- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:484.13-486.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了为何全然低劣且行渎圣之事的恶人身上不显出任何自爱的特征,厘清了无节制者与极恶之人的差异,并剖析了恶人因无法忍受独处而寻求他人陪伴以逃避自身罪行记忆的内心冲突结构。
" Ἐπειδὴ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐθενὶ ταῦθ’ ὑπάρχει." Τοῖς μὲν οὖν εἰρημένοις εἰ καὶ μὴ ὑπάρχει, ὅμως δοκεῖ ὑπάρχειν τὸ φιλεῖν καὶ ἑαυτοὺς καὶ τοὺς φίλους καὶ τὸ συνδιάγειν καὶ συνήδεσθαι καὶ συλλυπεῖσθαι καὶ τὸ ἑαυτοῖς ἀρέσκειν, τοῖς δὲ φαύλοις καὶ ἀνοσιουργοῖς (οὗτοι δέ εἰσιν οἱ αἵματα ἀδελφῶν καὶ συγγενῶν ἐκχέοντες καὶ ἱερὰ συλῶντες, ἀθέσμους τε γάμους γαμοῦντες καὶ ἡδοναῖς ἀλλοκότοις καὶ αἰσχροτάταις ἑαυτοὺς καταρρυπαίνοντες) τούτοις οὐ δοκεῖ ὑπάρχειν τὰ εἰρημένα ἀγαθά. οἱ γὰρ ἑαυτοὺς ἐξάγειν βουλόμενοι καὶ ἐν ἁπάσῃ ἀηδίᾳ ὄντες καὶ μηδέποτε ἑαυτοῖς ἀρέσκοντες ἢ τὰ αὐτὰ θέλοντες, ἀλλὰ δίκην εὐρίπου ἀπ’ ἄλλων εἰς ἄλλα μεταφερόμενοι, ὡς μηδενὶ ὧν πράττουσιν ἀρεσκόμενοι, πῶς ἂν τὸ εἶναι καὶ ζῆν ἀγαθὸν νομίζοιεν ἢ πῶς ἂν αὑτοὺς ἢ ἄλλους φιλοῖεν; οἱ γὰρ ἑαυτοὺς φεύγοντες (σημεῖον δὲ τούτου τὸ μὴ βούλεσθαι ζῆν ἢ καὶ ἀναιρεῖν ἑαυτούς), οἱ δὴ φεύγοντες ἑαυτοὺς πῶς ἂν δόξειεν φιλεῖν1 ἑαυτοὺς ἢ καὶ ἄλλους ἢ συνεῖναι ἑαυτοῖς ἢ μετ’ ἄλλων συνδιάγειν καὶ συνδιημερεύειν; εἰπὼν δὲ ὅτι τοῖς φαύλοις (καὶ εἴρηται τίνας λέγει φαύλους, οἷς συναριθμεῖ καὶ τοὺς ἀκρατεῖς) δοκεῖ ὑπάρχειν τὰ εἰρημένα, ἐπήγαγεν σχεδὸν δὲ οὐδὲ τοῖς φαύλοις, τὸ σχεδὸν προσθεὶς διὰ τοὺς ἀκρατεῖς. τοῖς μὲν γὰρ ἄλλοις φαύλοις δοκεῖ ὑπάρχειν τὰ εἰρημένα ἀγαθά, τοῖς δὲ ἀκρατέσιν οὐ δοκεῖ ὑπάρχειν, ὥστε σχεδὸν πᾶσιν ἀλλ’ οὐχ ἁπλῶς πᾶσιν. ἀλλὰ διὰ τί τοῖς ἀκρατέσιν οὐ δοκεῖ ὑπάρχειν; ἢ διὰ τὸ βούλεσθαι μὲν τὰ τῶν ἀνθρώπων ἀγαθά, ἅπερ καὶ κυρίως ἐστὶν ἀγαθά, φανερῶς δ’ ὑποσύρεσθαι πρὸς τὰς τοῦ ζῴου ἡδονάς, τὰς ἀπὸ τῶν ἀφροδισίων.
