← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§496.19-497.20

铭记高尚与有用之事所带来的愉悦

欧斯特拉提乌斯对《尼各马可伦理学》第9卷第7章(1168a17)中“对高尚之事的记忆令人愉悦,对有用之事的记忆则不甚愉悦”作了两种解释:其一是指明目的与手段在过去和将来之间的愉悦差异;其二是指施恩者的活动虽已属过去,但因其铭记的是存留的高尚目的,而受惠者仅记住有用的手段,以此化解针对亚里士多德论证的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.26

" Ἥ τε μνήμη τῶν μὲν καλῶν ἡδεῖα, τῶν δὲ χρησίμων οὐ πάνυ." Τὴν παροῦσαν λέξιν δύναταί τις νοεῖν καὶ ὡς ἁπλῶς οὕτω ῥηθεῖσαν εἰς διάκρισιν τῆς διαφορᾶς, ᾗ διαφέρουσι τὰ παρεληλυθότα καλὰ καὶ χρήσιμα τῶν μελλόντων καλῶν καὶ χρησίμων· δύναται καὶ ὡς λύσιν ἐπινοεῖν τινος ἀπορεῖσθαι δυναμένου πρὸς τὰ παρόντα. καὶ κατὰ μὲν τὴν προτέραν λέγοι ἄν, ὅτι τῶν μὲν καλῶν ἡ μνήμη μᾶλλον ἡδεῖα, τῶν δὲ χρησίμων ἧττον· ἐπὶ δὲ τοῦ μέλλοντος ἔμπαλιν τῶν μὲν χρησίμων μᾶλλον ἡδεῖα, τῶν δὲ καλῶν ἧττον. ἐπειδὴ γὰρ τὰ καλὰ τέλη, τὰ δὲ χρήσιμα τῶν πρὸς τὰ τέλη, καὶ δίχα τῶν πρὸς τὰ τέλη γενέσθαι τὰ τέλη ἀδύνατον, μᾶλλον ἡμῖν ἐστιν ἡδέα τὰ χρήματα ἐπὶ τῶν μελλόντων, ὡς μελλόντων ἡμῶν δι’ αὐτῶν τεύξεσθαι τῶν καλῶν. ἐπὶ δὲ τοῦ παρεληλυθότος τὸ τέλος τὸ καλὸν γέγονε, καὶ οὐ μέλλει γενέσθαι, γεγονότος δὲ οὐδεμία τῶν πρὸς ἐκεῖνο χρεία, ὥστε οὐδὲ ἡδεῖα ἡ μνήμη τῶν τοιούτων, ἢ εἰ ἔστιν, ἀλλ’ ἧττόν γε τοῦ τέλους. μᾶλλον γὰρ ἡδεῖα τῆς γεγονυίας νίκης ἡ μνήμη τῶν χρησιμευσάντων εἰς αὐτήν.1 ἢ οὖν οὕτω χρὴ ὑπολογίζεσθαι τὰς παρούσας συλλαβὰς ἢ ῥητέον, ὅτι ὡς λύσιν ἐπήγαγε ταύτας, ἀπορίας δυναμένας φέρεσθαι πρὸς τὰ εἰρημένα. εἶπε γὰρ ἄν2 τις ‘πῶς, Ἀριστότελες, ἥδιστόν ἐστι τὸ κατὰ τὴν ἐνέργειαν καὶ τὸ ἥδιστον μᾶλλον φιλητόν, καὶ διὰ τοῦτο φιλεῖται ὁ εὖ παθὼν ὡς κατὰ τὴν παροῦσαν ἐνέργειαν ὤν. εἰ μὲν γὰρ ὁ εὐεργέτης νῦν εὐεργετεῖ καὶ νῦν ἐνήργει τὴν πρὸς τὸν εὖ πεπονθότα εὐεργεσίαν, εἶχεν ἂν τὰ λεγόμενά τι εὔλογον. ἐπεὶ δὲ οὐκ ἐνεργεῖ, ἀλλ’ ἐνήργει καὶ δέδρακε, πῶς οἷόν τέ ἐστι λέγειν, ὅτι διὰ τοῦτο μᾶλλον φιλεῖ, διότι ἐνεργεῖ; πρὸς ταύτην οἶμαι τὴν ἔνστασιν ἐπήγαγε ταῦτα δυνάμει λέγων, κἂν μὴ θεῖτό τις τὸν εὐεργέτην δρᾶν καὶ ἐνεργεῖν περὶ τὸν εὐεργετηθέντα ἀλλὰ δεδρακέναι καὶ ἐνεργηκέναι, καὶ οὕτω συμβαίνει τὸ φυσικῶς μᾶλλον φιλεῖν τὸν εὖ δράσαντα ἢ τὸν εὖ παθόντα. εἰ γάρ ἐστι μᾶλλον ἡδεῖα καὶ μᾶλλον φιλητὴ ἡ μνήμη τῶν καλῶν τῆς τῶν χρησίμων μνήμης, δέδρακε δὲ καὶ πέπραχε τὰ χρήσιμα, οἷς ἐπηκολούθησε τὰ καλά, ἃ δὴ καλὰ καὶ μένει καὶ ἔστι, μέμνηται δὲ ἀμφοτέρων, ἀλλ’ ὁ μὲν δράσας τῶν τελῶν, ἤτοι τῶν ἐπιγεγονότων καλῶν (ταῦτα γὰρ καὶ ὁρᾷ διότι καὶ ταῦτα πάρεστι καὶ σώζεται), ὁ δὲ εὖ παθὼν οὐ τούτων ἀλλὰ τῶν χρησίμων. τοῦ γὰρ δάνους μόνου μέμνηται ὁ δανεισάμενος, ἀλλ’ οὐ τῶν ἐκ τοῦ δάνους ἐπιγινομένων αὐτῷ καλῶν, καὶ οὕτω συνάγεται τὸ φυσικῶς μᾶλλον φιλεῖν τὸν εὐεργέτην, ἧττον δὲ τὸν εὖ παθόντα. ὅτι δὲ οὐ μέμνηται τῶν ἐπιγινομένων σχεδὸν ἅπαντα καλῶν, δῆλον ἐκ τοῦ καὶ βαρυθυμεῖν μεμνημένους,3 ὅτι ἐδανείσαντο καὶ ὅτι ἐκ τοιαύτης αἰτίας εὐποροῦσι νῦν καὶ εὖ ἔχουσι.

