← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§490.37-492.18

作为政治友爱的同心与施恩者的爱之悖论

注疏亚里士多德《尼各马可伦理学》1167b2–1167b17,阐明同心是一种政治友爱且仅存在于有德之人中,随后探讨施恩者比受恩者更爱对方这一反常现象,并检视了基于借贷比喻的大众观点及厄庇卡耳摩斯的说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.21

" Πολιτικὴ δὲ φιλία φαίνεται ἡ ὁμόνοια, καθάπερ καὶ λέγεται." Εἰπὼν ὅτι ὁμόνοιά ἐστι τὸ ὁμογνωμονεῖν περὶ τὸ συμφέρον ἢ ἑαυτοῖς ἢ τῇ πόλει ὅλῃ, λέγει ὅτι πολιτικὸν δή ἐστιν ἡ ὁμόνοια καὶ οὐχ ὁμοδοξία, τουτέστι πολιτικῆς ἐστί τι καὶ οὐχί τινος τῶν ἄλλων ἐπιστημῶν, οἷον φυσικῆς ἢ μαθηματικῆς ἢ ἄλλης ὁποιασοῦν. ἔστι δὲ πολιτικόν τι, διότι περὶ τὰ συμφέροντά ἐστι καὶ τὰ εἰς τὸ βιοῦν ἀνήκοντα. θεωρεῖται δὲ ἡ ὁμόνοια ἐν τοῖς ἐπιεικέσι, καὶ οὐκ ἐν τοῖς φαύλοις. οἱ γὰρ φαῦλοι μηδ’ ἐπὶ βραχὺ πρὸς ἑαυτοὺς ὁμονοοῦντες, ἀεὶ δὲ στασιάζοντες, θαυμαστὸν εἰ πρὸς ἄλλους καὶ μετὰ ἄλλων ὁμονοοῖεν. οἱ μὲν γὰρ σπουδαῖοι τὰ αὐτὰ ἀεὶ αἱρούμενοι καὶ τὰ αὐτὰ ἐνεργοῦντες καὶ πράττοντες, τὰ δίκαια δηλαδὴ καὶ τὰ συμφέροντα, καὶ μενόντων αὐτοῖς ἀραρότων καὶ ἀμεταπτώτων τῶν βουλημάτων, ἑπομένως τὴν ὁμόνοιαν ἀσπάζονται. τοὺς φαύλους δέ, καθάπερ εἴρηται, οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπ’ ὀλίγον, ὥσπερ καὶ φίλους εἶναι· ἐπὶ βραχὺ γὰρ ἡ φιλία αὐτῶν, πλεονεξίας γὰρ ὀρεγόμενοι καὶ τοῦ τὰ πλείονα τῶν ὠφελίμων ἔχειν, ἐν δὲ τοῖς πόνοις καὶ ταῖς ταλαιπωρίαις τὰ ἐλάττονα, ὡς ἐν τῷ πέμπτῳ βιβλίῳ περὶ ἀδίκου λέγων εἴρηκε, στασιάζουσι συνεχῶς καὶ διαφέρονται. βουλόμενος γάρ, φησίν, ἕκαστος τῶν φαύλων ἑαυτῷ περιποιεῖσθαι καὶ εἰς ἑαυτὸν ἕλκειν τὸ πλέον μὲν ἐν τοῖς ὠφελίμοις, τοὔλαττον δὲ ἐν τοῖς βλαβεροῖς τὸν πέλας ἐξετάζει καὶ πρὸς τὰς εὐθύνας ἐπισύρεται ὡς τοιούτων ἄξιον ὄντα, τουτέστι ἐλαττόνων ἐν τοῖς ὠφελίμοις καὶ συμφέρουσι, μειζόνων δὲ ἐν τοῖς βλαβεροῖς, καὶ διίστανται ἀφ’ ἀλλήλων, τοῦ κοινοῦ μὴ μένοντος κοινοῦ διὰ τὸ ἕκαστον πρὸς ἑαυτὸν ἕλκειν καὶ ἰδιοποιεῖσθαι. διά τε οὖν ταῦτα καὶ διαλύονται καὶ διίστανται καὶ διὰ τὸ ἀναγκάζειν τὰ δίκαια πράττειν, αὐτοὶ μὴ πράττοντες. πῶς γὰρ ἂν ἐγὼ πεισθείην πρᾶξαι τὰ δίκαια σοῦ μὴ πράττοντος, ἢ σὺ πράξαις ἂν ἐμοῦ μὴ ποιοῦντος; δεῖ γὰρ τὸν ἀναγκάζοντά με τὰ δίκαια πράττειν πρὸς ἐκεῖνον πρότερον ἐκεῖνον ταῦτα πρός με ποιεῖν,1 ὁμοίως δὴ κἀμὲ πρότερον δίκαιον εἶναι πρὸς ἐκεῖνον, ἂν ἀναγκάζω τὰ δίκαια πρός με ποιεῖν.