“因为至少在那些全然低劣且行渎圣恶事的人当中,这些不属于任何一人。” 因此,对于前述之人而言,即便在实际上并不属于他们,但爱自身以及爱朋友、共处、同乐、同悲以及取悦于自身,仍然显得是属于他们的;然而对于低劣且行渎圣恶事的人(这些人乃是流洒弟兄亲属之血、掠夺圣物、缔结违背法度的婚姻,并以怪异且最可耻的快感玷污自身的人),这些前述之善在他们看来并不显得属于他们。因为那些意欲结束自身生命、处于彻底的厌弃之中、绝不取悦于自身亦不意欲相同事物,反而如欧里珀斯海峡般从一端漂移至另一端、对自己所行之事的任何一项都不满意的人,怎能认为存在与生活是善的,又怎能爱自身或爱他人呢?因为那些逃避自身的人(此事的明证乃是不愿活着乃至自杀),这些逃避自身的人又怎能显得是爱自身或爱他人、与自身共处,或者与他人共处并共度一日呢?在说了前述诸项显得属于低劣之人(并且已经说明了他所指的低劣之人是哪些,在这些人中他也将无节制之人列入)之后,他接着说道,“而且低劣之人也几乎不”,之所以加上“几乎”,乃是因为无节制之人的缘故。因为对于其他低劣之人而言,前述之善显得属于他们,但对于无节制之人而言却不显得属于他们;因此几乎〔显得属于〕所有人,但并非断然〔显得属于〕所有人。然而,为何在无节制之人看来并不显得属于他们呢?难道不是因为他们虽然意愿属于人类的善物(这些也是严格意义上的善),却公然被拉扯向下,趋向属于动物的快乐,即源自性爱的快乐吗?
"Ζητοῦσι δὲ οἱ μοχθηροὶ μεθ’ ὧν συνημερεύσουσιν." Οὐ ζητοῦσι τὸ συνδιημερεύειν καθάπερ οἱ σπουδαῖοι ἀλλὰ θέλοντες μὲν ἀνελεῖν αὑτούς, διὰ δειλίαν δὲ τοῦτο μὴ ποιοῦντες ζητοῦσιν εὑρεῖν τινας, οὐχὶ φίλους. εἴρηται γὰρ ὅτι μήθ’ ἑαυτοῖς μήτ’ ἄλλοις εἰσὶ φίλοι, ἀλλὰ ζητοῦσιν ἐντυχεῖν τῷ βουληθέντι συνδιατρῖψαι μετ’ αὐτῶν, ἵνα συνομιλοῦντες ἐν λήθῃ γίνωνται τῶν οἰκείων ἀνοσιουργημάτων. καθ’ ἑαυτοὺς γὰρ ὄντες ἀναμιμνήσκονται τῶν τοιούτων· οὐ γὰρ ἔχουσι τινῶν ἄλλων μεμνῆσθαι· τῇ ἀναμνήσει δὲ σκότου καὶ δίνης καὶ πολλῆς ἀηδίας πληροῦνται καὶ σφόδρα δυσχεραίνουσι καὶ θορυβοῦνται καὶ ταραχῆς ἐμπίπλανται κουφίζονται δὲ ταῖς μετ’ ἄλλων διατριβαῖς. οὐδὲν οὖν φιλητὸν ἔχοντες (τί γὰρ ἢ ποῖον ἡδὺ ἢ ἀγαθὸν ἢ χρήσιμον πρόσεστι τοῖς τοιούτοις;) οὐδὲ φιλικὸν πάσχουσι πρὸς ἑαυτούς, τουτέστιν οὐδ’ ἀξιοῦσι φιλεῖν ἑαυτοὺς καὶ συνδιάγειν μεθ’ ἑαυτῶν· οὐδεὶς γὰρ θέλει συνδιάγειν μετά τινος ὃν μισεῖ· οὗτοι δὲ μισοῦσιν ἑαυτούς· ὥστε καὶ συνεῖναι ἑαυτοῖς καὶ συνδιάγειν μεθ’ αὑτῶν οὐ βούλονται, ἀλλ’ οὐδὲ συγχαίρειν οὐδὲ συναλγεῖν ἑαυτοῖς, ὅτι