← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§480.23-481.17

作为真正自我的知性灵魂与本质的保全

针对亚里士多德《尼各马可伦理学》第9卷第4章(1166a19)的引文,欧斯特拉提乌斯阐明真正的自我乃是知性灵魂;若变异为异类或兽类而拥有善好,并不能算作对自身善好的企求,因为真正的善必须伴随自身形式与本质的保全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13#1

" Ἕκαστος δ’ ἑαυτῷ βούλεται τἀγαθά, γενόμενος δ’ ἄλλος οὐθεὶς αἱρεῖται πάντα ἔχειν ἐκεῖνο τὸ γενόμενον, "ἐὰν ὁ ἀληθὴς ἄνθρωπος1 καὶ τὸ θεῖον τῶν ἐν ἡμῖν ψυχή ἐστι νοερά, ὡς αὐτὸς λέγει ἐν τῷ δεκάτῳ, τῷ ἐφεξῆς βιβλίῳ. λέγει γὰρ ἐν ἐκείνῳ αὐταῖς λέξεσι· ‘δόξειε γὰρ τοῦτο εἶναι ἕκαστος ἡμῶν· ἄτοπον οὖν εἴπερ μὴ τὸν αὑτοῦ βίον αἱρήσεταί τις ἀλλὰ τόν τινος ἄλλου’, λέγων τινὰ ἄλλον τὸ ἄλογον μέρος τῆς ψυχῆς. καὶ πάλιν ἐφεξῆς, ‘τὸ γὰρ οἰκεῖον ἑκάστῳ τοῦτο εἶναι φύσει κράτιστον καὶ ἥδιστον ἑκάστῳ· καὶ τῷ ἀνθρώπῳ δὴ ὁ κατὰ νοῦν βίος, εἴπερ μάλιστα τοῦτο ἄνθρωπος.’ εἰ οὖν ἕκαστος, ὡς λέγομεν, τῶν ἀνθρώπων ἑαυτῷ βούλεται τὰ ἀγαθά, 〈ἄνθρωπος δέ ἐστι κυρίως ὁ σπουδαῖος ἀλλ’ οὐχ ὡς ὁ Σαρδανάπαλος, ὁ σπουδαῖος ἄρα ἑαυτῷ βούλεται τὰ ἀγαθὰ〉 καὶ τὰ ὄντως ἀγαθά. ὁ γὰρ βουλόμενος παρεῖναι ἑαυτῷ πλοῦτον καὶ τὰ πρὸς τρυφὴν καὶ τὴν τοῦ σώματος ἄμετρον εὐπάθειαν οὐχὶ ἑαυτῷ ταῦτα βούλεται ἀλλὰ τῷ ἀλόγῳ, τῷ πολυκεφάλῳ θηρίῳ· ὁ δὲ πρᾶξιν καὶ θεωρίαν ἐπιδιώκων τὰ ἑαυτοῦ ἀγαθὰ μεταδιώκει, καὶ ἔστι τοῦτο μέγιστον καὶ κράτιστον τῶν ἀγαθῶν τὸ εἶναι, ὅπερ ἐστὶ τὸ σώζεσθαι τὸ λογιζόμενον ἡμῶν καθαρὸν καὶ ἀδιαλώβητον. οἱ γὰρ ἐμπαθῶς ζῶντες οὐκ εἰσὶν ὅπερ εἰσίν, ἤτοι νοεραὶ ψυχαί, ἀλλ’ εἰσὶν ἐκεῖνο ὃ θεραπεύουσιν, ἄλογοί τινες λύκοι κάπροι καὶ ὄνοι καὶ τοιαῦτά τινα ζῷα. βούλεται οὖν ὁ σπουδαῖος τοῦτο τὸ ἀγαθὸν αὑτῷ παρεῖναι, λέγω δὴ τὸ εἶναι ὅπερ ἐστί. τίς γὰρ ἂν ἕλοιτο ἄλλος γενόμενος, οἷον θηρίον ἢ πτηνόν ἢ Σαρδανάπαλος, ἔχειν τὰ ἀγαθά; οὐδεὶς ἂν ἕλοιτο. ὅτι σὺν τῷ ἑκάστῳ ἄριστον καὶ βέλτιστον ὑπάρχειν καὶ εἶναι ἔστι καὶ διανέμειν καὶ σώζεσθαι τὸ ἑαυτοῦ εἶδος καὶ τὸ τί ἦν εἶναι.2 καὶ ἀδύνατόν ἐστι μεταβολῆς γενομένης ἐκ τοῦ ἀνθρωπείου εἴδους εἰς ἕτερον εἶδος ὑπάρξαι αὐτῷ τὰ τοῦ σπουδαίου ἀγαθά. εἰ δὲ συγχωρήσειέ τις τοῦτο καὶ φῇ δυνατὸν εἶναι ἕψεσθαι τῷ εἴδει ἐκείνῳ, εἰς ὃ γέγονεν ἡ τοῦ ἀνθρωπείου εἴδους μεταβολή, τὰ τοῦ σπουδαίου ἀγαθὰ ἕψεται μέν, ἀλλ’ οὐ πάντως καὶ ὡς ἀγαθά, ὅτι μηδὲ τὰ τοῦ ἀνθρώπου ἀγαθὰ καὶ ἵππῳ ἀγαθά ἐστιν, ὥσπερ οὐδὲ τὰ τῷ ἵππῳ ἀγαθὰ καὶ ἀνθρώπῳ ἐστὶν ἀγαθά.

