← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§489.29-490.36

同心与意见一致之辨及重大事务中的共同意愿

欧斯特拉提乌斯注释亚里士多德《尼各马可伦理学》1167a22,区分了同心与单纯的意见一致,并通过波斯进犯、皮塔库斯以及欧里庇得斯《腓尼基妇女》的例证,阐明同心是指双方在关乎重大共同利益的实践事务中一致欲求同一结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.20

" Φιλικὸν δὲ καὶ ἡ ὁμόνοια, διόπερ οὐκ ἔστιν ὁμοδοξία." Ἔστι μὲν καὶ ἡ ὁμόνοια φιλία διὰ τὰ συμφέροντα, ὥσπερ καὶ ἡ διὰ τὸ χρήσιμον. διαφέρει δὲ ἡ διὰ τὰ συμφέροντα φιλία τῆς διὰ τὸ χρήσιμον φιλίας, ὅτι ἡ μὲν διὰ τὸ χρήσιμον γίνεται καὶ διὰ μικρὰ καὶ διὰ μεγάλα καὶ πρὸς ἀγοραίους καὶ πρὸς βαναύσους, ἡ δὲ ὁμόνοια μεγάλων ἕνεκεν καὶ συμφερόντων ὅλῃ πόλει, ὅλαις πόλεσιν, ὅλοις Ἕλλησιν, ὅλοις ἔθνεσιν. ἡ γὰρ τῶν Ἑλλήνων ὁμόνοια τοῦ Ξέρξου κατ’ αὐτῶν ἐληλυθότος τοῦ κοινῇ πᾶσι τοῖς Ἕλλησι συμφέροντος χάριν ἐγεγόνει. ἔστιν οὖν ἡ ὁμόνοια φιλικόν τι καὶ διὰ τὸ εἶναι φιλικὸν οὐκ ἔστιν ὁμοδοξία. οὐ γὰρ ἀνάγκη τοὺς ὁμοδοξοῦντας ἤδη καὶ φίλους εἶναι. ἐνδέχεται γὰρ καὶ ἐχθροὺς ὄντας ἢ καὶ ἀλλήλους ἀγνοοῦντας περὶ τὸ αὐτὸ ὁμοδοξεῖν. τί γὰρ κωλύει καὶ ἐμὲ καὶ τὸν ἐχθρὸν ἐμοὶ ἢ καὶ ὃν ἀγνοῶ, ὃ ἐγὼ δοξάζω περὶ τοῦ ἡλίου, οἷον εἰ τύχοι ὅτι μείζων ἐστὶ τῆς γῆς, τοῦτο αὐτὸ καὶ ἐκεῖνον δοξάζειν, καὶ ἐπὶ τῶν ἄλλων τῶν οὐρανίων ὁμοίως, ὁμογνωμονεῖν δὲ μὴ φίλους ὄντας μηδὲ γινώσκοντας ἀλλήλους οὐκ ἐνδέχεται. ὅταν τοίνυν προαιρῶνται καὶ πράττωσι τὰ δόξαντα πᾶσι, τότε λέγειν ἔθος ἡμῖν αὐτοὺς ὁμογνωμονεῖν καὶ ἔστιν ἡ ὁμόνοια, ὡς εἴρηται, περὶ τὰ πρακτά, οὐ τὰ μικρὰ ἀλλὰ τὰ μέγεθος ἔχοντα καὶ τὰ ἐνδεχόμενα ἀμφοῖν τοῖς ὁμογνωμονοῦσι ὑπάρχειν. εἰ γὰρ τοῖς μὲν ἐνδέχεται, τοῖς δὲ μὴ ἐνδέχεται ὑπάρχειν, οὐχ οἷόν τε ὁμονοεῖν. τὸ γὰρ εἶναι τὰς ἀρχὰς ἀρετὰς ἢ τὸ Λακεδαιμονίοις συμμαχεῖν, εἰ μὲν πᾶσι τοῖς ἐν τῇ πόλει δοκεῖ, ὁμονοεῖ ἡ πόλις, εἰ δὲ τοῖς μὲν ἀρέσκει τοῖς δὲ μή, διχονοεῖ καὶ στασιάζει. καὶ δὴ ἂν δοκῇ πάσῃ τῇ πόλει ἄρχειν τὸν Πιττακόν, θέλοντος καὶ τοῦ Πιττακοῦ, ὁμονοεῖ ἡ πόλις τῷ Πιττακῷ καὶ οὗτος τῇ πόλει, τῆς πόλεως δὲ μὴ συμφωνούσης ἄρχειν τὸν Πιττακὸν ἢ ταύτης μὲν συμφωνούσης, οὐ θέλει δ’ ὁ Πιττακὸς ἄρχειν, οὐδ’ οὕτω συμφωνία καὶ ὁμόνοιά ἐστιν. ὅτε δὲ δυοῖν ὄντοιν ἑκάτερος βούλεται χωρὶς τοῦ ἑτέρου ἄρχειν, ὥσπερ ἐν ταῖς Φοινίσσαις στασιάζουσιν.1 εἰσὶ δὲ Φοίνισσαι δρᾶμα τοῦ Εὐριπίδου· ἡ δὲ τοῦ δράματος ὑπόθεσις δήλη τοῖς ἐντυγχάνουσιν ἐκείνῳ. ἡ μὲν οὖν τῶν λεγομένων πρὸς Ἀριστοτέλους διάνοια αὕτη τις ἂν εἴη· τὸ δὲ τῆς λέξεως τῆς οὐ γάρ ἐστιν ὁμονοεῖν τὸ αὐτὸ θάτερον ἐννοεῖν οἱονδήποτε, ἀλλὰ τὸ ἐν τῷ αὐτῷ,2 τοιοῦτόν ἐστιν· οὐκ ἔστιν ἡ ὁμόνοια τὸ νοεῖν δύο τινὰς ἢ καὶ πλείους τὸ αὐτό, ὃ δήποτέ ἐστιν ὃ νοοῦσιν, εἴτε ἀρχή ἐστιν ὃ νοοῦσιν ἢ κτῆμα ἢ τιμὴ ἢ ὅτι ἂν εἴη, περὶ ὃ δύο ἢ καὶ πλείω διανοοῦνται, ὡς ἑκάστου καὶ οὐ πάντων ὁμοῦ γενέσθαι. οὐκ ἔστιν οὖν ὁμόνοια τὸ ἐννοεῖν τὸν Ἐτεοκλέα χωρὶς τοῦ Πολυνείκους ἄρχειν ἢ τὸν Πολυνείκην χωρὶς τοῦ Ἐτεοκλέους, ἀλλ’ ὁμόνοια καὶ ὁμονοεῖν ἐστι τὸ ἐν τῷ αὐτῷ, τουτέστι περὶ τοῦ αὐτοῦ τὸ αὐτὸ διανοεῖσθαι ἀμφοτέρους, καὶ ὃ θέλει καὶ βούλεται θάτερος, τοῦτο καὶ τὸν ἕτερον αἱρεῖσθαι καὶ ἀποδέχεσθαι, οἷον εἰ βούλεταί τις ἄρχειν, βούλει δὲ καὶ σὺ τὸν αὐτὸν τοῦτον ἄρχειν, ὁμονοεῖτε, εἰ δ’ ὁ μὲν βούλεται, σὺ δὲ μὴ θέλεις, οὐχ ὁμόνοια τοῦτο ἀλλὰ στάσις.