“而同心正如人们所说的那样,显现为一种城邦的友爱。” 在说明了同心乃是在关涉对自身或对整个城邦有益之事上同心合意之后,他说同心确实是城邦之事而非意见的一致,也就是说,它属于城邦的学问,而不属于其他任何学科,比如自然学、数学或任何其他学问。并且它是某种城邦之物,因为它关涉有益之事以及属于生活之事。而同心被观察到存在于通达之人中,而不存在于卑劣之人中。因为卑劣之人甚至在极短的时间内都无法与自身同心,而是始终处于党争中,他们能否与他人且与他人一同保持同心实为奇事。因为一方面,高尚之人始终抉择相同之事,并践行和实行相同之事——即正义之事与有益之事——且对他们而言意愿保持牢固而不可动摇,因而顺理成章地珍视同心;另一方面,正如已经说过的,卑劣之人除了在短时间内便不可能保持同心,正如他们也不可能成为朋友一样。因为他们的友爱只持续短时间;因为他们贪图贪得,贪图在有益之事中占有更多,而在辛劳与艰辛中占有更少,正如他在第五卷谈论不正义之人时所说的那样,他们不断地陷入内纷与争执。因为他说,每个卑劣之人都希望为自己获取并在有益之事中为自己拉取更多,而在有害之事中拉取更少,于是他审查邻近之人,并将他拖去受审,认为他配得此类事物——即在有益和合宜之事中占有更少,而在有害之事中占有更大——由于每个人都将其拉向自己并据为己有,公共之物不再保持为公共的,他们便彼此疏离。因此,既由于这些原因他们解体并疏离,亦由于强求对方行正义之事,而自己却不实行。因为如果你不实行,我怎能被说服去行正义之事,或者如果我不做,你又怎会去实行?因为强求我对他行正义之事的人,他自己必须先对我行这些事;同样地,如果我强求他对我行正义之事,我也必须先对他保持正义。

§8.22

"Οἱ δ’ εὐεργέται τοὺς εὐεργετηθέντας μᾶλλον δοκοῦσι φιλεῖν ἢ οἱ εὖ παθόντες τοὺς δράσαντας." Πάντα διέρχεται, ὅσα συμβαίνειν εἴωθεν ἁπάσαις ταῖς φιλίαις, ὧν ἐστι καὶ τὸ τοὺς εὐεργετήσαντας καὶ εὖ ποιήσαντας δοκεῖν μᾶλλον φιλεῖν τοὺς εὐεργετηθέντας καὶ εὖ παθόντας ἢ οἱ εὖ παθόντες τοὺς εὖ δράσαντας. καὶ ὡς ὄντος παραδόξου τοῦ γινομένου, ζητεῖ τὴν αἰτίαν. καὶ ὡς ἀληθῶς ἄτοπόν τι δοκεῖ τὸ μὴ μᾶλλον φιλεῖν τοὺς εὖ πάσχοντας. τοῦτο θείς, πρῶτον μὲν λέγει τὰ τοῖς πλείστοις περὶ τούτου δοκοῦντα, οἷς οὐκ ἀρέσκεται, εἶτα ἐπάγει τὰ αὐτῷ ἀρέσκοντα. λέγουσι τοίνυν οἱ πλεῖστοι, ὅτι οἱ μὲν εὐεργετηθέντες καὶ εὖ παθόντες ὀφείλουσι καὶ τρόπον τινὰ ὑπεύθυνοί εἰσι, τοῖς δὲ εὐεργετήσασιν ὀφείλεται. καὶ ἐπὶ τούτῳ οἱ μὲν εὐεργετήσαντες μᾶλλον φιλοῦσι, οἱ δὲ εὖ παθόντες ἧττον. ὡς γὰρ ἐπὶ τῶν δανείων οἱ μὲν ὀφείλοντες οὐκ εἶναι βούλονται τοὺς δεδανεικότας, οἱ δὲ δανείσαντες πρὸς τῷ θέλειν ζῆν τοὺς ὀφειλέτας καὶ ἐπιμελοῦνται τῆς σωτηρίας αὐτῶν, ἵνα λάβωσι τὸ δάνειον, οὕτω καὶ τοὺς εὐεργετήσαντας ἀνάλογον εἶναι τοῖς δανείσασι εἶναι βούλεσθαι τοὺς εὐεργετηθέντας καὶ οἷον ὀφειλέτας ὄντας, ὡς κομιουμένους τὰς χάριτας, τοῖς δ’ εὖ παθοῦσιν οὐκ εἶναι ἐπιμελὲς οὐδὲ βουλητὸν τὸ ἀνταποδοῦναι τὴν χάριν καὶ ἐπὶ τούτῳ μηδὲ βούλεσθαι μηδὲ φροντίζειν τοῦ ζῆν τοὺς εὐεργέτας. ὧν δὲ μὴ φροντίζουσι μηδὲ διαφέρον αὐτοῖς ἐστι, κἂν ζῶσι καὶ ὦσι κἂν μὴ ζῶσι, πῶς ἂν αὐτοὺς φιλεῖν λέγοιντο;2 τὴν δὲ τοιαύτην αἰτίαν τοῦ τοὺς εὖ παθόντας μὴ φιλεῖν εὐεργετήσαντας Ἐπίχαρμος εἶπε, λέγων τοὺς πολλοὺς ἐκ πονηροῦ θεωρουμένους.3 ἔστι δὲ τὸ θεωρουμένους ταὐτὸν τῷ βλέποντας, τὸ δὲ πονηροὶ τῷ ἀχάριστοι, ἀμνήμονες. ἔστι δὲ τὸ τοῦ Ἐπιχάρμου τοιοῦτον· λέγουσι ταῦτα οἱ πολλοὶ πρὸς λύσιν τοῦ ζητήματος, πρὸς τὴν πονηρίαν ἀπιδόντες τῶν εὖ πεπονθότων. εἰς γὰρ τὸ γινόμενον παρὰ τῶν ἀχαρίστων ἀποβλέψαντες κατὰ πάντων ἁπλῶς οὕτω τῶν εὖ πεπονθότων ἀπεφήναντο.