τὸ συγχαίρειν καὶ συλλυπεῖσθαι ἐκείνων ἐστίν, οἷς καὶ τὸ ὁμογνωμονεῖν καὶ οἷς τὸ αὐτὸ δοκεῖ καλὸν καὶ ἡδὺ ἢ μὴ καλὸν μηδὲ ἡδύ, καὶ ὅλως οἷς τὸ αὐτὸ ἀρέσκει, οἷς δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ τὸ συγχαίρειν καὶ συναλγεῖν ἐστιν. ἐπὶ μὲν γὰρ τῶν σπουδαίων, ἐπειδὴ ἄρχει καὶ δεσπόζει τὸ λογιζόμενον ἡμῶν, ἄρχεται δὲ καὶ δεσπόζεται τὸ ἄλογον, συμφωνεῖ τε τῷ λόγῳ καὶ στάσις ἐν τούτοις οὐδεμία τυγχάνει οὖσα, οἷς χαίρει τὸ λογιζόμενον καὶ ἀρέσκεται, τούτοις καὶ τὸ ἄλογον, καὶ οἷς ὁ λόγος οὐκ ἀρέσκεται, ταῦτα καὶ τὸ ἄλογον ἀποσείεται. καὶ διὰ τοῦτο συγχαίρουσιν ἑαυτοῖς οἱ σπουδαῖοι καὶ συλλυποῦνται. εἴρηται γὰρ ὅτι οἷς χαίρει ἢ οἷς λυπεῖται τὸ λογικόν, τούτοις καὶ τὸ ἄλογον συνήδεται καὶ συλλυπεῖται. ἐπὶ δὲ τῶν φαύλων, ἐπειδὴ ἡ ψυχὴ στασιάζει καὶ δεσπόζει μᾶλλον τὸ ἄλογον, δεσπόζεται δὲ ὁ λόγος, καὶ τὰ μὲν ἡδέα τούτων ἀηδῆ δοκεῖ τῷ λόγῳ καὶ οἷς ὁ λόγος ἀρέσκεται, τούτοις ἀπαρέσκεται τὸ ἄλογον, πῶς οἷόν τε τοὺς οὕτως ἔχοντας συγχαίρειν ἑαυτοῖς; ἐν ᾧ γὰρ πράγματι καὶ περὶ ὃ πρᾶγμα ἢ πρᾶξιν ὁ μὲν λόγος λυπεῖται, τὸ δὲ ἄλογον χαίρει, τὸ συγχαίρειν οὐκ ἔστιν. ἕλκουσιν οὖν τὸν ἄθλιον ὁ λόγος καὶ τὸ ἄλογον, ὁ μὲν δεῦρο, τὸ δὲ δεῦρο διασπῶντα καὶ ἀνθ’ ἑνὸς πολλὰ ποιοῦντα.2 ταῖς δὲ διαφόροις μᾶλλον δὲ ἐναντίαις ὀρέξεσι καὶ ἐπιθυμίαις καὶ ἅμα ἥδεται καὶ λυπεῖται, ὅτι ὅτε ἥδεται θάτερον, οἷον τὸ ἄλογον, τότε λυπεῖται ὁ λόγος, ἢ ἔμπαλιν. εἰ δὲ μὴ δυνατόν, φησίν, ἅμα ἥδεσθαι καὶ λυπεῖσθαι, ἀλλὰ μετὰ μικρὸν λυπεῖται ὅτι ἥσθη καὶ ὅτι ἡδέα γέγονεν αὐτῷ ἐκεῖνα, οἷς μικρὸν ἡσθεὶς ἄρτι μεταμέλεται. εἰ δὴ ὡς λέγομεν ἀθλίως καὶ πάντῃ κακῶς ὁ πονηρὸς διαπορεύεται, φευκτέον τὴν πονηρίαν οὐ βάδην ἀλλ’ ὠκέως πάνυ.
