← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§492.19-493.30

施恩者爱受惠者的自然原因与对自身作品的爱

厄斯特拉提奥斯解释了亚里士多德关于施恩者更爱受惠者的合乎自然的原因,驳斥了众人基于借贷关系的解释,指出这种爱根植于人对自身作品的自然之爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.23

" Ἔοικε δ’ ἀνθρωπικῷ· ἀμνήμονες γὰρ οἱ πολλοί." Εἰπὼν ἃ λέγουσιν οἱ πολλοί, διὰ τί μᾶλλον δοκοῦσι φιλεῖν οἱ εὐεργέται τοὺς εὖ ὑπ’ αὐτῶν πεπονθότας, ἐντεῦθεν τίθησι τὴν οἰκείαν περὶ τούτων δόξαν. πάνυ δὲ ἀσαφῶς διὰ συντομίαν ἀπήγγειλεν ὃ βούλεται. εἴη δ’ ἂν ὃ λέγει τοιοῦτον· ἀνθρωπικῷ ἔοικε, τουτέστι οἰκεῖόν ἐστι τὸ γινόμενον τῇ τῶν ἀνθρώπων ἀμελείᾳ περὶ τὴν τῶν ἁπλῶς ἀγαθῶν ζήτησίν τε καὶ θήραν καὶ διάγνωσιν. πάντῃ γάρ εἰσιν ὀλίγοι οἱ τὰ πάθη μετρῆσαι θελήσαντες ταῖς ἀρεταῖς καὶ κοσμῆσαι ἑαυτοὺς καὶ τάξαι πότε καὶ ἐπὶ πόσον κινεῖσθαι προσήκει καὶ κατὰ νοῦν ζῆν ἐσπουδακότες, ὃς νοῦς ἐστι μάλιστα ὁ ἄνθρωπος, ὡς ἐν τῷ ἐφεξῆς λέγει βιβλίῳ. τῶν δὴ τοιούτων ὀλιγίστων ὄντων, λείπεται τοὺς λοιποὺς φαύλους εἶναι, καὶ διὰ τοῦτο καὶ ἀγνώμονας. ὁ γὰρ ἀγνώμων φαῦλος καὶ ἄφιλος πρὸς τὸν εὐεργέτην, ἐπεὶ οἱ σπουδαῖοι τοὺς εὐεργέτας φιλοῦσιν ὡς ἑαυτοὺς καὶ ἀντευποιεῖν ἐπείγονται καὶ μᾶλλον. τῆς ἀρετῆς γὰρ τὸ μᾶλλον εὖ δρᾶν ἢ μᾶλλον εὖ πάσχειν, ὡς τῆς κακίας τὸ θέλειν εὖ μᾶλλον πάσχειν 〈ἢ εὖ ποιεῖν.〉 ἐπειδὴ οὖν εὖ ποιεῖν οὐ βούλονται, διὰ τοῦτο οὐδὲ φιλοῦσι. δόξειε δ’ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον, καὶ οὐχ ὅμοιον τῷ περὶ τοὺς δανειστάς. τὴν αἰτίαν οἱ πολλοὶ ἀποδιδόναι πειρώμενοι τοῦ μᾶλλον τοὺς εὐεργέτας φιλεῖν τοὺς ὑπ’ αὐτῶν εὐεργετηθέντας, καὶ τοὺς εὐεργέτας ἀνάλογον τοῖς δανεισταῖς λαμβάνοντες, τοὺς δ’ εὖ παθόντας τοῖς ὀφειλέταις ἐπῆγον. ὥσπερ οὖν οἱ δανείσαντες φιλοῦσι τοὺς ὀφειλέτας καὶ τῆς σωτηρίας αὐτῶν ἐπιμελοῦνται, οἱ δ’ ὀφείλοντες οὐ βούλονται εἶναι καὶ ζῆν οἷς