← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§487.4-487.39

论证善意既非情爱亦非友爱

厄斯特拉齐奥借用竞技者的例子,阐明善意不同于情爱(善意无需时间或相熟便可突发产生),亦不同于友爱(善意并不谋求共同协作),并通过第二格三段论论证了善意绝非友爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.17#2

εἰ οὖν ἡ φίλησις πόθεν ποῖ, ἡ δὲ εὔνοια οὐ τοιαύτη, οὐκ ἂν εἴη τὸ οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν ἴσον τῷ οὐ γάρ ἐστι διάτασις καὶ ἔκτασις καὶ ἁπλῶς κίνησις ὡς ἡ ὄρεξις.1 καὶ ἡ μὲν φίλησις πρὸς φιλίαν ἵεται καὶ τὸ γενέσθαι φίλον ἐκείνῳ, πρὸς ὃν ἡ φίλησις. πᾶς γὰρ ὁ ἔχων τὴν φίλησιν σπεύδει γενέσθαι φίλος τῷ πρὸς ὃν ἔχει τὴν φίλησιν. ὁ δὲ εὔνους οὐ πᾶσι βούλεται φίλος γενέσθαι ᾧ εὔνους ἐστίν. εὖνοι μὲν γάρ εἰσιν οἱ τοῦ βενέτου χρώματος ὄντες τῷ βενέτῳ, φίλοι δὲ οὐ πάνυ τι θέλουσι γενέσθαι τῷ ἡνιόχῳ, ὥστε οὐδὲ φίλησις τούτοις ἐστὶ πρὸς τὸν ἡνίοχον. καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας· συνδιατρίψαντες γὰρ μετ’ ἀλλήλων χρόνον συχνὸν καὶ τοῦ ἤθους καὶ τῆς ἀλλήλων ἀρετῆς γνῶσιν σχόντες οὕτως ἵενται πρὸς φιλίαν· τὸ δὲ ἵεσθαι πρὸς φιλίαν φίλησίς ἐστιν. ἔστι δὲ ἡ εὔνοια οὐ πάσης φιλίας ἀρχὴ ἀλλὰ τῆς σπουδαίας. ἡ γὰρ εὔνοια τοῦ ἤθους καὶ τῆς ἀρετῆς ἐστιν ἀλλ’ οὐ τοῦ χρησίμου ἢ τοῦ ἡδέος καὶ ἔστιν ἡ μὲν φίλησις ἀεὶ μετὰ συνηθείας, ἡ δ’ εὔνοια καὶ μετὰ συνηθείας καὶ δίχα συνηθείας καὶ ἐκ προσπαίου, ἤτοι ἀθρόον καὶ τάχιστα. εἶδε γάρ τίς τινα σπουδαῖον ἢ ἤκουσε περὶ σπουδαίου καὶ ἅμα τῇ θέᾳ καὶ τῇ ἀκοῇ γέγονεν εὔνους ἐκείνῳ. οὐκ ἀεὶ δὲ τοῦτο ἀλλ’ ὡς ἐπὶ πολύ. οὐ γὰρ ἀεὶ τοῖς σπουδαίοις, οὓς ἂν ἴδωμεν ἢ περὶ ὧν ἀκούσωμεν, εὖνοι γινόμεθα ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. εἰ οὖν εὔνοια μὲν ἀθρόον καὶ σχεδὸν ἀχρόνως γίνεται, φίλησις δὲ πᾶσα μετὰ χρόνου, οὐκ ἂν εἴη ἡ εὔνοια φίλησις. οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς συμβαίνει. εὖνοι γὰρ αὐτοῖς γίνονται. δόξειε δὲ καὶ ταῦτα λέγειν περὶ τοῦ μὴ εἶναι τὴν εὔνοιαν φίλησιν. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ λέγει ὅτι οὐκ ἔστιν ἡ εὔνοια φιλία.2 φιλίας γάρ ἐστι τὸ συμπράττειν τῷ φίλῳ καὶ συνεργεῖν εἴς τε τὴν τῶν ἀγαθῶν τεῦξιν καὶ ἐπιτυχίαν καὶ εἰς τὴν τῶν κακῶν ἀποφυγήν, ὅπερ ἐπὶ τῆς εὐνοίας οὐκ ἔστιν. οἱ γὰρ τοῖς ἀγωνισταῖς εὖνοι (εἰσὶ δὲ ἀγωνισταὶ οἱ ἀθληταὶ οἱ δισκευταὶ οἱ τοιοῦτοι), οἱ οὖν εὖνοι τούτοις θέλουσι νικᾶν ἐκείνους, οἷς εὖνοί εἰσι, συναθλεῖν δὲ ἢ συνδισκεύειν οὐ βούλονται. εἰ οὖν οἱ φίλοι συμπράττειν θέλουσιν, οἱ δ’ εὖνοι συμπράττειν οὐ θέλουσιν, οἱ εὖνοι φίλοι οὐκ εἰσι. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι. εἰ δ’ οὐκ εἰσιν οἱ εὖνοι φίλοι, οὐδ’ ἡ εὔνοια φιλία ἐστί. πάλιν ἐν τῷ αὐτῷ σχήματι συλλογιστέον· οἱ εὖνοι ἐπιπολαίως στέργουσιν, οἱ φίλοι οὐκ ἐπιπολαίως στέργουσιν, οἱ εὖνοι οὐκ εἰσι φίλοι· οὐδ’ ἄρα ἡ εὔνοια φιλία. λέγομεν δὲ βεβαίαν φιλίαν τὴν τῶν σπουδαίων. ταύτης γὰρ τῆς φιλίας καὶ ἡ εὔνοια ἀρχή ἐστιν, ὡς προϊὼν καὶ Ἀριστοτέλης ἐρεῖ.