“邪恶之人则寻找能与之一同度日的人。” 他们并不像卓越之人那样寻求共同度日;相反,他们虽然想要自杀,却因懦弱而未如此行,于是寻求找到某些人,而绝非朋友。因为已经说过,他们对于自身和他人而言都不是朋友;他们乃是寻求遇到愿意与他们共度时光的人,以便通过交谈而遗忘自身的渎圣恶行。因为当他们独处时便会忆起这等恶行——因为他们没有别的任何事物可以回忆——并且通过回忆,他们被黑暗、眩晕与巨大的厌弃所充满,感到极度的不快、骚动并满腹混乱,但通过与他人的交往而得到减轻。因此,由于不具有任何可爱之物(因为何种或怎样令人愉悦、善好或有用的事物会属于这等之人呢?),他们对自身亦不产生任何友爱之情,这就是说,他们甚至不屑于爱自身并与自身共处。因为没有人愿意与自己所憎恨的人共处,而这些人憎恨自身;因此他们既不愿与自身同在亦不愿与自身共处,甚至也不愿与自身同乐或同悲,因为同乐同悲属于那些心意一致、以相同之物为高尚与愉悦或既不高尚亦不愉悦的人,总之属于那些以相同之物为喜悦的人;而在那些不具备这一点的人那里,亦不存在同乐与同悲。因为在卓越之人那里,由于我们之中的推论部分施行统治与主导,而无理性部分受统治与主导,并且它与理性协调一致,在他们之中不发生任何内讧,推论部分因何而喜悦并中意,无理性部分亦因这些而喜悦,凡理性所不中意之物,无理性部分亦将其摆脱。正因如此,卓越之人与自身同乐并同悲。因为已经说过,凡理性部分所喜悦或悲伤之物,无理性部分亦与其同乐同悲。然而在低劣之人那里,由于灵魂发生内讧,无理性部分反倒主导而理性受主导,这些人的愉悦之物在理性看来乃是不快的,凡理性所中意者无理性部分皆感到不满,具有此等状况的人又怎能与自身同乐呢?因为在某件事情上,以及围绕某种事物或行为,理性若感到悲伤而无理性部分却感到喜悦,便不存在同乐。因此,理性和无理性部分拉扯着这个悲惨之人,一者拉向这边,另一者拉向那边,将其撕裂,使其由单一化为多数。由于各异的、或者不如说是相反的欲求与渴望,他同时感到快乐亦感到痛苦,因为当其中一方(例如无理性部分)快乐时,理性便感到痛苦,反之亦然。他说,假若不可能同时感到快乐与痛苦,那么过了一会儿之后,他便会因自己曾经感到快乐、因那些自己略微体验了快感而如今却后悔的事物曾令自己感到愉悦而感到痛苦。因此,若如我们所言,恶人是以如此悲惨且在各个方面都恶劣的方式度日,那么就应当不是缓缓地、而是极其迅速地逃离邪恶。
- 8.15πῶς ἂν δόξειεν φιλεῖν
尽管前面的主语 οἱ δὴ φεύγοντες ἑαυτούς 是复数名词短语,但动词 δόξειεν 却是带有潜能 ἄν 的第三人称单数祈愿语气。这属于句法破格(主谓单复数不一致),或可理解为非人称结构(“怎么会显得……?”)。
- 8.16ὁ μὲν δεῦρο, τὸ δὲ δεῦρο διασπῶντα καὶ ἀνθ’ ἑνὸς πολλὰ ποιοῦντα
分词 διασπῶντα 与 ποιοῦντα 为主格中性复数,与复合主语 ὁ λόγος(阳性)和 τὸ ἄλογον(中性)呼应,并受邻近的中性名词 τὸ ἄλογον 牵引,或以中性概括对待。