ὀφείλουσιν, οὕτω καὶ οἱ εὖ παθόντες, οἷον ὀφειλέται ὄντες τοῖς εὐεργέταις οὐδ’ εἶναι βούλονται, πολλοῦ δεῖ λέγειν ἀγαπᾶν αὐτοὺς καὶ ἀντευποιεῖν.1 ταύτην τὴν ἀπόδοσιν οὐκ ἀποδεχόμενος ὁ Ἀριστοτέλης λέγει, ὅτι τούτου φυσικώτερόν ἐστι τὸ αἴτιον καὶ οὐκ ἔστιν ὅμοιον τὸ γινόμενον τῷ περὶ τοὺς δανείζοντας καὶ δανειζομένους. οὐ γάρ ἐστι φίλησις τῶν δανειστῶν πρὸς τοὺς ὀφείλοντας (καὶ εἴρηται τί ἐστι φίλησις), ἀλλὰ βούλησις τοῦ σώζεσθαι ὅπως κομιοῦνται τὸ ἀργύριον. ὁ γὰρ βουλόμενος εἶναι καὶ σώζεσθαι, φέρε εἰπεῖν τὸν Σωκράτην, οὐκ αὐτοῦ τοῦ Σωκράτους ἕνεκα ἀλλὰ δι’ οἰκείαν χρείαν ἢ ὠφέλειαν οὐ φιλεῖ τὸν Σωκράτην οὐδὲ φίλος τοῦ Σωκράτους ἐστί, δι’ ἃς εἴρηται πρότερον αἰτίας. οὐκ ἔστι δὴ ὅμοιον τοῦτο τῷ περὶ τοὺς δανειστὰς ἀλλὰ μᾶλλον οἰκεῖον τῇ τῶν ἀνθρώπων φύσει. ὡς γὰρ φύσει πάντες ὀρέγονται τοῦ εἰδέναι, ὡς ἐν τῷ Μετὰ τὰ φυσικὰ εἴρηται, καὶ ὡς φύσει ἐφίενται τοῦ εἶναι καὶ ζῆν, οὕτως αὐτοφυῶς φιλοῦσι καὶ στέργουσι πάντες τὰ οἰκεῖα ἔργα καὶ τὰς πράξεις τὰς οἰκείας καὶ τὰ οἰκεῖα ποιήματα, οἷον οἱ πατέρες τοὺς παῖδας καὶ οἱ ποιηταὶ καὶ τραγῳδοὶ τὰ οἰκεῖα ποιήματα καὶ δράματα καὶ οἱ ῥήτορες τοὺς ἑαυτῶν λόγους καὶ οἱ τεχνῖται τὰ ἴδια τεχναστά. ὡς οὖν ἐπὶ τούτων οὕτως ἀνάγκη συμβαίνειν καὶ ἐπὶ τῶν εὐεργετησάντων καὶ εὐεργετηθέντων. ἔστι γὰρ ὁ εὐεργετηθεὶς οἷον ἔργον τοῦ εὐεργετήσαντος· ὥστε φυσικῶς ὁ εὐεργέτης φιλεῖ ὡς οἰκεῖον ἔργον τὸν εὐεργετηθέντα ὑπ’ αὐτοῦ. ἔστι γὰρ οἷον ἔργον ὁ εὐεργετηθεὶς καὶ εὖ παθὼν τοῦ εὐεργετήσαντος καὶ εὖ ποιήσαντος. φυσικῶς τοίνυν ἅπας ἀγαπᾷ τὸ οἰκεῖον ἔργον. ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ οἰκείου ἔργου ἐμψύχου γενομένου·2 ὥστε φυσικῶς ἀγαπῶσιν οἱ εὐεργέται ὡς οἰκεῖα ἔργα τοὺς εὐεργετηθέντας ὑπ’ αὐτῶν, κἂν μηθὲν ὦσι νῦν χρήσιμοι μηδ’ εἰς ὕστερον γενέσθαι μέλλοιεν.

