- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:493.31-495.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德第1168a5行(存在是可爱的,因此施恩者爱其作品),论证了存在即是现实态,受惠者是施恩者作为现实态的作品,且施恩者由于包含目的性的高尚与善,而受惠者仅得到合算之利,故施恩者爱得更深。
" Τούτου δ’ αἴτιον, ὅτι τὸ εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν." Τοῦ φυσικῶς φιλεῖν, φησίν, ἕκαστον τὸ οἰκεῖον ἔργον αἴτιόν ἐστιν, ὅτι πᾶσιν αἱρετὸν καὶ φιλητόν ἐστι τὸ εἶναι καὶ ζῆν. ἐσμὲν δὲ οὐ τῷ δύνασθαι γενέσθαι ἀλλὰ τῷ ἤδη ἐνεργείᾳ εἶναι. ὡς γὰρ οὐ λέγομεν ῥήτορα τὸ βρέφος ἀλλὰ τὸν ἔχοντα τὴν τέχνην καὶ δυνάμενον ἐνεργεῖν, καὶ ἀνδριάντα οὐ τὸν ἁπλῶς χαλκὸν ἀλλὰ τὸν ἐσχηματισμένον τῷ τοῦ ἀνδριάντος σχήματι, οὕτω καὶ ὄν, ἤτοι ἄνθρωπον ὄντα ἢ λέοντα ὄντα ἢ ἵππον ὄντα λέγομεν οὐ τὸν μήπω ὄντα, δυνάμενον δὲ γενέσθαι, ἀλλὰ τὸν ἤδη ὄντα καὶ ζῶντα καὶ ἐνεργοῦντα ἢ δυνάμενον ἐνεργήσειν. εἰπὼν δὲ ἐσμὲν δὴ ἐνεργείᾳ σαφηνίζων τί ἐστι τὸ ἐνεργείᾳ, ἐπήγαγε, τῷ ζῆν καὶ πράττειν δυνάμει ὅταν λέγωμεν,1 ὅτι ὅδε ζῇ καὶ ἐνεργεῖ ἢ δύναται ἐνεργήσειν. καὶ ἔστιν ὁ συλλογισμὸς τοιοῦτος· ὅταν λέγωμεν ἄνθρωπον τὸν ζῶντα καὶ ἐνεργοῦντα ἢ ἐνεργεῖν δυνάμενον, ὁ ζῶν καὶ ἐνεργῶν ἐνεργείᾳ ἐστίν· ὢν ἄρα ἐνεργείᾳ ἐστίν· εἰ δὴ πᾶσιν αἱρετὸν καὶ φιλητὸν τὸ εἶναι ἐνεργείᾳ, ἔστιν δὲ φέρε εἰπεῖν τὸ τοῦ Σωκράτους ἔργον οὐδὲν ἄλλο ἢ ἐνεργείᾳ αὐτὸς ὁ Σωκράτης, φιλητὸν ἄρα τῷ Σωκράτει τὸ ἔργον αὐτοῦ, ὅτι τὸ εἶναι τοῦ ποιήσαντος Σωκράτους αὐτό ἐστι τὸ ποίημα αὐτοῦ. ὅτι δὲ τὸ ἔργον αὐτός ἐστιν ὁ ἐνεργείᾳ ποιήσας οὐ πάντῃ ἄδηλόν ἐστιν. ἡ γὰρ εἰκὼν αὕτη ἐνεργείᾳ ἐστὶν ὁ ζωγράφος· ἡ γὰρ τέχνη δυνάμει ἐστὶ τὰ τεχναστά· ἡ γὰρ οἰκοδομικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ οἰκία 〈μετὰ〉 λίθων καὶ ἥδε ἄρα ἡ οἰκία ἡ οἰκοδομική ἐστι μετὰ λίθων. καὶ ἔστιν ἐν αὐτῇ τῇ οἰκίᾳ ἡ οἰκοδομική, ἤτοι ὁ οἰκοδόμος, ᾗ οἰκοδόμος ἀλλ’ οὐχ ᾗ ἄνθρωπος. εἰ οὖν ἡ οἰκοδομικὴ οἰκία ἐστὶ μετὰ λίθων, ἡ δὲ οἰκοδομικὴ ἢ οἰκοδόμος