“每个人都为自身企求善事,但没有人会选择在变成另一个人之后,让那个生成的事物拥有一切,”如果真正的人以及我们之中的神圣部分乃是知性灵魂的话,正如他自己在第十卷、即下一卷中所说的那样。因为他在那一卷中正是这样原话讲的:“因为我们每个人似乎就是这个;因此,如果有人不选择自身的生命,反而选择某个旁人的生命,那便是荒谬的,”在这里他以“某个旁人”指灵魂的无理性部分。接着他又说:“因为对每个人而言本己的东西,本性上对每个人而言就是最好且最惬意的;因此对人来说,依循理智的生命也是如此,如果人最根本上就是这个的话。”因此,正如我们所说,如果每个人都为自身企求善事,〈而在本真意义上人乃是卓越之人,而非像萨达那帕洛斯那般之人,那么卓越之人便是为自身企求善事〉,而且是企求真正善的事物。因为企求财富、奢靡之物以及肉体无度享乐存在于自身的人,并不是为自身企求这些,而是为无理性部分、为那个多头怪兽企求;而追求践行与观照的人,则是在寻求自身的善事,并且这,即存在,乃是诸善中最大且最好的,而这就是指我们的理性部分保持纯洁而不受损毁。因为依随情欲而活着的人并非他们实际上之所是,即知性灵魂,而是成了他们所服侍的那个东西,成了某些无理性的狼、野猪、驴以及诸如此类的动物。因此卓越之人企求这种善存在于自身,我指的正是作为他之所是而存在。因为有谁会在变成另一物之后(比如野兽、鸟类或萨达那帕洛斯),还选择拥有这些善事呢?没有人会选择。因为对于每个人而言,最好与至善之物的具备与存在,乃是与自身形式及本质的存续与保持相伴随的。而一旦从人的形式转变为另一种形式,卓越之人的善事便不可能再属于他。即便有人承认这一点,声言卓越之人的善事有可能随从于人的形式所转变而成的那个形式,它们固然会随从,但也绝非作为善事而随从,因为人的善事对于马而言并非善事,正如对马而言的善事对于人而言也并非善事一样。

语法注2 条
  1. 8.13ἐὰν ὁ ἀληθὴς ἄνθρωπος

    条件连词 ἐάν 此处接陈述式现在时 ἐστί。它作为前置前提从句,引入下文引用第十卷内容作为依据的基本前提,并引向随后的推论句 εἰ οὖν ...。

  2. 8.13ὅτι σὺν τῷ ἑκάστῳ ἄριστον καὶ βέλτιστον ὑπάρχειν καὶ εἶναι ἔστι καὶ διανέμειν καὶ σώζεσθαι τὸ ἑαυτοῦ εἶδος καὶ τὸ τί ἦν εἶναι

    在句法结构上,介词短语 σὺν τῷ 引导不定式从属结构(ὑπάρχειν καὶ εἶναι)作状语修饰,后面的不定式结构(διανέμειν/διαμένειν 与 σώζεσθαι 及其宾语/主语 τὸ ἑαυτοῦ εἶδος καὶ τὸ τί ἦν εἶναι)与作为实质动词的 ἔστι(“存在/伴随”)构成主谓核心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:480.23-481.17