἕνεκα ὁ ἄνθρωπος ἐν τῷ παρόντι κόσμῳ παράγεται. ἔστι δὲ τοῦτο ἐξ ἀρχῆς μὲν μετριοπάθεια, τὸ ἀγριαῖνον καὶ ἄμετρον τῶν συνεζευγμένων ἡμῖν ἀλόγων παθῶν καταστέλλουσα καὶ ὡς ἀρχηγῷ τῷ λόγῳ ἄγεσθαί τε καὶ φέρεσθαι πείθουσα,2 τελευταῖον δὲ καταντᾷ εἰς ἀπάθειαν, ὅπερ μακαριότης παρ’ ἡμῖν λέγεται. δεῖ γὰρ τὸν ζητοῦντα τὸ τέλειον μέχρι τῆς τελευταίας σπεῦσαι νεκρώσεως τῶν ἀλόγων δυνάμεων, ὡς μόνον τὸν λόγον ἐνεργεῖν ἐν αὐτῷ ὑπὸ τῆς ἀλογίας μηδαμῇ ἐνοχλούμενον, οὗ γενομένου ἡ τοῦ ἀνθρώπου ψυχὴ διὰ τῆς συνεχοῦς καὶ ἀδιακόπου ἐνεργείας τοῦ λόγου εἰς νοῦν ἄνεισι καὶ νοοειδὴς γίνεται ἤτοι νοῦς κατὰ μέθεξιν, εἶτα δὲ καὶ θεοειδὴς ὡς θεῷ ἑνωθεῖσα κατὰ τὸ ἐν αὐτῇ ἐγκείμενον ἕν, ὅπερ ἄνθος τοῦ νοῦ ὁ μέγας ὠνόμασε Διονύσιος.3 ζητεῖ τοίνυν ὁ Ἀριστοτέλης πρῶτον μὲν εἰ ἔστι τέλος τῶν πρακτῶν, πρὸς ὃ πρᾶξις ἀνθρώπου σπουδαίου ἀπευθύνεται ἅπασα, ἔπειτα τί ἐστι τοῦτο καὶ ἑξῆς τὰ λοιπὰ προβλήματα. τίνος δὲ ἕνεκα πρὸ τῶν ἀρετῶν περὶ τοῦ τέλους ζητεῖ; καίτοι πρὸς τέλος αἱ ἀρεταὶ καὶ πρὸς ἐκεῖνο αἱ πράξεις αἱ κατ’ αὐτὰς ἀπευθύνονται· καὶ ἔδει περὶ τούτων πρῶτον εἰπεῖν, εἶτ’ ἐπὶ ταύταις τὸν περὶ ἐκείνου λόγον ἐπαγαγεῖν. ἀλλ’ ἐπειδήπερ αἱ ἀρεταὶ πόνῳ κτᾶσθαι πεφύκασιν, ἔδει πρότερον ὁποσονοῦν εἰδέναι περὶ τοῦ τέλους καὶ τί τὸ ἐκ τῶν πόνων ἐσόμενον ἀγαθόν, ὡς ἂν προθυμότεροι πρὸς τὸ τληπαθεῖν γενησόμεθα τῆς οἰκείας ἐφιέμενοι τελειώσεως, ἔτι δὲ καὶ ἵνα σκοπὸν ἔχωμεν πρὸς ὃν ἀποβλέποντες καὶ ὥσπερ τινὰ βέλη τὰς πράξεις βάλλοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος, καθὼς καὶ αὐτὸς ἔφησεν. ἐνταῦθα μὲν οὖν ὁλοσχερέστερον περὶ αὐτῶν παραδίδωσιν, ὕστερον δὲ καθαρώτερόν τε καὶ ἀκριβέστερον ἐπὶ τὸ ἀκριβέστερον παριστῶν τὴν περὶ τῆς εὐδαιμονίας διάρθρωσιν ἐν τῷ δεκάτῳ τῆς παρούσης πραγματείας. εὐδαιμονία δὲ ἡ ἀνθρώπου τελειότης ὠνόμασται παρὰ τὸ εὖ ἔχειν τὸν δαίμονα τοῦ ἐν τελειότητι γενομένου ἀνδρός.4 δαίμονα δὲ ἐκάλουν ἐν ἡμῖν οἱ παλαιοὶ τὸ νοερὸν τῆς ψυχῆς, καθά φησι καὶ Πλούταρχος ὁ Χαιρωνεὺς ἐν τῷ λόγῳ ᾧ ἐπιγέγραπται Περὶ τοῦ Σωκράτους δαιμονίου· λέγει γὰρ ἐκεῖσε μηδὲν ἄλλο δηλοῦν τὸ Σωκράτους δαιμόνιον ἢ τὸν νοῦν τοῦ σοφοῦ, ὃς καθαρὸς ὢν καὶ ἀκριβὴς περὶ τὸ διακρίνειν τὰ πράγματα ἠδύνατο καὶ ἐκ προφάσεων μικρῶν γιγνώσκειν τὰ συμβήσεσθαι μέλλοντα. περὶ μὲν δὴ τούτων εἰρήσθω τοσαῦτα· ἤδη δὲ τῶν Ἀριστοτέλους ἀρχώμεθα ῥήσεων πρὸς σαφήνειαν τούτων ὁρμώμενοι καὶ τὸν αἴτιον παντὸς ἀγαθοῦ κἀν τούτοις ὡς κἀν τοῖς ἄλλοις ἅπασιν ἐπιβοώμενοι γενέσθαι συλλήπτορα.

