- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:481.17-482.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥阐释了亚里士多德关于善相对于各事物本性的论述,联系漫步学派关于具个别性质者的概念,探讨了卓越之人对自身及朋友所怀有的同乐、同悲与相处之道。
τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἔχει γὰρ καὶ νῦν ὁ θεὸς τὸ ἀγαθόν, ἀλλ’ ὢν ὅ τί ποτέ ἐστιν, ἤτοι θεὸς ὤν, εἰ δ’ ἄλλο τι γένοιτο, ἐκ τῆς φύσεως ἣν ἔχει,1 οὔθ’ ἕξει ὅπερ ἔχει νῦν ἀγαθόν, ἢ 〈εἰ〉 καὶ δοίη τις ἕξειν, οὐχ ὡς ἀγαθὸν αὐτῷ παρέσται. ὅτι δὲ οὐ πᾶσι τὰ αὐτά ἐστιν ἀγαθὰ ἀλλὰ ἄλλοις ἄλλα, παντί που δῆλον. ἀγαθὸν μὲν γὰρ ἵππῳ τὸ μώνυχι εἶναι, τῷ δ’ ἀνθρώπῳ οὐκ ἀγαθόν. ἔμπαλιν δὲ ἀγαθὸν μὲν ἀνθρώπῳ τὸ πολυσχιδεῖ καὶ πενταδακτύλῳ εἶναι, ἀλλ’ ἵππῳ κάκιστον. καὶ ἁπλῶς οὐ πᾶσι τὰ αὐτὰ ἀγαθὰ τυγχάνει ἀλλὰ τῷ μὲν ταδί, τῷ δὲ ταδί. εἰπὼν δὲ ἕκαστον τὸ νοοῦν εἶναι, ἐπήγαγεν ἢ μάλιστα τοῦτο, ὅτι συντελεῖ καὶ μέγα συμβάλλεται καὶ τὸ ἄλογον ἡμῶν εἰς σύστασιν τοῦ ἰδίως παρὰ τοῖς Περιπατητικοῖς λεγομένου ποιοῦ. λέγουσι δὲ οὗτοι οἱ ἄνδρες ἰδίως ποιὸν τὸν ἐξ ἰδιοτήτων συνεστηκότα ἄτομον, οἷον τὸν Σωκράτην, τὸν Πλάτωνα, ὧν ἰδιοτήτων τοῦ Σωκράτους τὸ ἄθροισμα οὐκ ἄν ἐπ’ ἄλλῳ ποτὲ γένοιτο· κοινῶς δὲ ποιὸν λέγουσι τὸν καθόλου ἄνθρωπον. συνδιάγειν δὲ αὑτῷ ὁ τοιοῦτος βούλεται. ἡδέως γὰρ αὐτὸ ποιεῖ. εἰς ἑαυτὸν γὰρ ὁ σπουδαῖος ἐπιστρέφων καὶ φῶς ἐνορῶν σταθηρόν τε καὶ καθαρόν, ἡμμένον τῶν ἀρετῶν καὶ αἴγλην ἀπολάμπουσαν τῶν ἐπιστημῶν, ἐπιγηθεῖ καὶ ἀγάλλεται ἥ τε τῶν πεπραγμένων αὐτῷ μνήμη καὶ αἱ τῶν μελλόντων ἐλπίδες τέρπουσί τε καὶ εὐφραίνουσι καὶ τῆς περὶ τὰ ἐκτὸς πτοίας καὶ συμπαθείας ἀπείργουσί τε καὶ ἑαυτῷ προσομιλεῖν καὶ τῇ τῶν ὄντων θεωρίᾳ προσμένειν ἀναπείθουσι· συναλγεῖ τε ἑαυτῷ, εἴ τι δέον πρᾶξαι μὴ πέπραχε, συνήδεταί τε καὶ συγχαίρει ἐνεργῶν τὰ καλά, πάντῃ γάρ ἐστι, τουτέστιν ἀεὶ γὰρ καὶ πάντοτέ ἐστι αὐτῷ ἡδὺ μὲν τὸ ἀγαθόν, λυπηρὸν δὲ τὸ φαῦλον. καὶ ἔστιν ὡς εἰπεῖν ἁπλῶς ἀμεταμέλητος· οὐδεὶς γὰρ τὰ καλὰ πράττων ἐν μεταμελείᾳ γίνεται· ἀεὶ οὖν τὰ καλὰ πράττων ἀμεταμέλητός ἐστιν. εἰ δὲ μὴ ἀεί, ἀλλὰ ποτὲ πράττει καὶ τῶν φαύλων τι, τὰ μετριώτατα καὶ σχεδὸν μηδὲ φαῦλα δοκοῦντα πράξειεν ἄν. πρὸς μὲν οὖν ἑαυτὸν ἕκαστον τούτων ὑπάρχει τῷ ἐπιεικεῖ. λέγων ἕκαστον τὸ συνήδεσθαι,2 τὸ συναλγεῖν ἑαυτῷ, τὸ ἐλπίζειν ἀγαθά, τὸ χαίρειν ἐπὶ τοῖς πεπραγμένοις. εἰ δὲ ἕκαστον τούτων πρὸς ἑαυτὸν ὑπάρχει τῷ ἐπιεικεῖ, πρὸς δὲ τὸν φίλον ἔχει καὶ διάκειται ὥσπερ πρὸς ἑαυτόν (ὁ γὰρ φιλῶν ἐστιν ἄλλος ὁ φιλούμενος), βουλήσεται δηλονότι καὶ τῷ φίλῳ συνδιάγειν καὶ συνήδεσθαι καὶ συλλυπεῖσθαι. τούτου γὰρ δεῖ προσυπακούειν.3
因为他通过“神如今也占有善,但是作为他无论所是的存在而占有”,即作为神而存在,阐明了这一点;但若脱离了他所具有的本性而变成某种别的东西,他既不会占有他如今所占有的善,或者即便有人承认他会占有,这也绝不会作为善而属于他。至于同样的事物并非对所有存在而言都是善的,而是因物而异,想必对每个人都是显而易见的。因为具有整蹄对于马是善事,对于人却不是善事;反之,多趾且具有五指对于人是善事,对于马却是最坏的。总之,并非同样的事物碰巧对所有存在而言都是善的,而是对这一者是这些,对另一者则是那些。他在说过每个人即是思考之物后,又补充了“或者最根本上是这个”,因为我们的无理性部分也对于亚里士多德学派所谓的“具个别性质者”之构成有所协同并做出巨大贡献。这些哲人把由各种个别特征所构成的个体称为“具个别性质者”,例如苏格拉底或柏拉图,苏格拉底的这些个别特征的总和绝不可能出现在任何其他人身上;而他们把普遍的人称为“具共有性质者”。“这样的人企求与自己共同生活;因为他做这件事是快乐的。”卓越之人返躬内省,看见内在由诸德性所点燃的坚定而纯净的光芒,以及由诸门知识所照耀的光辉,便心生喜悦与荣耀;既往行事的记忆以及对未来的希望使他怡然欢畅,使他远离对身外之物的惶恐与迷恋,并促使他与自身相处,驻留于对存在者的观照中。若有什么应当践行之事未曾践行,他便与自身同悲;而在践行高尚之事之际,他便与自身同乐并共同欢庆,因为在一切方面,也就是说对他而言始终且永远,善者皆为快乐,恶者皆为痛苦。而且他可谓全然无悔;因为践行高尚之事的人绝不会陷入悔恨;因此他始终践行高尚之事,因而是无悔的。即使并非始终如此,有时也做出了某种低劣之事,他也只会做出最温和、几乎不被视为低劣的事情。“因此,对于温良之人而言,这些之中的每一项都相对于自身而存在。”所谓“每一项”,他指的是与自身同乐、与自身同悲、企盼善事、因既往行事而欢欣。如果这些之中的每一项对于温良之人而言都相对于自身而存在,而他对待朋友的心态与关系恰如对待自身(因为爱者乃是另一个被爱者),那么显而易见,他也必将企求与朋友共同生活、共同欢乐并共同悲伤;因为必须据此顺理成章地补充理解这一点。
- 8.13ἐκ τῆς φύσεως ἣν ἔχει
介词短语 ἐκ τῆς φύσεως ἣν ἔχει(“脱离他所具有的本性”)作为状语修饰条件从句中的动词 γένοιτο(“若变成别的事物”),表示变化的起点与脱离。
- 8.13λέγων ἕκαστον τὸ συνήδεσθαι
分词 λέγων 的主语指注解者自身或亚里士多德,构成双重宾格结构,以 ἕκαστον 为直接宾语,后接带有定冠词的不定词短语(τὸ συνήδεσθαι 等)作为宾语补足语(“所谓‘每一项’,是指与自身同乐……”)。
- 8.13τούτου γὰρ δεῖ προσυπακούειν
非人称动词 δεῖ 支配后接属格的不定词 προσυπακούειν(“暗中补充理解”),中性代词 τούτου 为其属格宾语。此句说明前文所述“愿与朋友共度时光、同乐同悲”的结论应当从亚里士多德的文本逻辑中补足理解。