因此,如果情爱是从某处到某处的[运动],而善意并非如此,那么“因为它并不具备张力亦无欲求”这一表述,岂不就等同于“因为它并非如欲求那样是一种张力、伸展以及纯粹的运动”吗?而且,情爱奔向友爱,并奔向与情爱所指向的那个人成为朋友。因为每一个怀有情爱的人都急于同自己对其怀有情爱的人成为朋友。但怀有善意的人并不想同每一个自己对其怀有善意的人都成为朋友。因为属于蓝党的人虽然对蓝党的[御者]怀有善意,却完全不想与该御者成为朋友,以致他们对御者并不怀有情爱。此外,情爱伴随着相熟共处;因为彼此共同度过了相当长的时间,获得了关于彼此品质与德性的认知之后,他们才如此奔向友爱;而奔向友爱正是情爱。然而善意并非一切友爱的开端,而是优异友爱的开端。因为善意关乎品质与德性,而非关乎有用或愉悦;而且情爱总是伴随相熟共处,善意却既可以伴随相熟共处,亦可以没有相熟共处而产生,甚至突发地,即瞬间且极快地产生。因为某人看到了某位优异之人或听闻了某位优异之人,便在目睹与听闻的同时对那个人产生了善意。但这并非总是如此,而是大多如此。因为对于我们所看见或听闻的优异之人,我们并不总是对他们产生善意,而仅仅是大多如此。因此,如果善意是瞬间且几乎无需时间便产生的,而一切情爱都伴随着时间,那么善意便不会是情爱。在竞技者身上所发生的亦是如此;因为人们对他们产生善意。他似乎也是关于善意并非情爱而说这些话的。但他所说的并非这一点,而是说善意不是友爱。因为与朋友协同行动并在获得善物与成功以及避开恶物方面相互协作,乃是属于友爱的事情,而这在善意中并不存在。因为那些对竞技者(竞技者即运动员、铁饼手之类的人)怀有善意的人,固然希望自己对其怀有善意的人获胜,却并不愿意与之共同竞技或共同掷铁饼。因此,如果朋友们愿意协同行动,而怀有善意的人不愿意协同行动,那么怀有善意的人便不是朋友。这一三段论属于第二格。如果怀有善意的人不是朋友,善意也就不是友爱。必须再次在同一个格中进行推论:怀有善意的人肤浅地喜爱,朋友不肤浅地喜爱,所以怀有善意的人不是朋友;因此善意亦非友爱。我们称优异之人的友爱为稳固的友爱;正如亚里士多德随后也将谈到的那样,善意亦是这种友爱的开端。

语法注2 条
  1. 8.17οὐκ ἂν εἴη τὸ οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν ἴσον τῷ οὐ γάρ ἐστι διάτασις καὶ ἔκτασις καὶ ἁπλῶς κίνησις ὡς ἡ ὄρεξις

    该句结构为一个带有潜在希求法的修辞性疑问句:οὐκ ἂν εἴη τὸ A ἴσον τῷ B(“A难道不就等于B吗?”)。由中性单数定冠词 τὸ 统领的引用从句 οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν(亚里士多德原文引语)作主语,ἴσον 为表语形容词,而与之平行的与格从句 τῷ οὐ γάρ ἐστι... 则作为由 ἴσον 所要求的补足语。

  2. 8.17δόξειε δὲ καὶ ταῦτα λέγειν περὶ τοῦ μὴ εἶναι τὴν εὔνοιαν φίλησιν. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ λέγει ὅτι οὐκ ἔστιν ἡ εὔνοια φιλία.

    主动词 δόξειε 为不带 ἄν 的潜在希求法,提出读者可能产生的误解(“他似乎是在说……”)。不定式 λέγειν 的逻辑主语是亚里士多德,ταῦτα 为其宾语。紧接着的 οὐ λέγει δὲ τοῦτο 立即否定了这一解释,并将论点纠正为真正的核心意图:亚里士多德所证明的是善意并非“友爱”(φιλία),而非并非“情爱”(φίλησις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:487.4-487.39