- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:497.21-498.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解亚里士多德《尼各马可伦理学》1168a19中关于“爱类似于施作,而被爱类似于受动”的命题。他论证了施作与超越的可爱性以及施恩者的活动体现在受恩者之中,并借助亚历山大与亚里士多德的例证阐释了原文的语句构造与意旨。
" Καὶ ἡ μὲν φίλησις ποιήσει ἔοικε, τὸ φιλεῖσθαι δὲ τῷ πάσχειν." Εἰ τὸ ὑπερέχειν μᾶλλον καὶ οἷον ἄρχειν φιλοῦμεν ἢ τὸ ὑπερέχεσθαι καὶ ἄρχεσθαι, τὸ δὲ εὖ δρᾶν καὶ εὐεργετεῖν ὑπερέχειν ἐστίν, ὑπερέχεσθαι δὲ τὸ εὖ πάσχειν, φυσικῶς ἄρα φιλοῦμεν τὸ εὐεργετεῖν καὶ εὖ ποιεῖν. τὸ δὲ εὐεργετεῖν αὐτός ἐστιν ὁ εὐεργετούμενος.1 φυσικῶς ἄρα μᾶλλον φιλεῖ ὁ εὐεργέτης τὸν εὐεργετηθέντα ἤπερ ὁ εὐεργετηθεὶς τὸν εὐεργετήσαντα. τὸ μὲν εὐεργετεῖσθαι γὰρ ὑπερέχεσθαί ἐστι, τὸ δ’ ὑπερέχεσθαι ὑπόπικρον καὶ ἀφίλητον· τὸ ὑπερέχεσθαι ἄρα ἀφίλητόν ἐστι. τὸ δ’ ὑπερέχεσθαι τοῦ ὑπερεχομένου ἐν τῷ τοῦ ὑπερέχοντος ὁρᾶται ὑπεροχῇ, ὥστε ἀφίλητος ὁ ὑπερέχων· ὥστε καὶ ὁ εὐεργέτης ὡς ὑπερέχων. πάλιν τὸ εὐεργετεῖν ὑπερέχειν ἐστί, τὸ ὑπερέχειν φιλητόν, τὸ εὐεργετεῖν φιλητόν. ὁρᾶται δὲ τοῦ εὐεργέτου ὑπεροχὴ καὶ τὸ εἶναι αὐτοῦ, ᾗ ὑπερέχων καὶ ᾗ εὐεργέτης ἐν τῷ ὑπερεχομένῳ καὶ εὐεργετηθέντι. φιλητὸς ἄρα ὁ εὐεργετηθεὶς καὶ φυσικόν ἐστι τὸ μᾶλλον φιλεῖν τὸν εὖ δράσαντα ἢ τὸν εὖ παθόντα. ὅτι δὲ ὁ εὐεργέτης ἐν τῷ εὐεργετηθέντι ἐστὶ καὶ ἡ ἐνέργεια αὐτοῦ πρόδηλον. ὡς γὰρ τοῦ ζωγράφου ᾗ ζωγράφος καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῇ εἰκόνι ὁρᾶται, ὁμοίως καὶ τοῦ ὑγιάσαντος ἐν τῷ ὑγιασθέντι, οὕτως καὶ τὸ τοῦ εὐεργέτης εἶναι ᾗ εὐεργέτης2 καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῷ εὖ παθόντι ἐστίν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· δεῖ δὲ καὶ τὴν λέξιν ἐπιδραμεῖν. ἡ μὲν οὖν φίλησις, φησί, καὶ τὸ φιλεῖν ἔοικε ποιήσει, ἡ δὲ ποίησις ἐν τῷ ποιοῦντι, ὥσπερ καὶ ἡ πάθησις ἐν τῷ πάσχοντι. εἰ οὖν ἡ φίλησις ἔοικε ποιήσει, ἡ δὲ ποίησις ἐν τῷ ποιοῦντι, ὁ δὲ ποιῶν ὁ εὐεργετῶν ἐστιν ἀλλ’ οὐχ ὁ εὐεργετούμενος, ἡ φίλησις ἄρα καὶ τὸ φιλεῖν ἐν τῷ εὐεργετοῦντί ἐστι καὶ οὐ τῷ εὐεργετουμένῳ. ἰστέον δὲ ὅτι ἡ ποίησις καὶ ἡ πάθησις τῷ μὲν ὑποκειμένῳ, ὡς καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις, ἕν εἰσι, τῷ λόγῳ δὲ διαφέρει· καὶ εἴρηται περὶ τούτων ἐν τῇ Φυσικῇ ἀκροάσει ἐπὶ πλέον. ἐπεὶ οὖν ἡ φίλησις ὡς ποίησις ἐν τῷ ποιοῦντι καὶ εὐεργετοῦντί ἐστι, φυσικῶς ἕπεται τοῖς ὑπερέχουσιν ἐν τῇ πράξει καθ’ ἣν ὑπερέχει τὸ φιλεῖν καὶ τὰ φιλικὰ τῷ μᾶλλον φιλεῖν τοὺς ὑπερέχοντας,3 ἤτοι τοὺς εὐεργέτας· πρᾶξιν δὲ εἶπε τὴν εὐεργεσίαν καὶ εὐποιίαν. καὶ εἴη ἂν τὸ τοῖς ὑπερέχουσιν ἐν τῇ πράξει ταὐτὸν τῷ τοῖς ὑπερέχουσι κατ’ ἐκεῖνο, καθ’ ὃ εὖ δρῶσιν. ἐνδέχεται γὰρ τὸν ὑπερέχοντα ἐν τούτῳ καθ’ ὃ εὖ δρᾷ ὑπερέχεσθαι κατ’ ἄλλο. ὡς ὁ Ἀλέξανδρος ὁ βασιλεὺς ταῖς μὲν στρατηγικαῖς ἐμπειρίαις καὶ τῷ πλούτῳ ὑπερεῖχε τοῦ οἰκείου καθηγεμόνος Ἀριστοτέλους, ταῖς δ’ ἐπιστήμαις πάνυ πολλῷ ὑπερείχετο. τὸ δὲ φιλεῖν καὶ τὰ φιλικὰ ἐκ παραλλήλου κεῖται.
“并且,爱类似于施作,而被爱则类似于受动。” 如果我们比起被超越和被统治更喜欢超越和好似统治,而行善与施恩是超越,受恩是被超越,那么我们自然本性上便喜欢施恩与行善。而施恩[的对象与体现]乃是受恩者自身。因此,施恩者自然本性上更爱受恩者,胜过受恩者爱施恩者。因为受恩乃是被超越,而被超越是略带苦涩且不可爱的;所以被超越是不可爱的。而被超越者的被超越状态表现在超越者的优越之中,因此超越者是不可爱的;从而施恩者作为超越者也是如此。另一方面,反过来说,施恩是超越,超越是可爱的,施恩也就是可爱的。而施恩者的优越以及他作为超越者和施恩者所是的所是,乃是表现在被超越者和受恩者之中的。因此受恩者是可爱的,行善者比受善待者爱得更深乃是出于自然本性。施恩者及其现实活动在受恩者之中,这一点也是显而易见的。因为正如画家作为画家及其现实活动表现在画像之中,同样医治者表现在被医治者之中,施恩者作为施恩者的存在及其现实活动也同样在受善待者之中。这便是所说之话的要旨;但还必须浏览一下其文句。他说,爱亦即施爱类似于施作,而施作是在施作者之中,正如受动是在受动者之中一样。因此,如果爱类似于施作,而施作在施作者之中,施作者是施恩者而非受恩者,那么爱亦即施爱便是在施恩者之中,而不在受恩者之中。应当知道,施作与受动在基底上是一回事,如同上坡路与下坡路,但在定义上却有所不同;关于这些在《物理学》中已有更详尽的论述。因此,既然爱作为施作存在于施作与施恩者之中,那么爱与友爱之事便自然本性上跟随着在行动上处于超越地位的人——在他们借以超越的行动上——因为超越者即施恩者爱得更深;他把施恩与行善称为“行动”。而“在行动上超越者”与“在他们藉以行善的方面超越者”当是一回事。因为在借以行善的方面处于超越地位的人,完全可能在另一方面被超越。正如亚历山大国王在军旅经验和财富上超越了自己的导师亚里士多德,但在诸门知识上却远远被超越。而“爱与友爱之事”乃是并列置放的。
- 8.27τὸ δὲ εὐεργετεῖν αὐτός ἐστιν ὁ εὐεργετούμενος
实质化不定词 τὸ εὐεργετεῖν 作主语,谓语为 αὐτός ἐστιν ὁ εὐεργετούμενος。此句表达一种同一性,意指受恩者自身即是施恩这一活动的归宿、对象或其现实体现。
- 8.27τὸ τοῦ εὐεργέτης εἶναι ᾗ εὐεργέτης
在冠词 τὸ 所引导的不定词 εἶναι 的述语补足语中,主格 εὐεργέτης 未受属格支配而保留主格(同格吸引)。整个短语构成实质化的名词短语,意为“施恩者作为施恩者的所是(本质)”。
- 8.27φυσικῶς ἕπεται τοῖς ὑπερέχουσιν ἐν τῇ πράξει καθ’ ἣν ὑπερέχει τὸ φιλεῖν καὶ τὰ φιλικὰ τῷ μᾶλλον φιλεῖν τοὺς ὑπερέχοντας
动词 ἕπεται 的主语为 τὸ φιλεῖν καὶ τὰ φιλικὰ,其后跟随与格补足语 τοῖς ὑπερέχουσιν。关系从句 καθ’ ἣν ὑπερέχει 修饰先行词 τῇ πράξει(单数动词 ὑπερέχει 的主语为隐含的超越者个体)。句末的 τῷ μᾶλλον φιλεῖν τοὺς ὑπερέχοντας 为冠词加不定词构成的因由/方式与格短语,意为“由于超越者爱得更深”。
