← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§495.8-496.18

活动记忆与希望的快乐及施恩者之爱

优斯特拉修注解亚里士多德关于现实活动、记忆与希望之快乐的论述(1168a13),阐明施恩者的作品(受惠者)作为现在的活动而留存,而作为达到目的之手段的受动与有用性则在使用后消逝,由此确立施恩者之爱更为持久深厚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.25

" Ἡδεῖα δ’ ἐστὶ τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ μέλλοντος ἡ ἐλπίς, τοῦ δὲ γεγενημένου ἡ μνήμη." Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ διὰ τί μᾶλλον φιλοῦσιν οἱ εὐεργετήσαντες τοὺς εὐεργετηθέντας παρὸ οἱ εὖ παθόντες τοὺς εὐεργέτας. εἴη δ’ ἂν ἡ ἀγωγὴ τοῦ λόγου τοιαύτη. εἰ τὸ ἡδὺ φιλητὸν καὶ τὸ μᾶλλον ἡδὺ μᾶλλον φιλητόν, ἀλλὰ μὴν τὸ ἡδὺ φιλητὸν καὶ τὸ μᾶλλον ἡδὺ μᾶλλον φιλητόν. ἡδεῖα δέ ἐστι τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ γεγενημένου ἡ μνήμη, τοῦ δὲ μέλλοντος ἡ ἐλπίς. ἢ γὰρ ἐνεργῶν τὰ καλὰ ἥδεταί τις ἢ μεμνημένος ὧν ἔπραξε καλῶν ἢ ἐλπίζων τυχεῖν ἀγαθοῦ τινος. εἰσὶ δὲ μᾶλλον ἡδέα φύσει τὰ παρόντα καὶ μᾶλλον ἥδει καὶ εὐφραίνει τῶν οἰχομένων καὶ μελλόντων. καὶ ἔστιν ὁ μὲν εὖ δράσας, ὡς δείξει, ὡς τὸ παρεληλυθός, ὁ δὲ εὖ παθὼν ὡς τὸ παρὸν καὶ ἔτι μένον. μᾶλλον ἄρα φιλητὸς ὁ εὖ παθὼν ὡς παρὼν καὶ μένων, ἧττον δὲ ὁ εὖ δράσας ὡς παρελθὼν καὶ μηκέτ’ ὤν. εἰ οὖν μᾶλλον ἡδὺ τὸ παρὸν τοῦ μέλλοντος, ἀναλογῶν δὲ ὁ μὲν εὐεργετηθεὶς τῷ παρόντι, ὁ δὲ εὐεργετήσας τῷ παρεληλυθότι,1 μᾶλλον ἄρα ἡδύς ἐστιν ὁ εὐεργετηθεὶς τοῦ εὐεργετήσαντος. εἰ δὲ μᾶλλον ἡδύς, καὶ μᾶλλον φιλητός. ἃ μὲν οὖν μέλλει λέγειν ὡς συνελόντας εἰπεῖν ταῦτά ἐστι. τίθησι δὲ πρῶτον τὸ συνεκτικώτατον τῆς ἐπιχειρήσεως λέγων ἥδιστον δὲ τὸ κατὰ τὴν ἐνέργειαν, τουτέστι τὸ παρόν· τὰ μὲν γὰρ παρελθόντα καὶ μέλλοντα ἡδέα ἀλλ’ οὐχ ἥδιστα· τὸ δὲ παρόν, ὃ κατ’ ἐνέργειαν εἶπεν, ἥδιστον· ἔστι δὲ ἥδιστον τὸ ἐπιτεταμένον ἡδύ, ὡς τὸ λευκότατον ἐπιτεταμένον λευκόν. εἰπὼν δὲ ἥδιστον τὸ κατὰ τὴν ἐνέργειαν, ἐπήγαγε καὶ φιλητὸν 〈ὁμοίως, ἤτοι καὶ μᾶλλον φιλητόν. μᾶλλον γὰρ ἡδὺ ὂν τὸ παρὸν τοῦ παρεληλυθότος καὶ μᾶλλον φιλητόν ἐστιν. εἰ δὲ〉 τὸ παρὸν μᾶλλον φιλητὸν τοῦ παροιχομένου, τοῦ δὲ εὖ δράσαντος τὸ καλὸν ἔργον μένει καὶ πάρεστιν, ὅπερ ἐστὶν αὐτὸς ὁ εὖ παθών, τοῦ δὲ εὖ παθόντος τὸ χρήσιμον οἴχεται, φυσικῶς φαίνεται μᾶλλον φιλῶν ὁ δράσας ἢ ὁ παθών, διότι, ὡς εἴρηται, μᾶλλον φιλοῦμεν φυσικῶς τὰ παρόντα τῶν μελλόντων καὶ τῶν οἰχομένων. ἀλλὰ πῶς τοῦ μὲν δράσαντος τὸ ἔργον μένει, τοῦ δὲ παθόντος τὸ πάθος οἴχεται; ἢ ὅτι τὸ μὲν τοῦ παθόντος, ὅπερ ἐστὶ τὸ χρήσιμον, τῶν πρὸς τέλος2 ἐστί, τὸ δὲ καλόν, ὅπερ ἐστὶ τοῦ δεδρακότος τέλος, καὶ οἰχομένων ἐπὶ τῶν πρακτῶν τῶν πρὸς τέλος, ἐπιγίνεται τὸ τέλος. τρίψεις γὰρ καὶ φλεβοτομίαι καὶ πόματα τῆς ὑγιείας ἕνεκα γεγονότα οὐ μένουσιν οὐδ’ εἰσὶν ὑγιασθέντος τοῦ νενοσηκότος, τὸ δὲ τέλος ἡ ὑγίειά ἐστιν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν πρακτῶν. λαβὼν γάρ τις πρός τινός τι, οἷον ὁ πεινῶν ἔφαγεν ἄρτον καὶ ἀνεκτήθη τῷ λιμῷ καταπεπτωκώς, καὶ ὁ μὲν ἄρτος τὸ χρήσιμον οἴχεται, ἡ δὲ ῥώμη πρὸς αὐτῷ γεγονυῖα τῷ φαγόντι μένει, ἢ δανεισάμενός τις νόμισμα καὶ ἐμπορευσάμενος καὶ εὐτυχοῦς γενομένης τῆς ἐμπορίας ἐξ ἀπόρου εὔπορος γέγονε, καὶ ἡ μὲν εὐπορία τὸ τέλος μένει καὶ αὐτὸς ὁ εὔπορος, τὸ δὲ χρησιμεῦσαν πρὸς αὐτὴν οἴχεται. καὶ δῆλον ἐξ ὧν ὁρῶμεν· ὅταν μὲν γὰρ πρὸς τοὺς δανειστὰς βαδίζωσιν οἱ χρήζοντες τοῦ δάνους, καὶ πολὺ καὶ μέγα νομίζουσι τὸ δάνειον, ἐπειδὰν δὲ συμβαίη αὐτοῖς δι’ αὐτοῦ εὐπόροις γενέσθαι, κατασμικρίζουσι καὶ ὡς εὐτελές τι καὶ καταπεπατημένον οἴονται τὸ δάνειον καὶ ὅλως ὡς μὴ ὂν καὶ ὡς μηδέν τι συντελέσαν πρὸς τὴν εὐπορίαν. καὶ διὰ τοῦτο ὁ μὲν δανείσας φιλεῖ, ὅτι μένει ἡ εὐπορία ἧς ἐστιν αἴτιος, ὁ δὲ δανεισάμενος οὐ φιλεῖ δι’ ἃς εἴπομεν αἰτίας.