ταὐτόν, ἡ οἰκία ἄρα καὶ ὁ οἰκοδόμος ταὐτόν. καὶ ἔστιν ἡ οἰκία ἄρα ἐνεργείᾳ αὐτὸς ὁ οἰκοδόμος. ὥστε ὁ εὖ παθὼν καὶ εὐεργετηθεὶς ἢ ὁ εὖ πεπονθὼς καὶ εὐεργετηθεὶς αὐτός ἐστιν ὁ εὐεργετήσας. τὸ ἄρα εἶναι καὶ ἡ ἐνέργεια τοῦ εὐεργετήσαντος ἐν τῷ εὐεργετηθέντι ἐστί. φιλητὸν δὲ τὸ εἶναι, φιλητὸς ἄρα καὶ ὁ εὐεργετηθεὶς τῷ εὐεργετήσαντι· ὁ δὲ εὐεργετήσας οὐ φιλεῖται παρὰ τοῦ εὐεργετηθέντος, ὅτι τὸ εἶναι τοῦ εὖ παθόντος οὐκ ἔστιν ἐν τῷ εὖ ποιήσαντι. οὐδὲν γὰρ ἀπὸ τοῦ εὖ παθόντος πρὸς τὸν εὖ δράσαντα γέγονεν, οὐδέ ἐστιν αὐτοῦ τι ἐν ἐκείνῳ. ἅμα δὲ καὶ τῷ μὲν εὐεργετηκότι καλὸν τὸ κατὰ τὴν πρᾶξιν. ὁ μὲν εὖ ποιήσας ἔπραξέ τι καλὸν πρακτὸν καὶ τὸ τοιοῦτον πρακτὸν αὐτός ἐστιν ὁ εὖ παθών, ᾗ εὖ πέπονθε, καὶ μένει τὸ ἔργον αὐτοῦ τοῦ δράσαντος εὖ (ἐν δὲ τῷ εὖ ποιήσαντι οὐδέν τι καλόν ἐστι τοῦ εὖ παθόντος), ὥστε εὖ δράσας χαίρει ὁρῶν τὸ οἰκεῖον ἔργον καὶ φιλεῖ. ὁ δὲ εὖ πεπονθὼς μηδέν τι βλέπων οἰκεῖον ἐν τῷ εὖ ποιήσαντι οὔτε χαίρει οὔτε φιλεῖ. εἰπὼν δὲ παθόντι οὐδὲν καλὸν ἐν τῷ δράσαντι, ὅπερ ταὐτόν ἐστι τῷ τοῦ δὲ παθόντος εὖ οὐδέν τι καλὸν ἐμφαίνεται ἐν τῷ δράσαντι, ἐπήγαγεν ἀλλ’ εἴπερ ἄρα, συμφέρον ἐστὶν ἀλλ’ οὐ καλόν. τὸ συμφέρον γὰρ τοῦ εὖ πάσχοντος ἐν τῷ εὖ ποιοῦντί ἐστι. τὸ δὲ συμφέρον ἧττόν ἐστιν ἡδύ· μᾶλλον γὰρ ἡδὺ καὶ μᾶλλον φιλητὸν τὸ ἀγαθὸν τοῦ συμφέροντος. συμφέρον μὲν γάρ ἐστι τὸ χρήσιμον, χρήσιμον δὲ δι’ οὗ γίνεται ἀγαθόν τι· ἔστι οὖν τὸ ἀγαθὸν ὡς τέλος, τὸ δὲ συμφέρον τῶν ὡς πρὸς τέλος. μᾶλλον δὲ ἀγαπῶμεν τὴν ὑγίειαν, τέλος οὖσαν τῆς φλεβοτομίας καὶ τῆς καθάρσεως, αἵτινες διὰ τὴν ὑγίειαν γίνονται· μᾶλλον ἄρα τὸ ἀγαθὸν ὡς τέλος. τὸ δὲ συμφέρον τῶν ὡς πρὸς τέλος φιλητόν ἐστι τοῦ συμφέροντος δι’ οὗ συμφέροντος γίνεται τι ἀγαθόν. ἐπεὶ οὖν ἐν μὲν τῷ εὖ παθόντι ἔστι τι ἀγαθὸν τοῦ εὖ δράσαντος, ἐν δὲ τῷ εὖ δράσαντι συμφέρον τι τοῦ εὖ παθόντος, μᾶλλον δὲ ὡς εἴρηται ἀγαπῶμεν τὰ ἀγαθὰ τῶν συμφερόντων, φυσικῶς ἄρα συμβαίνει μᾶλλον ἀγαπᾶν τὸν εὐεργέτην τὸν εὐεργετηθέντα ὑπ’ αὐτοῦ παρὸ ὁ εὐεργετηθεὶς τὸν εὐεργετήσαντα.2
