- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:483.13-484.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌斯解释了多数人何以显得爱自身并分有善物,指出他们将自身等同于无理性部分以及错误地换位“卓越者取悦自身”这一命题的双重谬误,并提出了对他们“分有”善物的两种解释。
δοκοῦσιν οὖν οἱ πολλοὶ ἑαυτοὺς φιλεῖν καὶ βούλεσθαι καὶ ἑαυτοὺς ζῆν καὶ τοὺς ἑαυτῶν φίλους καὶ ἑαυτοῖς συνδιάγειν καὶ τοῖς φίλοις. οὐ μὴν ἀληθές ἐστι τοῦτο· οὐ γὰρ ἑαυτοῖς τοῦθ’ ὑπάρχει ἀλλὰ τῷ ἀλόγῳ. ὃ γὰρ περιέπουσι καὶ ὃ τρέφουσι καὶ πιαίνουσιν, ἐκεῖνο καὶ δοκοῦσιν εἶναι.1 εὖ παθεῖν δὲ σπεύδουσι τὸ ἐν αὐτοῖς ἄλογον, τὸ ἄλογον ἄρα οἴονται εἶναι τὸν ἄνθρωπον καὶ οὐ τὸν λόγον. εἰ γὰρ τὸν λόγον ἐτίθεντο τὸ ἀνθρώπειον εἶδος εἶναι, τοῦτον ἂν ἄρχειν καὶ δεσπόζειν ἔσπευδον καὶ τρέφειν τῇ τῶν ὄντων θεωρίᾳ. εἰπὼν δὲ φαίνεται δὲ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν τὴν τοῦ φαίνεσθαι ὑπάρχειν αἰτίαν ἐπήγαγεν εἰπὼν ἆρ’ οὖν ᾗ ἀρέσκουσιν ἑαυτοῖς καὶ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν; ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη· ὁ μὲν ἄλλων ἐπιθυμῶν ἄλλα δὲ βουλόμενος δῆλός ἐστιν ὡς οὐκ ἀρέσκεται ἑαυτῷ, ὁ δὲ τῶν αὐτῶν ὀρεγόμενος καὶ τὰ αὐτὰ θέλων καὶ βουλόμενος ἑαυτῷ ἀρέσκει. τοιοῦτοι δὲ οἱ πολλοί. ἀρέσκουσι γὰρ ἑαυτοῖς διὰ τὸ τῶν αὐτῶν ἐπιθυμεῖν καὶ τὰ αὐτὰ βούλεσθαι. καὶ γὰρ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ὁρῶμεν γινόμενον. ὅσοι μὲν γὰρ τῶν αὐτῶν ὀρέγονται καὶ τὰ αὐτὰ βούλονται καὶ θέλουσιν, ἀρέσκουσιν ἀλλήλοις· ἀπαρέσκονται δὲ καὶ διαφέρονται, ὅταν ὁ μὲν τῶνδε ἐπιθυμῇ καὶ τάδε βούληται, ὁ δὲ ἄλλων καὶ ἄλλα καὶ μὴ τῶν αὐτῶν μηδὲ τὰ αὐτά. ἐπεὶ δὲ οἱ σπουδαῖοι ἑαυτοῖς ἀρέσκουσιν, ὑπολαμβάνουσιν οἱ πολλοὶ σπουδαῖοι εἶναι, ὅτι ἀρέσκονται ἑαυτοῖς, διχῶς ἁμαρτάνοντες· πρῶτον μὲν γὰρ οὐχ ἑαυτοῖς ἀρέσκονται (οὐ γάρ ἐστιν ὁ ἄνθρωπος τὸ ἄλογον, ᾧ τὰ ἀρεστὰ πράττουσιν, ἀλλ’ ὁ λόγος), ἔπειτα ὅτι μὴ ἀληθῶς ἀντιστρέφουσιν.2 ὁ μὲν γὰρ σπουδαῖος ἀρέσκει ἑαυτῷ, ὅτι τὰ ἀρέσκοντα τῷ λόγῳ πράττει. οὐ μὴν καὶ ὁ δοκῶν ἀρέσκειν ἑαυτῷ σπουδαῖός ἐστιν. οἱ μὲν οὖν σπουδαῖοι ἀρέσκουσιν ἑαυτοῖς, ἀλλὰ ὅτι τὰ ὄντως ἀγαθὰ πρόσεστιν αὐτοῖς, οἱ δὲ φαῦλοι οὐ τῷ ἀληθῶς ἔχειν τὰ ἀγαθὰ ἀρέσκουσιν ἑαυτοῖς, ἀλλὰ τῷ οἴεσθαι ἔχειν μὴ ἔχοντες. λέγει δὲ φαύλους οὐ τοὺς ἀνοσιουργοὺς καὶ παντάπασι κακίστους