← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§479.11-480.22

卓越之人的灵魂协和与对自身的真正友爱

注解者论证了唯独卓越之人因其灵魂各部分的协和才是自身真正的朋友,并成为万物的尺度与准绳,且他是为了其真正的自我即理性部分而企求并践行善事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.12#2

οὗ δὴ τοιαύτη ἡ ψυχή, ἐκεῖνος φίλος ἑαυτῷ τυγχάνει καὶ φιλεῖν ἑαυτὸν εἰκότως ἂν λέγοιτο. τοιαύτη δέ ἐστι μόνου τοῦ σπουδαίου ἡ ψυχή. ὁ σπουδαῖος ἄρα μόνος φίλος ἑαυτῷ. οὑτωσὶ συνάγεται· τοῦ σπουδαίου ἡ ψυχὴ μία, ὧν ἡ ψυχὴ μία, φίλοι, ὁ σπουδαῖος ἄρα μόνος φίλος ἑαυτῷ. τούτῳ γὰρ μόνῳ τὰ τῆς ψυχῆς εὖ ἔχουσι μόρια, ὅτι μὴ στασιάζουσιν οὐδὲ διαμάχονται πρὸς ἄλληλα. εἰ οὖν φίλος ἑαυτοῦ, οὗ τὰ τῆς ψυχῆς μόρια συμφωνεῖ, ὧν ἄρα 〈τὰ〉 τῆς ψυχῆς στασιάζει καὶ τῶνδε μὲν τόδε τὸ μέρος ὀρέγεται καὶ διώκει, τῶνδε δὲ τόδε, ἐκεῖνοι ἑαυτοὺς οὐ φιλοῦσι· τοιοῦτοι δὲ οἱ φαῦλοι, ὥστε ἑαυτοὺς οἱ φαῦλοι οὐ φιλοῦσιν οὐδὲ φίλοι ἑαυτοῖς εἰσι. μάχονται γὰρ αὐτοὶ πρὸς αὑτούς. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ἀκρατῶν. ἅμα τε γὰρ πράττουσί τι τῶν καθ’ ἡδονὴν καὶ ἅμα μεταμέλονται καὶ κακίζουσιν ἑαυτούς. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων κακιῶν ὁ φαῦλος ἔχει· ἀεὶ γὰρ στασιάζει πρὸς ἑαυτὸν καὶ ἐναντιοῦται ἑαυτῷ. Ἕκαστον δὴ τῶν εἰρημένων, ὥσπερ εἴρηται, τῷ ἐπιεικεῖ ὑπάρχει· οἱ δὲ λοιποί, φησίν, ᾗ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, φιλοῦσιν ἀλλήλους καὶ βούλονται τὰ ἀγαθὰ τῷ φίλῳ ἐκείνου ἕνεκα καὶ τὰ ἄλλα ὅσα εἴρηται. καὶ ἔστι μέτρον πάντων καὶ κανὼν ὁ σπουδαῖος. τοὺς γὰρ φιλοῦντας καθάπερ ἑαυτὸν ὁ σπουδαῖος φίλους τίθεμεν. μέτρον ἄρα τῆς φιλίας ὁ σπουδαῖος. καὶ τὸν ὀργιζόμενον οὐχ ὡς ἔτυχεν ἀλλ’ ὡς ὁ σπουδαῖος πρᾶον λέγομεν. μέτρον ἄρα καὶ τοῦ πράου καὶ τῆς πραότητος ὁ σπουδαῖος. καὶ τὸν φοβούμενον ἢ μὴ φοβούμενον ὅτε δεῖ καὶ ὡς δεῖ ἀνδρεῖον ἐπιφημίζομεν. μέτρον ἄρα καὶ τοῦ ἀνδρείου καὶ τῆς ἀνδρείας ὁ σπουδαῖος. καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων δὴ μέτρον