“而令人愉悦的,对于现在而言是现实活动,对于将来而言是希望,对于过去而言是记忆。” 这也确证了施恩者为何爱受惠者胜过受善待者爱施恩者。而论证的展开可能是这样的:如果令人愉悦的是可爱的,且更令人愉悦的更可爱——而事实上令人愉悦的确实是可爱的,且更令人愉悦的更可爱;另一方面,对于现在而言现实活动是愉悦的,对于过去而言记忆是愉悦的,对于将来而言希望是愉悦的。因为人要么通过现实地从事高尚之事而感到愉悦,要么通过回忆自己所做的高尚之事而感到愉悦,要么通过希望获得某种善物而感到愉悦。并且依本性而言,现在的事物更为愉悦,比起逝去的和将来的事物更能令人愉悦和欢欣。正如他将要指出的,行善者相当于过去的事物,而受善待者则相当于现在且仍旧存留的事物。因此受善待者作为现在且存留的事物更加可爱,而行善者作为过去且不再存在的事物则较为逊色。既然现在的事物比将来的事物[过去的事物]更令人愉悦,而受惠者对应于现在的事物,施恩者对应于过去的事物,那么受惠者就比施恩者更令人愉悦。而如果他更令人愉悦,也就更可爱。简而言之,他将要说的就是这些。但他首先提出了论证中最具统摄性的要点,说“合乎现实活动者最令人愉悦”,也就是现在的事物;因为过去和将来的事物虽然令人愉悦,但并非最令人愉悦;而现在的事物——即他所说的合乎现实活动者——是最令人愉悦的。最令人愉悦的就是强化的愉悦,正如最白的就是强化的白一样。在说了合乎现实活动者最令人愉悦之后,他补充道“同样也是可爱的”,即也更可爱;因为现在的事物既然比过去的事物更令人愉悦,也就更可爱。但是,如果现在的事物比逝去的事物更可爱,且行善者的高尚作品存留且现存——这也就是受善待者本人——而受善待者的有用之物却已逝去,那么依本性来看,行善者显然比受善待者爱得更深,因为正如所言,我们依本性爱现在的事物胜过将来的和逝去的事物。然而,为什么行善者的作品存留,而受善待者的受动却逝去了呢?难道不是因为受善待者所具有的,即有用之物,属于通向目的的事物,而高尚之物,即行善者所具有的,则是目的,并且在通向目的之物在实践事务中逝去之后,目的便随之产生吗?因为为了健康而进行的按摩、放血和服药,在患病者恢复健康后并不留存,也不再存在,而健康作为目的却留存着。因此正如在这些事例中一样,在实践事务中也是如此。因为当某人从某人那里得到某种东西——正如饥饿者吃了面包,在因饥荒而倒下时恢复了精力——面包这件有用之物便逝去了,而在进食者身上产生的健壮却存留下来;或者某人借了钱币并经商,随着经商走运而由贫乏变为富足,富足作为目的与富足者本人一起存留下来,而服务于此的东西却逝去了。从我们所见的事物中也是显而易见的:因为当需要借贷的人走向债权人时,他们认为借款既多且大,而一旦他们借此变得富足,他们便轻视它,把借款视为某种低廉且被践踏的东西,全然当作不存在,当作对富足毫无贡献。正因如此,出借者爱护受贷者,因为他作为其原因的富足存留着,而借贷者则因我们所说过的原因而不爱出借者。

语法注2 条
  1. 8.25ἀναλογῶν δὲ ὁ μὲν εὐεργετηθεὶς τῷ παρόντι, ὁ δὲ εὐεργετήσας τῷ παρεληλυθότι

    分词 ἀναλογῶν(阳性单数主格)对其后由 μέν...δέ 引导的两个主格短语(ὁ μὲν εὐεργετηθεὶς ... ὁ δὲ εὐεργετήσας)构成部分同格,并与前面的 εἰ 条件从句平行,充当推论的伴随前提条件。

  2. 8.25καὶ οἰχομένων ἐπὶ τῶν πρακτῶν τῶν πρὸς τέλος, ἐπιγίνεται τὸ τέλος

    短语 οἰχομένων ... τῶν πρὸς τέλος 构成独立属格结构,其中插入了介词短语 ἐπὶ τῶν πρακτῶν(“在实践事务中”)。它在逻辑上表示时间或让步(“当/即使通向目的的事物逝去时”),修饰主句动词 ἐπιγίνεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:495.8-496.18