← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§486.4-487.4

善意与友爱的区别及作为友爱开端的善意

厄斯特拉齐奥斯基于《尼各马可伦理学》卷九第五章(1166b30)的提要,通过相互性、知晓状态以及急切冲动(张力)的匮乏,并借助生成过程与终极状态的类比,阐明了善意既非友爱亦非情爱,而仅仅是友爱的开端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.17#1

" Ἡ δὲ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἔστι φιλία." Τῷ περὶ φιλίας λέγοντι ἀκόλουθόν ἐστι καὶ περὶ εὐνοίας δοκούσης εἶναι φιλίας1 ἐπισκέψασθαι, πότερον φιλία ἐστὶ καθάπερ δοκεῖ ἢ φιλία μὲν οὐκ ἔστι, φιλίας δέ τι. ἔστι δὲ ὡς δόξει οὐ φιλία, ἀρχὴ δὲ φιλίας. οὐκ ἔστι δὲ ταὐτὸν ἡ ἀρχὴ τῷ οὗ ἐστιν ἀρχή. λέγει δὴ ὅτι ἡ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐκ ἔστι δέ. ἡ φιλία μὲν γὰρ πρὸς ἐκείνους λέγεται, οἷς καὶ τὸ φιλεῖν καὶ ἀντιφιλεῖσθαι καὶ πρὸς εἰδότας, ὅτι ἀλλήλους φιλοῦσι, καὶ πρὸς γνωρίμους, εὔνοια δὲ γίνεται καὶ πρὸς μὴ ἀντιφιλοῦντας καὶ πρὸς ἀγνῶτας. ἀκούσαντες γὰρ πολλάκις περί τινος, ὃν οὐδέποτε τεθεάμεθα, ὅτι ἀγαθός ἐστι τὰ πολεμικὰ ἢ ὅτι μουσικός ἐστι σπουδαῖος ἢ ὅτι δεινὸς πόλεως ἄρχειν, εὖνοι τούτῳ γινόμεθα ἐκείνου μὴ εἰδότος, ὡς εὐνοικῶς ἔχομεν πρὸς ἐκεῖνον. καὶ γὰρ ὡς αὐτὸς Ἀριστοτέλης ἐν ἄλλοις λέγει, τῷ Δαρείῳ ἐν Περσίδι ὄντι καὶ μετὰ Περσῶν διατρίβοντι τινὲς τῶν ἐν τῇ Ἑλλάδι ὄντων καὶ τὸν Δαρεῖον οὐδέποτε θεασαμένων ἦσαν εὖνοι τῷ Δαρείῳ, ἀγνοοῦντος τοῦτο τοῦ Δαρείου. εἰ οὖν φίλους λέγειν εἰώθαμεν τοὺς γνωρίζοντας ἀλλήλους καὶ ἀντιφιλοῦντας καὶ μὴ διαγνοοῦντας2 ὅτι φιλοῦσι καὶ ἀντιφιλοῦνται, ἡ δὲ εὔνοια γίνεται καὶ πρὸς ἀγνοοῦντας καὶ ἀγνῶτας, οὐκ ἂν εἴη ἡ εὔνοια φιλία. ἀλλ’ οὐδὲ φίλησίς ἐστιν· οὐ γὰρ ἔχει διάτασιν3 οὐδ’ ὄρεξιν. διάτασιν λέγει τὴν ἠπειγμένην βούλησιν καὶ ὁρμὴν καὶ θέλησιν πρὸς φιλίαν. διὸ εἰπὼν οὐ γὰρ ἔχει διάτασιν, ἐπήγαγεν οὐδ’ ὄρεξιν. τῆς γὰρ ὀρέξεως τὸ μέν ἐστιν ἐπιθυμία, τὸ δὲ θυμός, τὸ δὲ βούλησις καὶ ἔστιν ἐπιθυμία μὲν ὄρεξις ἡδέων, ἥτις πάρεστι τοῖς μετέχουσιν αἰσθήσεως. τὰ γὰρ αἰσθανόμενα ἐπιθυμεῖ καὶ ὀρέγεται, τῶν ἡδέων, θυμὸς δέ ἐστιν ὄρεξις τοῦ τιμωρήσασθαί τινα ὡς ὀλιγωροῦντα, βούλησις δέ ἐστιν ὄρεξις τῶν ἀγαθῶν γινομένη μετὰ κρίσεως καὶ βουλῆς, ἥτις ἀνθρώποις γίνεται μόνοις. ὁ γὰρ θυμὸς καὶ ἐν ἀνθρώποις καὶ ἐν ἄλλοις ἔχουσιν αἴσθησιν, οὐκ ἐν ἅπασι δὲ τοῖς ἔχουσιν αἴσθησιν οἷον σκώληξι καὶ ἐμπίσιν, ἀλλ’ ἐν τοῖς τελειοτέροις. οὔτε οὖν ἡ εὔνοια φιλία ἐστὶν οὔτε φίλησις, ἤτοι ὁδὸς εἰς φιλίαν. ἀνάλογον γάρ ἐστιν ἡ φίλησις τῇ θερμάνσει καὶ λευκάνσει· ὡς γὰρ ἔχει ἡ θέρμανσις καὶ ἡ λεύκανσις πρὸς θερμότητα καὶ λευκότητα καὶ ἡ ὑγίανσις πρὸς ὑγίειαν, οὕτω καὶ ἡ φίλησις πρὸς φιλίαν· καὶ ἔστιν ὡς ἡ λεύκανσις μεταξὺ τοῦ μέλανος καὶ τοῦ λευκοῦ, οὕτως ἡ φίλησις μέσον εὐνοίας καὶ φιλίας. ἐπεὶ οὖν φίλησις μέν ἐστιν ἠπειγμένη, ἤτοι θάττων ὁμοίως καὶ βραδεία, ὥσπερ καὶ ὑγίανσις καὶ λεύκανσις, εὔνοια δὲ θάττων οὐκ ἔστιν, ὥσπερ οὐδὲ νόσος ἢ μελανία, οὐκ ἂν εἴη ἡ εὔνοια φίλησις. μήποτε δὲ τὸ οὐ γὰρ ἔχει διάτασιν ταὐτόν ἐστι τῷ οὐ γάρ ἐστιν ἔκτασις καὶ ὁδὸς πόθεν ποῖ, ὡς ἡ λεύκανσις.