“而对高尚之事的记忆是令人愉悦的,对有用之事的记忆则不甚愉悦。” 人们既可以把当前的语句理解为仅仅是为了辨明过去的和将来的高尚及有用之物藉以相互区别的差异而如此说的;也可以将它构想为对眼下论题可能提出的某种疑难的解决。按照前一种理解,人们会说,对高尚之事的记忆较为愉悦,对有用之事的记忆则较不愉悦;而在将来的情况下则相反,对有用之事的[期待]较为愉悦,对高尚之事的[期待]则较不愉悦。因为既然高尚之事是目的,而有用之事属于通向目的之物,且若无通向目的之物,目的便不可能产生,所以在将来的事物上,财物对我们来说更为愉悦,因为我们即将通过它们获得高尚之物。但在过去的事物上,高尚的目的已经产生,而非将要产生,而在它产生之后,对通向它的事物的需要便荡然无存,以致对这类事物的记忆甚至是不愉悦的,或者即使愉悦,至少也比目的的记忆逊色。因为对已取得的胜利的记忆,比对服务于胜利之物的记忆更为愉悦。因此,要么应当这样看待当前的文字,要么应当说,鉴于可能对所说之事提出疑难,他提出这些话乃是作为一种解决。因为有人可能会说:“亚里士多德啊,合乎现实活动者怎么会是最令人愉悦的,而最令人愉悦的怎么会是更可爱的,且因此受善待者怎么会作为合乎当前的现实活动者而受爱戴呢?因为如果施恩者如今正在施恩,如今正对受善待者践行善行,所说的话倒有某种合情合理之处。但既然他并未在活动,而是曾经活动且已行善,又怎能说他正是因为在活动而爱得更深呢?”我认为,正是针对这一反驳,他引出了这些话,其实际意思是说,哪怕人们不假定施恩者正在对受惠者行事与活动,而是假定他曾经行事并曾经活动,即使如此,自然本性上行善者比受善待者爱得更深这一结论依然成立。因为如果对高尚之事的记忆比对有用之事的记忆更为愉悦且更为可爱,而[施恩者]做成并完成了有用之事,且高尚之事随之而来,这些高尚之事确实存留且存在,并且[双方]对二者皆有记忆,然而行事者记住的是目的,即随后产生的高尚之事(因为他也看见了这些,因为它们现存并得以保全),而受善待者记住的却不是这些,而是有用之事。因为借贷者只记住借款,而不记住由借款给他带来的高尚之事,于是便推导出施恩者依本性爱得更深,而受善待者爱得较浅。而他们几乎完全不记得随后产生的高尚之事,这一点从他们一想到自己曾经借贷、以及由于这样的原因如今才富足且状况良好时甚至感到懊恼也显而易见。

语法注3 条
  1. 8.26μᾶλλον γὰρ ἡδεῖα τῆς γεγονυίας νίκης ἡ μνήμη τῶν χρησιμευσάντων εἰς αὐτήν

    带有倒置(hyperbaton)的比较句构。τῶν χρησιμευσάντων εἰς αὐτήν 是由比较级 μᾶλλον ἡδεῖα 所支配的比较属格,与主语 ἡ μνήμη τῆς γεγονυίας νίκης(其中 τῆς γεγονυίας νίκης 是充当 μνήμη 之宾格性属格)构成对比。在比较的第二项中,名词 ἡ μνήμη 被承前省略。

  2. 8.26εἰ μὲν γὰρ ὁ εὐεργέτης νῦν εὐεργετεῖ καὶ νῦν ἐνήργει ... εἶχεν ἄν

    现在与事实相反的虚拟条件句(反事实句)。带有时间副词 νῦν 的未完成过去时直陈式 ἐνήργει 以及主句中的 ἄν 加上未完成过去时 εἶχεν ἄν 表达对现在事实的否定假设(“如果他如今正活动……便会有合情合理之处”)。与前面的现在时 εὐεργετεῖ 并列,展现了反驳者所设想的假定情境。

  3. 8.26δῆλον ἐκ τοῦ καὶ βαρυθυμεῖν μεμνημένους

    由介词 ἐκ 引导的定冠词不定式句构。μεμνημένους 是与不定式 βαρυθυμεῖν 的逻辑主语(受惠者们)保持一致的宾格分词。副词性小词 καί 修饰不定式 βαρυθυμεῖν,表示强调(“甚至从他们回忆起……感到懊恼这一事实即可看出”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:496.19-497.20