然而,既然我们现在的论述是关于《尼各马可伦理学》,特别是关于被要求对其作出注解的这第一卷,我们现在就来说明亚里士多德在其中的旨趣是什么。总体而言,在全部十卷中,他的主旨是讲授所有的伦理德性,并对其进行专门的体系化传授,以便我们能够运用所传授的规范,并用这些规范衡量行为与言论,尽可能善美且不跌倒地度过并引导我们自己的生活。为此,该书被题名为《伦理学》,意在表明它有助于改善品格,或者表明它正是要传授这一点:一个人如何能够通过适当地操练行为与言辞而在品格上成为善良的人;至于被称为《尼各马可伦理学》,则是因为它是发表给某位尼各马可的,无论那是亚里士多德自己以此命名的儿子,还是名为此名的其他人;正如他还出版了另一部发表给某位欧德谟的《欧德谟伦理学》,具有与本部相同的效力一样。称其为伦理的,是源自习惯(ethos),将字母ε转变为η,因为每个人必须在值得称赞的活动与行为中习惯化自身,从而处于对善美与正义事物的品质状态之中,并成为一个善良且值得称赞的人。这是在各伦理著作中共同的旨趣;但是在这部著作的第一卷中,他探究德性得以成就时所趋向的目的,这在古代智者那里被称为幸福。这也是人类生命的终极目的,人正是为了这个目的而被带入现世。这一目的起初是节制情感,它压制与我们结合在一起的非理性激情的粗暴与无度,并劝导它们以理性为向导而受其引导和带领;但它最终会达到无情态,这在我们这里被称为至福。因为寻求完全的人必须努力追求直至非理性能力的最终泯灭,以便只有理性在他里面活动,完全不受非理性的扰乱;一旦达到这种状态,人的灵魂通过理性持续而不间断的活动上升至智性,并成为具有智性形式的,即通过分有而成为智性,继而又成为具有神圣形式的,因为已根据其内在的一与上帝结合在一起,伟大的狄奥尼修斯将这内在的一称为智性之花。因此,亚里士多德首先探究在可践行之事中是否存在一个终极目的,一个优秀之人的所有行为都朝向的目的;其次探究这是什么,并依次探讨其余的问题。可是,他究竟为了什么要在德性之前探究目的呢?诚然德性朝向目的,依据德性的行为也是朝向那个目的;他本应先谈论这些,然后再在它们之后引入关于那个目的的论述。但是,既然德性天生是要通过劳苦才能获得的,就必须预先在某种程度上了解目的,并了解源于劳苦的善将是什么,以便我们由于渴求自身的成全而更有热情去耐受辛劳,而且进一步以便我们拥有一块靶子,正如他自己所说,注视着它并像射箭一样投射我们的行为,我们就更有可能击中合宜之事。因此,在这里他较为粗略地传授关于这些的学说,而在本部著作的第十卷中,则更为纯粹和精确地朝向更高的精确性展示关于幸福的清晰界定。而幸福这一人类的完全状态,乃是因为处于完全状态之人的精灵处于良好状态而得名。古人将我们灵魂中的知性部分称为精灵,正如喀罗尼亚的普鲁塔克在题为《论苏格拉底的精灵》的论著中所说的那样;因为他在那里说,苏格拉底的精灵所指的不是别的,正是这位智者的智性,这一智性在明辨事物方面纯粹而精确,因而能够凭借微小的由头便洞察将要发生的事情。关于这些,便谈这么多;现在让我们开始亚里士多德的原文,迈向对这些文句的阐明,并在这些事上如同在其他一切事上一样,呼求一切善的本原成为我们的襄助者。