ποιούμεθα τὴν ἀρετὴν καὶ τὸν σπουδαῖον. ὡς γὰρ ὁ πῆχυς μέτρον γίνεται τῶν πήχεων, ὅτι μένει ὁ αὐτὸς καὶ οὐ μεταβάλλει ἐπὶ τὸ μεῖζον ἢ τὸ ἔλαττον, καὶ ὁ μέδιμνος καὶ τὰ ἄλλα μέτρα, εἰ δὲ μετέβαλλον, οὐκ ἂν ἦσαν μέτρα, οὕτω καὶ ὁ σπουδαῖος μέτρον γίνεται τῶν ἄλλων, ὅτι μένει ὁ αὐτὸς καὶ τῶν αὐτῶν ἀεὶ ἐπιθυμεῖ καὶ ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν, τουτέστι κατὰ πάντα τὰ μόρια τῆς ψυχῆς. οὐ γὰρ ἄλλα μὲν βούλεται ὁ λόγος, ἄλλων δ’ ὀρέγεται τὸ ἄλογον ὡς ἐπὶ τῶν ἀκρατῶν, ἀλλὰ τῶν αὐτῶν, καὶ βούλεται ἑαυτῷ τὰ ἀγαθὰ καὶ πράττει. ἑαυτὸν φιλῶν ὁ σπουδαῖος τὰ ἀγαθὰ βούλεται ἑαυτῷ. οὐδεὶς γὰρ φίλος (λέγω δὲ τὸν ἀληθῶς φίλον) τὰ φαῦλα βούλεται τῷ φίλῳ ἀλλὰ τὰ ἀγαθά, ὥστε καὶ ὁ σπουδαῖος, φίλος ὢν ἑαυτῷ, τὰ ἀγαθὰ βούλεται ἑαυτῷ παρεῖναι, καὶ πράττει, ὅπως τά τε ὄντα παρῇ καὶ τὰ μὴ ὄντα παρέσται. τοῦ γὰρ ἀγαθοῦ τὰ ἀγαθὰ διαπονεῖν,1 τουτέστιν ἐνεργεῖν καὶ πράττειν καὶ ἐνεργεῖν οὐ τοῦ ἀλόγου ἕνεκα ἀλλ’ ἑαυτοῦ ἕνεκα, ἤτοι ἕνεκα τοῦ λογιστικοῦ. ἑκάστῳ γὰρ ἡμῶν τὸ εἶναι καὶ ἡ οὐσία ἡμῶν τὸ λογιζόμενόν ἐστι καὶ οὐ τὸ ἄλογον (τὸ γὰρ ἄλογον τοῖς κατὰ φύσιν ζῶσιν οἰκέτου τάξιν ἔχει) καὶ ζῆν βούλεται τὸ φρονοῦν, φησίν, ἡμῶν καὶ λογιζόμενον. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ ζῆν βούλεται ἑαυτόν, καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ.2 ἔστι δὲ καὶ τὸ ζῆν βούλεται τοῦτο ᾧ φρονεῖ ταὐτὸν τῷ καὶ πράττειν βούλεται τὰ τῷ φρονοῦντι συμφέροντα. τὸ γὰρ μὴ κατὰ φύσιν ζῶν ἀλλὰ ἀμέτροις πάθεσι καταντλούμενον καὶ διαλωβώμενον ‘εἰς τὸν τῆς ἀνομοιότητος πόντον’ ἀποφέρεται καὶ τρόπον τινὰ εἰς ἀζωίαν καὶ τὸ μὴ ὄν. βούλεται δὲ ὁ σπουδαῖος εἶναι καὶ ζῆν, ἤτοι ἀγαθοεργεῖν, ὅτι ἀγαθὸν αὐτῷ τὸ εἶναι, τουτέστιν ὅτι τὸ εἶναι αὐτῷ ἐν τῷ τὰ ἀγαθὰ πράττειν ἐστί. βούλεται ἄρα ζῆν καὶ εἶναι, ἤτοι ἐνεργεῖν τὰ ἀγαθά· ἀγαθὸν ἄρα τῷ σπουδαίῳ τὸ εἶναι, ὅτι καὶ τὸ ἐνεργεῖσθαι τὰ ἀγαθὰ καὶ πράττεσθαι ἀγαθόν ἐστιν.