“善意虽类似友爱,却绝非友爱。” 对于论述友爱的人而言,考察那似乎是友爱的善意也是顺理成章的:即它究竟如其所显现的那样是友爱,抑或并非友爱而是属于友爱的某种东西。而正如人们将要看到的,它不是友爱,而是友爱的开端;但开端与以其为开端的事物并不相同。他于是说,善意虽类似友爱,却并非友爱。因为友爱乃是对那些爱与被爱并存的人而言的,且是对那些彼此知晓相互爱慕的人以及熟人而言的;然而善意却也会对那些并不回馈爱意的人以及陌生人产生。因为我们往往听闻某个从未谋面之人善于战事,或是出色的乐师,或是善于治理城邦,我们便会对这个人怀有善意,而对方并不知晓我们对他怀有善意。正如亚里士多德本人在别处所言,当大流士身在波斯并与波斯人共处时,希腊境内的某些从未见过大流士的人却对大流士怀有善意,而大流士对此一无所知。因此,如果我们习惯于将那些彼此相识、相互爱慕且并非不知道彼此爱与被爱的人称为朋友,而善意也会对不知晓者和素不相识者产生,那么善意便不会是友爱。但它甚至也不是情爱;因为善意既不具备张力,亦不具备欲求。他将朝向友爱的急切意志、冲动与意向称为“张力”。因此在说了“因为它并不具备张力”之后,他接着加上了“亦无欲求”。因为在欲求中,一部分是欲望,一部分是气魄,一部分是意愿;欲望是对愉悦之物的欲求,存在于具备感知的事物中。因为感知之物欲望并欲求愉悦之物;气魄则是对因某人藐视自己而对其施加惩罚的欲求;意愿则是伴随判断与权衡而产生的对善物的欲求,这仅在人类中产生。因为气魄虽存在于人类中亦存在于其他具备感知的动物中,但并非存在于所有具备感知的事物中(例如蠕虫和蚊蚋),而是存在于更为完满的动物中。因此,善意既非友爱亦非情爱,换言之即通向友爱的道路。因为情爱与加热和白化相类似:因为加热和白化相对于热与白、治愈相对于健康处于怎样的关系,情爱相对于友爱亦处于怎样的关系;正如白化介于黑与白之间,情爱亦介于善意与友爱之中。既然情爱乃是一种急促的过程,即如同治愈与白化一样同样可以较快也可以较慢,而善意却不具有较快,正如疾病或黑色亦非如此,那么善意便不会是情爱。或许“因为它并不具备张力”与“因为它并非如白化那样是从某处到某处的伸展与道路”乃是同一回事。

语法注3 条
  1. 8.17δοκούσης εἶναι φιλίας

    分词短语 δοκούσης εἶναι 修饰 εὐνοίας,其后的 φιλίας 因与受介词 περί 支配的先行词 εὐνοίας 保持性数格一致(作表语的名词同化为属格)。语义上表达谓语关系:“似乎是友爱的善意”。

  2. 8.17καὶ μὴ διαγνοοῦντας

    分词短语 καὶ μὴ διαγνοοῦντας 带有双重否定的强调意味,意为“并非未察知”或“并非不了解”。它与前文的 τοὺς γνωρίζοντας 及 ἀντιφιλοῦντας 并列,强化了友爱成立的必要条件,即双方相互意识到彼此相爱。

  3. 8.17διάτασιν

    对于亚里士多德正文(1166b32)中的 διάτασιν,注解者起初将其解为内在的紧迫强度(“急切的意志与冲动”,ἠπειγμένην βούλησιν καὶ ὁρμήν);但在段落末尾又提出另一种可能的构词/物理学解释,即指过程性的伸展(“从某处到某处的伸展与道路”,ἔκτασις καὶ ὁδὸς πόθεν ποῖ),借由与白化等运动的类比并列了这两种理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:486.4-487.4