“但这似乎切合于人性的常态;因为众人是善忘的。” 在陈述了众人关于施恩者为何似乎更爱受其恩惠者的说法之后,他从这里开始提出关于这些事情的自身见解。而由于简练,他极其不清楚地表达了他的意思。他的话大概是这样的:它切合于人性的常态,也就是说,所发生的事是人类在寻求、猎取和辨识绝对之善方面的疏忽所固有的。因为在任何地方,那些愿意用美德来衡量自己的激情、修饰自己、规划何时并在何种程度上应当受到触动、并热切地按照理智生活的人都是极少数的;而正如他在下一卷中所言,这种理智最主要地就是人。既然这样的人极少,那么其余的人就只能是卑劣的,并因此也是忘恩的。因为忘恩之人是卑劣的,且对施恩者缺乏友善,而高尚之人则像爱自己一样爱施恩者,并急于回报善行,甚至付出更多。因为多行善行而非多受善待乃是美德的特征,正如想要多受善待而非行善乃是恶劣的特征一样。既然他们不愿行善,因此他们也就不爱。另一方面,其原因似乎更为合乎自然,而不同于关涉放贷者的情形。众人试图说明施恩者更爱受其施恩者的原因,把施恩者比作放贷者,把受惠者比作债务人,以此进行推论。因此,正如放贷之人爱债务人并关照他们的安全,而负债之人却不希望债权人存在和活着一样,受惠之人仿佛是施恩者的债务人,甚至不希望施恩者存在,更不用说去珍惜他们并回报善行了。亚里士多德不接受这一解释,他说此事的原由更为合乎自然,所发生之事与关涉借贷双方的事并不相似。因为放贷者对债务人并没有爱怜(且爱怜是什么已经说明过了),而只是为了收回金钱而希望其得以保全的意愿。因为比方说,希望苏格拉底存在并得以保全的人,如果不是为了苏格拉底本身,而是为了自己的需要或利益,那么他就并不爱苏格拉底,也不是苏格拉底的朋友,其原因正如前文所述。因此,这与关涉放贷者的情形并不相似,而是更切合于人类的自然本性。因为正如《形而上学》中所说,所有人依本性都渴望求知,正如他们依本性追求存在与生活一样,所有人也同样自发地爱护和珍惜自己的作品、自己的行动以及自己的制作物,就如同父亲爱子女、诗人和悲剧作家爱自己的诗篇和戏剧、修辞学家爱自己的言论、匠人爱自己的工艺品一样。因此,正如在这些事情上如此,在施恩者和受惠者身上也必然同样发生。因为受惠者就像是施恩者的作品;因此施恩者自然地将受其施恩者当作自己的作品来爱。因为受施恩并受善待者,就像是施恩并行善者的作品。因此,人人都自然地珍惜自己的作品;或者说,[爱它]胜过从化为有生命的自身作品那里得到爱;所以,施恩者自然地将受其施恩者当作自己的作品来珍惜,即使他们现在毫无用处,在将来也不会变得有用。

语法注2 条
  1. 8.23πολλοῦ δεῖ λέγειν ἀγαπᾶν αὐτοὺς καὶ ἀντευποιεῖν

    成语 πολλοῦ δεῖ 作无人称用法,意为“远未达到……”或“更不用说……”。在此处承接前文的 οὐδ’ εἶναι βούλονται(甚至不希望他们存在),强化了否定语气,断然排除了随后的不定式短语(珍惜他们并回报善行)。

  2. 8.23ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ οἰκείου ἔργου ἐμψύχου γενομένου

    连词 ἤ 对前面的 ἅπας ἀγαπᾷ τὸ οἰκεῖον ἔργον(人人都珍惜自己的作品)起到补充或修正性的对比作用。伴有潜在希求法(ἀγαπηθείη ἄν)的被动结构引出了与动词 ἀγαπᾷ 的潜在比较,自然理解为“[爱它]胜过从化为有生命的自身作品那里[可能]得到的爱”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:492.19-493.30