语法注4 条
  1. 1.0ὡς ἂν τοῖς παραδεδομένοις κανόσι χρώμενοι καὶ τούτοις πράξεις ἅμα καὶ λόγους παραμετροῦντες καλῶς καὶ ἀπταίστως ὅσον ἐνδέχεται τὸν οἰκεῖον βίον διεξάγοιμέν τε καὶ διευθύνοιμεν

    由连词 ὡς ἄν 引导并支配祈愿语气(διεξάγοιμεν, διευθύνοιμεν)的目的从句。在古典希腊语中此类目的从句多接虚拟语气,但在晚期散文中常接带有潜在可能色彩的祈愿语气以表达预期的意图。

  2. 1.0ἔστι δὲ τοῦτο ἐξ ἀρχῆς μὲν μετριοπάθεια, τὸ ἀγριαῖνον καὶ ἄμετρον τῶν συνεζευγμένων ἡμῖν ἀλόγων παθῶν καταστέλλουσα καὶ ὡς ἀρχηγῷ τῷ λόγῳ ἄγεσθαί τε καὶ φέρεσθαι πείθουσα

    虽然主句的主语是中性代词 τοῦτο,但随后的分词 καταστέλλουσα 和 πείθουσα 却采取阴性主格单数形式,与表语名词 μετριοπάθεια(阴性)保持一致。这是分词依附于表语性成分而非语法主语的吸引一致(述语一致)现象。

  3. 1.0κατὰ τὸ ἐν αὐτῇ ἐγκείμενον ἕν, ὅπερ ἄνθος τοῦ νοῦ ὁ μέγας ὠνόμασε Διονύσιος

    关系代名词 ὅπερ 指称前文的中性短语 τὸ ἐν αὐτῇ ἐγκείμενον ἕν,并充当动词 ὠνόμασε 的直接宾语。短语 ἄνθος τοῦ νοῦ 则作为宾语补足语(表语性宾格),构成命名类动词的双宾格结构(“伟大的狄奥尼修斯称之为智性之花者”)。

  4. 1.0παρὰ τὸ εὖ ἔχειν τὸν δαίμονα τοῦ ἐν τελειότητι γενομένου ἀνδρός

    介词 παρά 带有宾格定冠词的不定式(τὸ εὖ ἔχειν),用以表示词源的由来(“由于……/源于……”)。宾格 τὸν δαίμονα 充当不定式的逻辑主语,并受到属格短语 τοῦ ἐν τελειότητι γενομένου ἀνδρός 的修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:4.8-5.22