- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:48.5-49.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌引入了一种区分:在同一等级内部否认实体具有“或多或少”,而在不同阶层秩序之间则予以肯定,从而站在柏拉图主义的立场上梳理并辩护了存在与实体的分有结构。
ἢ οὐχ ἁπλῶς τὸ μὴ ἔχειν τὴν οὐσίαν τὸ μᾶλλον καὶ ἧττον λαμβάνεται,1 ἀλλ’ ὥσπερ ὅταν λογικῶς θεωρῶμεν, πρῶται οὐσίαι λέγονται καὶ κυρίως καὶ μάλιστα ὅσαι τῇ αἰσθήσει ὑπόκεινται, δεύτεραι δ’ ὅσαι ἐξ ἀφαιρέσεως [ἐκ] ταύτης λαμβάνονται, ἐννοήματα μόνον οὖσαι χωρὶς ὑποστάσεως, καὶ τούτων μᾶλλον οὐσίαι αἱ ἐγγύτερον τῆς πρώτης καὶ τόσῳ μᾶλλον ὅσῳ ἐγγύτερον, καὶ τόσῳ ἧττον ὅσῳ πορρώτερον, οὕτω κἀπὶ τῶν νοητῶν πρώτη οὐσία καὶ μάλιστα ᾗ νοῦς ἐπιβάλλει πρώτως καθαρὸς καὶ τοῦ ὄντος ᾗ ὂν ἀμέσως ἐποπτικώτατος πᾶν περιλαμβάνων τὸ ὂν ᾗ ὄν ἐστιν, ὡς μηδὲν ἔξω τῆς αὑτοῦ ἐπιβολῆς φέρεσθαι, δεύτερα δὲ τὰ ἑξῆς, ὅσα τῇ τοῦ πρώτου ὄντος καὶ πρώτου νοητοῦ μετοχῇ εἶναι λέγεται. καὶ δεύτεραι οὐσίαι αἱ μετ’ ἐκεῖνο, βαθμηδὸν ὡς εἰπεῖν προβαίνουσαι ἄχρι καὶ τῶν ὑπ’ αἴσθησιν καὶ ὑπὸ γένεσιν. καὶ ταύτῃ μᾶλλον καὶ ἧττον εἶναι οὐκ ἄτοπον, οὐδὲ λέγεσθαι, εἴπερ καὶ εἶναι. εἰ γὰρ καὶ ἡ οὐσία πως λέγεται μὴ ἔχειν τὸ μᾶλλον καὶ ἧττον, 〈ἀλλ’ οὐχ ἁπλῶς λέγεται. τοῦτο δὲ ὅπερ ἔστι, καὶ τοῦτ’ ἐπὶ τῶν αἰσθητῶν καὶ τῶν ἐξ ἀφαιρέσεως δῆλον. κατὰ γὰρ μίαν καὶ τὴν αὐτὴν τάξιν οὔτ’ αὐτή τις πρὸς ἑαυτὴν οὔθ’ ἑτέρα πρὸς ἑτέραν μᾶλλον καὶ ἧττον〉, οἷον ὁ τὶς ἄνθρωπος οὔτ’ αὐτὸς πρὸς ἑαυτὸν νῦν μὲν μᾶλλον νῦν δ’ ἧττον ἄνθρωπός ἐστιν οὔτε πρὸς ἕτερον τῶν καθ’ ἕκαστα οὔτε ὁ τὶς ἵππος· ὡσαύτως οὔτε ὁ τὶς ἄνθρωπος πρὸς τὸν τινὰ ἵππον. τῆς αὐτῆς γὰρ τάξεως τὰ καθ’ ἕκαστα καὶ τὰ εἰδικώτατα ὁμοίως πρὸς ἄλληλα καὶ τὰ ὑπὲρ αὐτὰ προσεχῆ καὶ ἀεὶ μέχρι τοῦ ἀνωτάτω τὰ ἀντιδιῃρημένα τε καὶ ὁμοταγῆ ὡσαύτως οὐσίαι καὶ οὐδὲν μᾶλλον ἢ ἧττον τοῦ ἑτέρου τὸ ἕτερον. ἐν δὲ τοῖς κατ’ ἄλλην καὶ ἄλλην τάξιν θεωρουμένοις τὸ μᾶλλον καὶ ἧττον λαμβάνεται, ὡς εἶναι μᾶλλον τῇ πρώτῃ οὐσίᾳ ἐγγίζοντα, ἧττον δὲ τὰ ταύτης πορρώτερα. διότι καὶ οἰκειότερα αὐτῆς καὶ γνωριστικώτερα τὰ ἐγγύτερα καὶ αὐτῇ ὁμοιότερα, ὅτι καὶ τοῖς ἐπέκεινα πρὸς κατηγορίαν ὑπόκειται καὶ τοῖς ἑτερογενέσι πρὸς ὕπαρξιν, καὶ διὰ μέσου αὐτῆς, ὡς ἐκείνη τοῖς ἅπασιν. ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔστι καὶ ἁπλῶς ἐπὶ τῶν ὄντων εἰπεῖν. τὸ μὲν πρώτως ὂν καὶ μηδὲν ἄλλο ἢ ὂν πρώτη οὐσία καὶ κυρίως καὶ μάλιστα, οὐκ αἰσθητῶς ἀλλὰ νοητῶς τὴν ὑπόστασιν ἔχουσα, τὰ δὲ μετ’ αὐτὴν πάντα μὲν ὁμοῦ δεύτερα, ἐπεὶ μετὰ τὸ πρῶτον ὂν αὐτοῖς ἡ ὑπόστασις, μᾶλλον δὲ ἀεὶ ὄντα τὰ τῷ πρώτῳ ἐγγύτερα καὶ ἧττον τὰ πορρώτερα ἄχρι τῶν αἰσθητῶν καὶ τῶν ἐν γενέσει. τὰ δ’ ὁμοταγῆ καὶ ἐπίσης ἐν τούτοις ὄντα καὶ ἕτερον ἑτέρου οὔτε μᾶλλον οὔθ’ ἧττον, ὡς καὶ τὴν τάξιν τῶν ὄντων σώζεσθαι καὶ τὴν μετοχὴν τοῦ πρώτου ὑπάρχειν τῇ τάξει ἀνάλογον· καὶ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς θεωρεῖσθαι ἔστι μὲν ὥς, ἔστι δ’ ὡς οὔ, ὡς ἤδη εἴρηται. κατὰ δέ γε τὸ συμβεβηκὸς αὐτό τέ τι πρὸς ἑαυτὸ μᾶλλον καὶ ἧττον ἔσται ἐνίοτε καὶ ὁμοταγὲς πρὸς ὁμοταγὲς οὐδὲν κωλύσει καὶ εἶναι καὶ λέγεσθαι. ταῦτα ἡμεῖς περί τε τοῦ ἀγαθοῦ καὶ τῆς οὐσίας ὑποδυόμενοι τὸν Πλάτωνα.2 περὶ δὲ τῶν ἰδεῶν ἁπλῶς τῶν τε νοερῶν καὶ νοητῶν καὶ τῶν πρώτων καὶ δευτέρων ὡς οἱ περὶ Παρμενίδην καὶ Πλάτωνα ἔθεντο καὶ περὶ τῆς τοῦ ἀγαθοῦ ζητήσεως λεγόντων,3 οἳ καὶ τὰ εἴδη εἰσηγήσαντο, καὶ παριστάντων ὅτι τε εἰσὶ καὶ πῶς εἰσι καὶ τίς ἡ τάξις αὐτοῖς καὶ ἐνέργεια καὶ δὴ λέγουσι καὶ ὁ βουλόμενος ἀναλεγέσθω τὰ παρ’ ἐκείνοις.
