← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§489.5-489.28

善意与报恩的区分及其德性来源

厄斯特拉提奥斯注解了亚里士多德将善意与报恩以及基于有用的友爱区分开来的论述(1167a14–21),阐明善意源于德性而非自利或回报,并总结善意仅是在隐喻意义上被称为友爱的开端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19

" Ὁ μὲν εὐεργετηθεὶς ἀνθ’ ὧν πέπονθεν ἀπονέμει τὴν εὔνοιαν, τὰ δίκαια δρῶν." Δείξας ὅτι ἡ εὔνοια οὐκ ἔστι φιλία, χωρίζει αὐτὴν καὶ ἀπὸ τῆς ἀντευποιίας. δοκεῖ γὰρ οὐκ αὐτῷ ἀλλὰ τοῖς πολλοῖς ἡ εὔνοια ἀντευποιία καὶ αὖ ἡ ἀντευποιία εὔνοια καὶ καλοῦσι τοὺς ἀντευποιοῦντας εὔνους οὐκ ὀλίγοι. δι’ ὃ καὶ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ εἰπεῖν * * * ἀνθ’ ὧν πέπονθεν ἀπονέμει τὴν εὔνοιαν ὁ μὲν δὴ ἀντιδιδοὺς καὶ ἀντευποιῶν τὸν εὖ δράσαντα, εὔνους μὲν οὐκ ἂν ῥηθείη. οἱ γὰρ εὖνοι βούλονται εὖ ἔχειν ἢ εὖ πάσχειν οἷς εἰσιν εὖνοι. οὐ μὴν καὶ εὖ δρῶσιν εἰς αὐτούς, ὥστε εὔνους μὲν οὐκ ἂν ῥηθείη, διότι εὖ δρᾷ· δίκαιος δέ· δίκαιον γὰρ τὸ τὰ ἴσα ἀπονέμειν. χωρίσας οὖν τὴν εὔνοιαν ἀπὸ τῆς ἀντευποιίας, χωρίζει αὐτὴν καὶ ἀπὸ τῆς διὰ τὸ χρήσιμον φιλίας. ὁ δὲ βουλόμενός τινα εὖ πράττειν ἐλπίζων ὠφέλειάν τινα ἀπὸ τῆς ἐκείνου εὐπραγίας καὶ εὐπάθειαν, οὐκ ἐκείνῳ ἀλλ’ ἑαυτῷ εὔνους ἐστίν, ἤτοι οὐκ εὔνους ἐκείνῳ ἐστὶν ἀλλὰ μᾶλλον φίλος ἑαυτῷ (τοιαύτη γὰρ ἡ διὰ τὸ χρήσιμον φιλία, ὡς πολλάκις εἴρηται), ὥσπερ οὐδὲ φίλος ἐστὶ κυρίως ὁ θεραπεύων τινὰ διά τινα χρῆσιν καὶ ἐπιτυχίαν τινὸς ἀγαθοῦ. δεῖ γὰρ ἐν τῇ λέξει τῇ καθάπερ οὐδὲ φίλος προσυπακούειν τὸ κυρίως,1 ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον καθάπερ οὐδὲ φίλος κυρίως. ταῦτα εἰπὼν ἐπάγει· ὅλως δὲ ἡ εὔνοια δι’ ἀρετὴν καὶ ἐπιείκειάν τινα γίνεται· εἰ δὲ διὰ ταύτας, δῆλον ὅτι οὔτε ἡ ἀντευποιία εὔνοιά ἐστιν οὔτε τὸ βούλεσθαι εὐπραγεῖν τινα διὰ χρῆσιν καὶ τὸ εὖ πάσχειν ἀπ’ ἐκείνου. δέδεικται δὲ ὅτι οὐδ’ ἡ ἀληθὴς φιλία εὔνοιά ἐστιν, ἀλλ’ οὐδὲ φίλησις· λείπεται ἄρα εὔνοιαν εἶναι, ὡς ἄν μεταφέρων εἴποι τις τὴν τῆς φιλίας ἀρχήν.2

“受恩者为报答所受之恩而给予善意,行其当行之正义。” 在表明了善意不是友爱之后,他又将善意与报恩区分开来。因为并非在他自己看来,而是在众人看来,善意似乎就是报恩,反过来报恩似乎也是善意,并且有不少人把报恩之人称为怀有善意者。因此,亚里士多德亦未说……而是说[……]“为报答所受之恩而给予善意”。那位回报并报答行善于己者的人,大概不会被称为怀有善意者。因为怀有善意的人希望自己对其怀有善意的人境况良好或蒙受善待。然而他们并不会对那些人施以善行,因此他不会因为施以善行而被说成怀有善意,而是被说成正义的;因为给予均等的回报乃是正义。在将善意与报恩区分开之后,他又将善意与基于有用的友爱区分开来。那因期望从对方的顺遂中获得某种益处和福祉而希望某人境况良好的人,并非对那人怀有善意,而是对自己怀有善意,也就是说,他并非对那人怀有善意,毋宁说他是自己的朋友(因为基于有用的友爱正如屡次所说的那样,正是如此),正如为了某种功用和获取某种善物而逢迎侍奉某人的人,在严格意义上并非朋友一样。因为在“正如他亦非朋友”这句文辞中,必须在理解上补充“严格意义上的”,以便整体成为“正如他亦非严格意义上的朋友”。说了这些之后,他补充道:“总体而言,善意是因德性和某种公道而产生的”;而如果是因这些产生的,显而易见,报恩既不是善意,为了功用以及为了从对方那里蒙受好处而希望某人顺遂也不是善意。并且已经表明,真正的友爱也不是善意,情爱亦不是善意;因此剩下的结论便是,若运用隐喻来说,善意乃是友爱的开端。

语法注2 条
  1. 8.19δεῖ γὰρ ἐν τῇ λέξει τῇ καθάπερ οὐδὲ φίλος προσυπακούειν τὸ κυρίως

    动词 προσυπακούειν 是注释家常用的专门术语,意为“心领会意、隐性补充”,带中性定冠词的副词 τὸ κυρίως(“严格意义上”)为其对格宾语。介词短语 ἐν τῇ λέξει τῇ καθάπερ οὐδὲ φίλος 则限定了需要补充该词的具体文本引文。

  2. 8.19λείπεται ἄρα εὔνοιαν εἶναι, ὡς ἄν μεταφέρων εἴποι τις τὴν τῆς φιλίας ἀρχήν.

    在充当无人称动词 λείπεται 之主语从句的“带对格的不定式”结构(εὔνοιαν εἶναι τὴν τῆς φιλίας ἀρχήν)中,插入了表示方式的插入句 ὡς ἄν μεταφέρων εἴποι τις(“若运用隐喻来说”),使得不定式 εἶναι 与其表语对格 τὴν τῆς φιλίας ἀρχήν 分隔开来(超前/倒置结构)。句子骨干为 λείπεται εὔνοιαν εἶναι τὴν τῆς φιλίας ἀρχήν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:489.5-489.28