“同心亦是友爱之物,因此它并非意见一致。” 同心固然也是因利益而产生的友爱,正如基于有用的友爱一样。但是因利益而产生的友爱与基于有用的友爱有所不同,因为基于有用的友爱既因微小之事亦因重大之事而产生,既针对市井之人亦针对工匠,而同心则是为了关乎整个城邦、所有城邦、全体希腊人、各个民族的重大且有益之事。因为当薛西斯进犯他们时希腊人的同心,便是为了对所有希腊人共同有益之事而产生的。因此,同心是某种友爱之物,并且正因为是友爱之物,它不是意见的一致。因为持相同意见者未必立刻也就是朋友。因为即便是敌人,或者彼此素不相识之人,也有可能就同一事物持有相同的意见。因为有什么能阻止我与我的仇敌,或者甚至某个我素不相识的人,持有与我对太阳所持的看法——比如倘若是认为它比地球大——完全相同的看法,并且就其他天体而言亦同样如此呢?但是,非为朋友且彼此互不相识之人能够同心合意,这是不可能的。因此,当人们抉择并实行众人都认为正确之事时,我们习惯在此时说他们同心合意;并且正如已经说过的,同心关涉实践之事,不是微小之事,而是具有重大性且能够同时属于同心合意的双方之事。因为如果这些事情有可能属于一方,却不可能属于另一方,他们便不可能同心。因为至于官职当由德行决定或是与拉刻代蒙人结盟,如果城邦中的所有人都认为是好的,城邦便处于同心中;但如果合于某些人而违于另一些人,城邦就会产生分歧并发生党争。再者,如果全城邦都认为皮塔库斯应当执政,而皮塔库斯也愿意,城邦便与皮塔库斯同心,皮塔库斯亦与城邦同心;但若城邦不同意皮塔库斯执政,或者城邦虽然同意,皮塔库斯却不愿执政,即使如此也不存在一致与同心。而当有两个人且各自都希望撇开另一人独自执政时,正如在《腓尼基妇女》中所展现的那样,他们便陷入党争。《腓尼基妇女》是欧里庇得斯的一出戏剧,而该剧的情节对于读过它的人而言是显而易见的。亚里士多德所言的大意当是如此。而“因为同心不是指各方心中想着不论何种相同之事,而是在同一事物中[想着]”这句文辞的意思乃是如此:同心不是指两个人或更多人心想同一事物,无论他们所想的是何种事物——无论他们所想的是官职、财产、荣誉还是任何两个人或更多人正在思虑之物——以致使之属于各自一方而非属于全体共同所有。因此,厄忒俄克勒斯心想撇开波吕涅克斯独自执政,或波吕涅克斯心想撇开厄忒俄克勒斯独自执政,并不是同心;相反,同心与处于同心之中乃是“在同一事物中”,也就是说,双方就同一事物思虑同一件事,且一方所想所愿之物,另一方亦抉择并接受。例如,如果某人愿望执政,而你也愿望正是这个人执政,你们便处于同心;但若他愿意,而你却不愿,这便不是同心,而是党争。

