- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:482.13-483.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德暂且搁置对自己是否存在友爱之论题处(1166a33),欧斯特拉提乌斯从理性与无理性部分(或灵魂三部分)的和睦阐明了对自身之友爱得以成立的条件,解释了“在并非是二的意义上”这一异文,并阐释了卓越之人的特征在表面上似乎也属于大众只是一种假象。
" Πρὸς αὑτὸν δὲ πότερον ἔστι φιλία ἢ οὐκ ἔστιν, ἀφείσθω." Εἴρηται μικρὸν ἔμπροσθεν ἐν τῷ παρόντι βιβλίῳ, ὅπως οἷόν τέ ἐστι φιλίαν εἶναι πρὸς ἑαυτὸν καὶ οὐ δεῖ πάλιν λέγειν τὰ αὐτά. δόξειε δ’ ἄν, φησίν, εἶναι πρὸς ἑαυτὸν φιλίαν οὐχ ᾗ εἷς ἐστιν ὁ φιλῶν ἑαυτὸν ἀλλ’ ᾗ δύο,1 λέγων δύο τό τε λογικὸν ἡμῶν, ὅπερ καὶ ἐσμὲν κυρίως, καὶ τὸ ἄλογον. τὸ γὰρ ἀνθρώπειον εἶδος καὶ ὁ κυρίως ἄνθρωπος τὸ λογικὸν ἐστι μέρος τῆς ψυχῆς καὶ οὐχὶ τὸ ἄλογον. ὅταν οὖν ταῦτα μὴ στασιάζῃ μηδὲ διαφέρηται ἀλλ’ ἕπηται τοῖς τοῦ νοῦ κινήμασι 〈καὶ θελήμασι〉 τὸ ἄλογον καὶ ἓν ὦσι τῇ συμφωνίᾳ (τῇ γὰρ οὐσίᾳ καὶ τῇ φύσει δύο τυγχάνει ὄντε), ἔστι πρὸς ἑαυτὸν φιλία, ᾗ δύο ἐστὶν ὁ τοιοῦτος ἢ καθὸ πλείω δυοῖν. ἔστι γὰρ τοιοῦτον ὃ λέγει δυνάμει· εἰ μὲν εἰς δύο διέλῃς τὴν ψυχήν, τό τε λογιζόμενον καὶ τὸ ἄλογον ἢ δύο, ἔσται πρὸς ἑαυτὸν φιλία, εἰ δὲ μὴ εἰς δύο ἀλλ’ εἰς τρία, λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν, οὐχ ᾗ δύο ἀλλ’ ᾗ πλείω δυοῖν, τουτέστιν ἀλλ’ ᾗ τρία, ἔσται πρὸς ἑαυτὸν φιλία. φέρεται καὶ ἄλλη γραφή, ἔχουσα οὕτω· δόξειε δ’ ἂν ταύτῃ εἶναι φιλία ᾗ οὐκ ἔστι δύο, τὰ αὐτὰ καὶ διὰ τῆς γραφῆς ταύτης λέγων. εἰ γὰρ καὶ δύο ἐστὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀλλ’ οὖν φιλία τότε ἐστὶ πρὸς ἑαυτόν, ὅταν ταῦτα ἓν ὦσι. τοῦτό τε οὖν οὕτως ἔχει καὶ ὅτι ἡ πρὸς τὸν φίλον τοῦ φιλοῦντος ὑπερβάλλουσα φιλία ὁμοία ἐστὶ τῇ πρὸς ἑαυτὸν τὸν φιλοῦντα. ὁ γὰρ φιλῶν τινα ὡς ἑαυτὸν ὑπερβαλλόντως φιλεῖ· φαίνεται δὴ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν. εἰρημένα λέγει τὸ βούλεσθαι τὸν σπουδαῖον ζῆν καὶ σώζεσθαι, τὸ συνδιάγειν αὑτῷ, τὸ συνήδεσθαι, τὸ συλλυπεῖσθαι, τὸ πρὸς τὸν φίλον ἔχειν ὡς πρὸς ἑαυτόν. ταῦτα οὖν, φησί, καὶ δοκεῖ καὶ τοῖς πολλοῖς ὑπάρχειν. λέγει δὲ πολλοὺς τοὺς κατ’ αἴσθησιν ζῶντας καὶ τὸν ἐν ἑαυτοῖς δῆμον, τὸ πολυκέφαλον, ὥς φησι Πλάτων, θρέμμα τὴν ἐπιθυμίαν καὶ τὸ λεοντῶδες τὸν θυμὸν πιαίνοντας καὶ τὸν λόγον τοῖς πάθεσιν ὑποστρωννύντας καὶ δουλεύειν ἀντὶ τοῦ ἄρχειν παρασκευάζοντας τῷ συμπεποδίσθαι ταῖς ἀπὸ τῶν αἰσθήσεων ἀπάταις.2 καὶ σκόπει τὴν Ἀριστοτέλους ἀκρίβειαν, ὅπως οὐκ εἶπεν ἁπλῶς οὑτωσί, ὅτι τὰ ὑπάρχοντα τῷ σπουδαίῳ καὶ τοῖς πολλοῖς ὑπάρχει, ἀλλὰ μετὰ τῆς τοῦ φαίνεσθαι προσθήκης, ὡς εἰ ἔλεγεν ἀληθῶς μὲν αὐτοῖς ταῦτα οὐδαμῶς ὑπάρχει, δοκήσει δέ τινι καὶ φαντασίᾳ. οὐδὲ γὰρ πᾶν τὸ δοκοῦν ἢ φαινόμενον ἀληθές ἐστι. δοκεῖ μὲν γὰρ τοῖς πολλοῖς πλοῦτος καὶ ἀνδρεία αἱρετώτερα καὶ βελτίω εἶναι σοφίας καὶ φρονήσεως, ἀλλ’ οὐκ ἔστι τοῦτο. καὶ ὁ ἥλιος φαίνεται μὲν ποδιαῖος, πολλαπλασίων ὢν τῆς γῆς.