凡灵魂如此之人,他对自己而言恰恰就是朋友,且理所当然会被说成是爱自身的。而唯独卓越之人的灵魂是如此的。因此,唯独卓越之人才是自身的朋友。其推论如下:“卓越之人的灵魂是一体的;灵魂合为一体之人是朋友;因此,唯独卓越之人才是自身的朋友。”因为唯独在他身上,灵魂的各个部分才处于良好状态,因为它们彼此不结派内讧,也不相互交战。因此,如果灵魂各个部分协和一致之人是他自身的朋友,那么凡是灵魂之各部分结派内讧、这部分企求并追逐这些而那部分企求并追逐那些的人,他们便不爱自身;而卑劣之人正是如此,所以卑劣之人既不爱自身,也不是自身的朋友。因为他们自己同自己作战。这在无自制者身上是显而易见的。因为他们一边做着随顺快乐之事,一边又同时后悔并自责。同样,在其他恶习上,卑劣之人也是如此状况;因为他始终同自身结派内讧并同自身对立。正如所言,上述各项确实属于端正之人;但他指出,其余的人只要自以为是端正的,就同样彼此相爱,为了朋友而企求其福祉,以及所提及的所有其他事项。而卓越之人乃是一切事物的尺度和准绳。因为凡是像卓越之人爱自身那样去爱的人,我们都认作是朋友。因此卓越之人是友谊的尺度。而不随随便便发怒、而是如卓越之人那样发怒的人,我们称其为温和之人。因此卓越之人既是温和之人的尺度,也是温和品质的尺度。而在应当之时、以应当之方式去害怕或不害怕的人,我们称其为勇敢之人。因此卓越之人既是勇敢之人的尺度,也是勇敢品质的尺度。而在所有其他事情上,我们确实都以德性和卓越之人为尺度。因为正如一肘之木之所以成为以肘量度之物的尺度,是因为它保持不变,不向更大或更小变化,麦斗和其他度量衡亦然——反之,如果它们变动不居,便算不得尺度——卓越之人成为其他人的尺度也是如此,因为他保持同一,在整个灵魂中,也就是在灵魂的所有部分中,始终渴望并企求相同的事物。因为理性并不企求这些而无理性部分企求另一些(如无自制者那样),而是企求相同的事物,并为自身企求和践行善事。爱自身的卓越之人,为自身企求善事。因为没有任何朋友(我指的是真正的朋友)会为朋友企求恶事,而是企求善事,因此卓越之人作为自身的朋友,也企求善事存在于自身,并且付诸行动,使现存的得以保持,未现存的得以具备。因为操持善事,即活动与践行,乃属于善人,而且不是为了无理性部分,而是为了自身,亦即为了理性部分而付诸活动。因为对于我们每个人而言,我们的存在和本质乃是理性部分而非无理性部分(因为对于顺应自然而生活的人而言,无理性部分居于仆役的地位),而他说,我们当中运思的部分,亦即理性的部分,渴望活着。因为他是借着“并且他渴望自身活着,特别是借以运思的那个部分”这句话表明这一点的。而“渴望借以运思的那个部分活着”与“渴望践行有益于运思之事”乃是一回事。因为不顺应自然生活、反而被过度激情所淹没和戕害的人,会被卷入“非相似性之大海”,并在某种程度上走向无生命与非存在。然而卓越之人渴望存在与生存,亦即行善,乃是因为存在对他而言是善,也就是说,他的存在就在于践行善事之中。因此他渴望生存与存在,亦即把善事付诸行动;所以,存在对卓越之人而言乃是善事,因为善事的付诸活动和践行本身也是善的。

语法注2 条
  1. 8.12τοῦ γὰρ ἀγαθοῦ τὰ ἀγαθὰ διαπονεῖν

    τοῦ ἀγαθοῦ 为表语属性属格(属格表示特征或归属),意为“属于善人”或“是善人的特征”。不定式短语 τὰ ἀγαθὰ διαπονεῖν 作主语。

  2. 8.12καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ

    引自亚里士多德原文(1166a16–17)。指示代词 τοῦτο 是对前面不定式 ζῆν 的宾格主语 ἑαυτόν(ζῆν βούλεται ἑαυτόν)的同位语补充(“尤其是这个,即……”)。关系代名词 ᾧ 为手段/工具与格,指“借以运思的那个部分”(理性部分)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:479.11-480.22