语法注2 条
  1. 8.20ὅτε δὲ δυοῖν ὄντοιν ἑκάτερος βούλεται χωρὶς τοῦ ἑτέρου ἄρχειν, ὥσπερ ἐν ταῖς Φοινίσσαις στασιάζουσιν

    该时间从句以属格绝对结构(δυοῖν ὄντοιν)及单数分配主语(ἑκάτερος 与 βούλεται)开始,但在插入短语 ὥσπερ ἐν ταῖς Φοινίσσαις 之后,主句谓语动词直接采用了复数形式 στασιάζουσιν。这是根据属格绝对结构所蕴含的双重对立主体而按意义一致原则(constructio ad sensum)形成的破格句法(anacoluthon)。

  2. 8.20τὸ αὐτὸ θάτερον ἐννοεῖν οἱονδήποτε, ἀλλὰ τὸ ἐν τῷ αὐτῷ

    亚里士多德原文(1167a34–35)引文的句法结构。前半句中,θάτερον 为不定式 ἐννοεῖν 的宾格主语(主词对格),τὸ αὐτό 为直接宾语。后半句中的 τὸ ἐν τῷ αὐτῷ 是通过冠词 τὸ 将介词短语名词化的省略结构;正如欧斯特拉提乌斯紧接着所阐释的,它意指“双方就同一对象思虑同一件事”(περὶ τοῦ αὐτοῦ τὸ αὐτὸ διανοεῖσθαι ἀμφοτέρους),与各方排斥对方而单独欲求同一事物形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:489.29-490.36