“至于对自己是否存在友爱,或者不存在友爱,姑且置之不理。” 对于自身如何可能存在友爱,在本卷稍早之处已经谈及,无须赘述相同的话。但他指出,似乎并非在爱自身者为一的意义上存在对自身的友爱,而是在他为二的意义上存在;他所说的“二”,指我们的理性部分(这在严格意义上正是我们自身)以及无理性部分。因为人的形式以及严格意义上的人乃是灵魂的理性部分,而非无理性部分。因此,当这两者既不起内讧亦不相纷争,无理性部分顺从理智的各种运动[与意愿],并且通过谐和而合而为一之时(因为在实体与本性上它们碰巧是二),在这样的人是二的意义上,或者在他多于二的意义上,便存在对自身的友爱。因为他实质上所言者乃是如此:倘若你将灵魂划分为二,即考量部分与无理性部分,那么在是二的意义上将存在对自身的友爱;但若非划分为二而是划分为三,即理性、气魄与欲望,那么就不是在是二的意义上,而是在多于二的意义上,也就是在是三的意义上,将存在对自身的友爱。还有另一种异文流传,文字如下:“按这种方式似乎存在友爱,在它并非是二的意义上”;通过这一异文,他表达的也是同样的意涵。因为即使理性和无理性是二,但唯有当这两者合为一之时,才存在对自身的友爱。因此,这件事诚然如此;而且爱者对朋友的超越的友爱,相似于爱者对自身的友爱。因为爱某人者,乃是如同爱自身一样超越地去爱。“无论如何,上述诸项似乎也属于多数人。”他所谓的“上述诸项”,指的是卓越之人企求活着并得以保全、与自身相处、共同欢乐、共同悲伤、对待朋友一如对待自身。因此他说,这些也似乎属于多数人。他所谓的“多数人”,是指那些顺从感觉而生活的人,他们喂养自身内部的群氓——正如柏拉图所言的多头怪物即欲望,以及狮子般的部分即气魄——将理性铺垫于诸激情之下,并因受到来自诸感官之欺瞒的束缚,致使理性沦为奴隶而非统治者。且看亚里士多德的严密,他并没有单纯地这样说“属于卓越之人的诸项也属于多数人”,而是附带了“似乎”这一补充,宛如他在说:就真实而言,这些全然不属于他们,而只是在某种臆见与表象中属于他们。因为并非一切看起来或显得如此者皆为真实。因为在多数人看来,财富与勇敢似乎比智慧与明智更值得欲求且更好,但这并非事实。而且太阳看起来只有一尺宽,然而其实际大小却是大地的许多倍。
- 8.14δόξειε δ’ ἄν, φησίν, εἶναι πρὸς ἑαυτὸν φιλίαν οὐχ ᾗ εἷς ἐστιν ὁ φιλῶν ἑαυτὸν ἀλλ’ ᾗ δύο
δόξειε δ’ ἄν 采用 ἄν 加希求法表示潜势,支配不定式 εἶναι。否定词 οὐχ 否定 ᾗ 引导的关系从句,并与 ἀλλ’ ᾗ δύο 形成对置。该句意译了亚里士多德原文(1166a33–34: δόξειε δ’ ἂν ταύτῃ εἶναι φιλία, ᾗ ἔστι δύο ἢ πλείω),阐明对自身的友爱并非基于爱者作为单一者,而是基于其内在具有两者(理性部分与无理性部分)的区分。
- 8.14τῷ συμπεποδίσθαι ταῖς ἀπὸ τῶν αἰσθήσεων ἀπάταις
定冠词带完成时被动态不定式的与格(τῷ συμπεποδίσθαι)充当原因状语,修饰前面的分词 παρασκευάζοντας(“致使[理性]……沦为奴隶,因其受到……束缚”)。它自身又支配表示手段或原因的与格 ταῖς ἀπάταις。