ἀλλὰ τοὺς διὰ τὴν τῶν ὄντως ἀγαθῶν ἄγνοιαν πρὸς τὴν τῶν κακῶν ὡς ἀγαθῶν ἀντοχὴν φερομένους καὶ ἐκ τούτου ἀγαθοὺς ἑαυτοὺς εἶναι πιστεύοντας. ἃ μὲν οὖν βούλεται λέγειν ταῦτ’ ἂν εἴη. τὸ γὰρ ταύτῃ μετέχουσιν ἀγαθῶν ἢ τοῦτο σημαίνοι ἄν, καθ’ ὃ δοκοῦσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι, κατὰ τοῦτο καὶ ὑπολαμβάνουσι μετέχειν τῶν ἀγαθῶν, λέγων ἀγαθὰ τὸ φιλεῖν καὶ ἑαυτοὺς καὶ τοὺς φίλους, τὸ βούλεσθαι συνεῖναι ἑαυτοῖς, τὸ συνήδεσθαι, τὸ συλλυπεῖσθαι. ἢ οὖν τοῦτο λέγοι ἂν διὰ τοῦ ταύτῃ μετέχουσι τῶν ἀγαθῶν ἢ ὅτι δοκοῦσι τοῖς πρὸς αὐτοὺς βλέπουσι. δοκοῦσι γὰρ οἱ ἀφορῶντες εἰς αὐτούς, ὅτι ἐν μετοχῇ τῶν εἰρημένων ἀγαθῶν τυγχάνουσιν.3
因此,多数人似乎爱他们自己,既希望自身活着也希望自己的朋友活着,既与自身共处也与朋友共处。然而这并非事实;因为这一点并不属于他们自身,而是属于无理性部分。因为凡是他们所照料、抚育并使其肥硕之物,他们就认为自己也就是那物。他们急切地希望自身之内的无理性部分处于良好境况,因而他们认为人乃是无理性部分而非理性。因为假若他们认定理性是人的形式,他们便会急切地让它施行统治并居于主导,并通过对存在者的观照来滋养它。在说了“然而,上述诸项似乎也属于多数人”之后,他接着指出了显得属于的原因,说道:“那么,难道是在他们取悦自身并认定自己是良好之人的意义上,他们在这方面分有了这些吗?”他所要表达的当是如下意思:一方面渴望着某些事物而另一方面又意愿着另一些事物的人,显然是对自身不满的;而执着于相同事物、既意欲且意愿相同事物的人,则取悦于自身。多数人便是如此;因为他们因欲望相同之物并意愿相同之物而取悦于自身。实际上我们看到这在其他人身上也是如此:凡执着于相同事物并意愿且欲求相同事物的人,都彼此相投;而当一方欲望这些并意愿这些,另一方却欲望另一些并意愿另一些,既非相同亦非一致之物时,他们便彼此不合且产生分歧。然而,由于卓越之人取悦于自身,多数人便因自己取悦于自身而认定自己是卓越之人,这犯了双重错误:首先,他们并非取悦于自身(因为人并不是他们为其行取悦之事的无理性部分,而是理性);其次,他们没有做出真正的换位。因为卓越之人取悦于自身,是因为他做着令理性喜悦之事;然而看起来取悦于自身的人并不因此就是卓越之人。因此,卓越之人取悦于自身,乃是因为真正善的事物属于他们;而低劣之人取悦于自身,却不是由于真正拥有诸善,而是由于在并不拥有的情况下自以为拥有。他所谓的“低劣之人”,指的不是那些犯下渎圣恶行且彻头彻尾极恶的人,而是那些由于对真正之善的无知,而倾向于执着恶事将其视作善事,并由此相信自己是善人的人。因此,他所意欲表达的当是这些。因为“在这方面他们分有善物”或者意味着这一点:在他们自以为是善人的方面,正是在这一方面他们也认定自己分有了诸善——他所言的“善”是指爱自身以及爱朋友、愿意与自身共处、同乐、同悲。因此,通过“在这方面他们分有善物”,他或者是指这层意思,或者是指在注视他们的人看来显得如此;因为注视他们的人认为他们处于上述诸善的分有之中。
- 8.14ὃ γὰρ περιέπουσι καὶ ὃ τρέφουσι καὶ πιαίνουσιν, ἐκεῖνο καὶ δοκοῦσιν εἶναι.
作为关系代名词 ὃ ... ὃ 之先行词的 ἐκεῖνο 是 εἶναι 的谓词宾格。由于主词宾格(ἑαυτούς)在语境中被省略,故全句意为“他们认为[自己]就是那物”。
- 8.14ἔπειτα ὅτι μὴ ἀληθῶς ἀντιστρέφουσιν.
ἀντιστρέφουσιν 为逻辑学术语,意为“换位”(倒换命题的主词与谓词)。如下文所述,这里指的是将“卓越之人取悦自身”不当换位为“取悦自身者皆为卓越之人”的逻辑谬误(肯定后件的谬误)。
- 8.14δοκοῦσι γὰρ οἱ ἀφορῶντες εἰς αὐτούς, ὅτι ἐν μετοχῇ τῶν εἰρημένων ἀγαθῶν τυγχάνουσιν.
前文“δοκοῦσι τοῖς πρὸς αὐτοὺς βλέπουσι”(在注视他们的人看来显得如此)的同义重述。此处 δοκοῦσι 带有主动的“认为、料想”之义,并取主格主语(οἱ ἀφορῶντες)与 ὅτι 从句,反映了晚期及拜占庭希腊语的用法(或为混合人称结构)。