“施恩者似乎比受惠者爱施恩者更加爱受惠者。” 他探讨了在所有友爱中习惯发生的所有事情,其中之一便是:施恩并行善者似乎比受惠并得到善待者爱行善者更加爱受惠并得到善待者。并且由于所发生之事看似反常,他探求其原因。而确实,得到善待的人不更加去爱,似乎是某种荒谬之事。在设定了这一点之后,他首先陈述了大多数人对此所持的看法,他对这些看法并不满意,随后他引出了令他自己满意的看法。于是,大多数人说,受惠并得到善待者欠下了债务,在某种方式上负有责任,而对于施恩者而言,这是应受偿还的。并且因此,施恩者爱得更多,而受惠者爱得更少。因为正如在借贷中,负债之人不希望出借之人存在,而出借之人在希望债务人活着之外,还关照他们的安全以便收回借款;同样地,施恩者比照出借之人,亦希望受惠且仿佛是负债者的人存在,以便收回恩情;但对于受惠者而言,偿还恩情既非关切之事亦非愿望之事,并且因此他们既不希望亦不在意施恩者活着。而对于他们既不在意、无论其活着存在还是不活着都对自己无所谓的人,怎能说他们爱这些人呢?而厄庇卡耳摩斯陈述了受惠者不爱施恩者的这一原因,他说众人是从恶劣的角度来观察的。“观察”与“看待”相同,而“恶劣”与“忘恩负义的、健忘的”相同。厄庇卡耳摩斯的话乃是如此:众人为了解决这一难题而说了这些话,是因为他们看到了受惠者的恶劣。因为他们着眼于忘恩负义之人所做之事,便如此一概而论地断言了所有受惠者。

语法注3 条
  1. 8.21δεῖ γὰρ τὸν ἀναγκάζοντά με τὰ δίκαια πράττειν πρὸς ἐκεῖνον πρότερον ἐκεῖνον ταῦτα πρός με ποιεῖν

    由无人称动词 δεῖ 引导的带不定式的宾格结构。不定式 ποιεῖν 的逻辑主语是代词宾格 ἐκεῖνον(“他自己”),它同位修饰并强调了作为主语的分词短语 τὸν ἀναγκάζοντά με τὰ δίκαια πράττειν πρὸς ἐκεῖνον(“强求我对他行正义之事的人”)。全句结构为:“强求我对他行正义之事的人,他自己必须先对我行这些事”。

  2. 8.22ὧν δὲ μὴ φροντίζουσι μηδὲ διαφέρον αὐτοῖς ἐστι, κἂν ζῶσι καὶ ὦσι κἂν μὴ ζῶσι, πῶς ἂν αὐτοὺς φιλεῖν λέγοιντο;

    关系代词 ὧν 既作为动词 φροντίζουσι 所要求的属格宾语,同时也兼作无人称表达 διαφέρον ἐστί 所支配的属格(“关涉……是对他们重要的”)。主句主语为第三人称复数(受惠者),而 αὐτούς 是不定式 φιλεῖν 的直接宾语,指代作为关系从句先行词的施恩者们。

  3. 8.22λέγων τοὺς πολλοὺς ἐκ πονηροῦ θεωρουμένους

    基于亚里士多德原文(1167b25–26: Ἐπίχαρμος μὲν οὖν τάχ’ ἂν φαίη λέγειν αὐτοὺς ἐκ πονηροῦ θεωμένους)的引用与转述。分词 θεωρουμένους 被理解为主动态意义(作为 θεωμένους 的异文或中动态用法),注疏者自己在后文明确说明“θεωρουμένους 与 βλέποντας(看待)相同”。前置词短语 ἐκ πονηροῦ 表示视角或方式(“从恶劣的角度/着眼于劣质行为”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:490.37-492.18