“而其原因在于,存在对所有人而言都是值得选择的和可爱的。” 他说,人人依本性爱自己的作品的原因在于,存在与生活对所有人而言都是值得选择的和可爱的。而我们之所以存在,并不是由于能够生成的潜能,而是由于已经现实地存在。因为正如我们不把婴儿称为修辞学家,而把拥有技艺且能现实活动的人称为修辞学家,也不把单纯的青铜称为雕像,而把由雕像的形式塑造出的东西称为雕像一样,同样,我们称之为存在物的东西——即作为人而存在、作为狮子而存在或作为马而存在——也不是那尚未存在但能够生成的东西,而是那已经存在、活着且现实活动着或能够现实活动的东西。在说了“我们现实地存在”之后,为了说明什么是“现实地”,他补充道:“通过生活与行动”——这是在潜在地指称当我们说某人正活着且现实活动或能够现实活动的时候。而这一推论是这样的:当我们把活着且现实活动或能够现实活动的人称为人时,活着且现实活动的人是处于现实态中的;因此存在者是处于现实态中的。既然现实地存在对所有人而言都是值得选择且可爱的,而比方说苏格拉底的作品无非是处于现实态中的苏格拉底本人,那么对于苏格拉底而言,他的作品也就是可爱的,因为制作的苏格拉底的存在本身就是他的制作物。而作品就是现实中进行制作的人自身,这并非全然不清楚。因为这幅肖像现实地就是画家;因为技艺潜在地就是技艺产品;因为建筑术无非就是结合了石料的房屋,因此这座房屋也就是结合了石料的建筑术。并且在房屋本身中存在着建筑术,即建筑师,只要他是建筑师,而不是只要他是人。既然建筑术是结合了石料的房屋,而建筑术与建筑师是同一的,那么房屋与建筑师也就是同一的。因此房屋现实地就是建筑师本人。从而,那受善待且受惠者,或者受惠且受施恩者,就是施恩者本人。因此施恩者的存在与现实活动是在受惠者之中的。而既然存在是可爱的,受惠者对于施恩者而言也就是可爱的;但施恩者却不被受惠者所爱,因为受善待者的存在并不在施恩者之中。因为从受善待者那里并没有产生出任何及于行善者的东西,在那个人之中也没有任何属于受善待者的东西。同时,“对于施恩者而言,切合于行动之事是高尚的”。行善者实行了某种高尚的可行之事,而这样一件可行之事就是受善待者本身(就其受到善待而言),行善者的作品长存(而在行善者之中却没有任何属于受善待者的高尚之事);因此行善者看到自己的作品便感到喜悦并予以爱护。但受善待者在行善者之中看不到任何属于自己的东西,既不感到喜悦也不予以爱护。在说了“对于承受者而言,施加者之中没有任何高尚之事”——这等同于“施加者之中并未显现出任何属于受善待者的高尚之事”——之后,他补充道:“但如果真有的话,那是合算的,却不是高尚的”。因为受善待者的利益是在行善者之中的。而合算之事在令人愉悦上较逊一筹;因为善比起合算之事来,更为愉悦,也更为可爱。因为合算之事就是有用的东西,而有用的东西则是借此产生某种善的东西;因此善作为目的而存在,而合算之事则属于通向目的的事物。比起放血和净泻,我们更珍惜健康,健康是放血和净泻的目的,而它们则是为了健康而发生;因此善作为目的更为可爱。而属于通向目的之事的合算之事,乃是由于借以产生某种善的合算事物而受到喜爱的。既然在受善待者之中有行善者的某种善,而在行善者之中有受善待者的某种合算之事,且正如所言,我们珍惜善胜过合算之事,那么施恩者爱受其恩惠者胜过受惠者爱施恩者,就是依本性而发生的。
- 8.24ἐπήγαγε, τῷ ζῆν καὶ πράττειν δυνάμει ὅταν λέγωμεν
亚里士多德的原话“τῷ ζῆν καὶ πράττειν”(通过生活与行动)作为引语作动词 ἐπήγαγε(补充道)的宾语。δυνάμει(潜在地)修饰接下来的 ὅταν 引导的从句(当我们说……时),注疏者在此意指第一现实态(拥有能力)与第二现实态(行使活动)之间的区分。
- 8.24παρὸ ὁ εὐεργετηθεὶς τὸν εὐεργετήσαντα
παρὸ 为 παρ' ὅ 的合并形式,在比较结构中充当“胜过/比……”之意,呼应前文的比较级 μᾶλλον ἀγαπᾶν(更爱……),引出比较基准分句“胜过受惠者[爱]施恩者”。