或者,实体不具有或多或少,并非被单纯地理解,而是正如当我们作逻辑上的考察时,那些居于感觉之底层的实体被称为第一实体,亦即本真且最居首位的实体,而那些由感觉经由抽离而被把握的、作为没有实体性自立的纯粹概念的实体则被称为第二实体,且在这些[第二实体]中,较接近第一实体的在更大程度上是实体——且越接近就越多,越疏远就越少——同样在可知事物中,纯粹理智最初着眼且最直接观照作为存在者的存在者、包容作为存在者的全部存在者以致没有任何事物脱离其直观关注的实体,便是第一实体且最居首位,而接续的事物,即凡因分有第一存在者与第一可知者而被说成存在的事物,则是第二位的。而在那之后的事物则是第二实体,可以说是步步递降,直至处于感觉与生成支配之下的事物。就此而言,存在着或多或少,以及被如此言说,若确实存在的话,并非荒谬。因为即便实体在某种意义上也被说成不具有或多或少,〈但也并非单纯地被言说。而这究竟何指,在感觉事物与抽离所得的事物中也是明显的。因为在同一种且完全相同的秩序中,无论是一物对其自身,还是此物对彼物,都不存在或多或少〉:例如,特定的某个人对其自身而言并非此时更是一个人而彼时较少是一个人,对其他各个个体而言亦非如此,某匹马亦非如此;同样,特定的某个人对于某匹特定的马亦非如此。因为同一秩序的个体与最特化的形式彼此之间同样是实体,在其之上的邻接属,乃至直至最高属,相互并列且处于同等秩序的事物同样是实体,且一物绝不比另一物更多或更少。然而在依照不同秩序被考察的事物中,则接受或多或少,因而接近第一实体的更多是实体,而远离它的则较少是实体。这是因为,越接近的事物与第一实体越亲近、越能表明〔它〕、越与其相象,因为它们为了谓述而居于彼方的事物的底层,且为了存在而居于异类事物的底层,并通过〔第一实体〕的中介〔居于底层〕(正如那第一实体对于一切事物而言那样)。因此,正如在这些情形中一样,对于一般的存在者也可以单纯地这样说。最初存在且非他物而仅是存在者的实体,是第一实体,本真且最居首位,它不是感性地而是可知地具有其实体性自立;而其后的一切事物则一同是第二位的,因为它们的实体性自立是在第一存在者之后;且较接近第一者始终在更大程度上存在,较疏远者则在较小程度上存在,直至感觉事物与处于生成中的事物。但在这些事物中处于同等秩序且均等存在的事物,此物对于彼物既不多也不少,从而使存在者的秩序得以保全,对第一者的分有亦与该秩序相称;并且在它们之中观察到或多或少,正如已经说过的,在某种意义上是如此,在某种意义上则非如此。然而就偶性而言,没有任何事物阻止某一事物自身对其自身有时或多或少,同等秩序的事物对同等秩序的事物亦是如此,无论在存在上还是在言说上皆然。这些是我们扮演柏拉图的角色,就善与实体所说的话。至于一般意义上的理念——理智的与可知的、第一的与第二的——正如巴门尼德与柏拉图学派所确立的那样,以及那些在论及善的探讨中引入形式并表明它们存在、如何存在、它们的秩序与活动是什么的人所说的那样,他们确实论及了,而有意者不妨研读那些人的著作。
- 1.56ἢ οὐχ ἁπλῶς τὸ μὴ ἔχειν τὴν οὐσίαν τὸ μᾶλλον καὶ ἧττον λαμβάνεται
句首的 ἢ 构成疑问句(“或者……并非如此吗?”),用以引出注疏者自身对前一文段所提出的疑难(若不在实体中承认或多或少,阶层秩序就会瓦解)的解决与肯定性见解。限定动词 λαμβάνεται 的主语是带有冠词的不定词短语 τὸ μὴ ἔχειν τὴν οὐσίαν τὸ μᾶλλον καὶ ἧττον。
- 1.56ταῦτα ἡμεῖς περί τε τοῦ ἀγαθοῦ καὶ τῆς οὐσίας ὑποδυόμενοι τὸν Πλάτωνα
本句省略了限定动词(如 εἰρήκαμεν 或 λέγομεν)。分词 ὑποδυόμενοι 以谓词性/方式性的方式与主语 ἡμεῖς 一致。中动动词 ὑποδύομαι 支配宾格 τὸν Πλάτωνα,具有“戴上面具、扮演……的角色、作为……的代辩者”的习惯用法含义。
- 1.56περὶ δὲ τῶν ἰδεῶν ἁπλῶς τῶν τε νοερῶν καὶ νοητῶν καὶ τῶν πρώτων καὶ δευτέρων ὡς οἱ περὶ Παρμενίδην καὶ Πλάτωνα ἔθεντο καὶ περὶ τῆς τοῦ ἀγαθοῦ ζητήσεως λεγόντων
属格分词 λεγόντων 构成破格句型(anacoluthon),既可视为指代前述巴门尼德和柏拉图学派或形式倡导者们(οἳ καὶ τὰ εἴδη εἰσηγήσαντο)的独立属格,亦可视为表示话题的松散属格(“至于那些言说者……”),后文通过限定动词 καὶ δὴ λέγουσι 将其收拢与承接。
