← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§47.4-48.5

理智与灵魂的认识活动及实体的分有秩序

厄斯特拉梯通过理智与灵魂认识活动的差异,阐明了善的多样认识与归结于“一”的相容性,并针对实体中不存在“或多或少”的传统观点提出疑难,以此辩护存在之分有的等级秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56#2

νοῦς μὲν γὰρ ὕλης ἀπόλυτος ὢν καὶ σώματος ἀθρόως πάντα θεωρήσει καὶ ἡνωμένως τὰ πεπληθυσμένα καὶ ἀμερίστως τὰ εἰδητικῶς ἀριθμούμενα καὶ ἀδιαιρέτως τὰ διῃρημένα περιέχων, ψυχὴ δὲ ἐφίεται μὲν τὴν ἀθρόαν ἐνέργειαν τοῦ νοῦ περιλαβεῖν, ὀρεγομένη τῆς ἐν αὐτῷ τελειότητος, καὶ τὸ ἓν ἐκείνου καὶ ἁπλοῦ τῆς νοήσεως εἴδους.1 μὴ δυναμένη δὲ τῆς ἀθρόας ἐκείνου ἐφικέσθαι νοήσεως, περιθεῖ τε τὸν νοῦν καὶ περιχορεύει κύκλῳ καὶ ταῖς μεταβάσεσι τῶν ἐπιβολῶν διαιρεῖ τὸ μεριστὸν τῶν εἰδῶν καὶ διάφορον. διὰ τοῦτο καὶ τρόπους γνώσεως ἄλλους καὶ ἄλλους ἐπινοεῖ, ἵν’ οἰκείως ἑκάστῳ τοῖς γνωστοῖς ἐπιβάλλουσα τῆς τῶν πάντων ἐφίκηται γνώσεως. ὡς γὰρ ἄλλῳ ἄλλη φύσις καὶ τάξις ἐφήρμοσεν, οὕτω καὶ τρόπος γνώσεως ἕτερος ἑτέρῳ. ὥσπερ οὖν ὡς ὄντα οὐ τὸν αὐτὸν τρόπον ἔσχε τῆς γνώσεως πάντα τὰ ὄντα, οὕτως οὐδὲ τῶν κατὰ μέρος ἀγαθῶν ἁπάντων μία γνῶσις ᾗ ἀγαθὰ οὐδὲ τῶν καιρῶν ᾗ καιροὶ οὐδὲ τῶν μετρίων ᾗ μέτρια οὐδὲ τῶν ἄλλων τῶν ὁμοίως τούτοις λαμβανομένων. καὶ ὥσπερ οὐ δεῖ θαυμάζειν εἰ τῶν ὄντων ἕκαστον ᾗ ἕκαστον τόδε ἢ τόδε ἐστίν, οἷον φυσικὸν ἢ μαθηματικὸν ἢ θεῖον καὶ ἔτι οὐράνιον ἢ χερσαῖον ἢ θαλάττιον ἢ ἀέριον ἢ πύριον ἢ μετέωρον καὶ τὰ λοιπὰ ὡσαύτως δι’ ἄλλου καὶ ἄλλου τρόπου γινώσκεται γνώσεως, οὕτως οὐδὲ ἢ καιρὸς ἢ μέτρον ἢ ἄλλο τι ὁμοιότροπον ἕτερον, ὥστε πάντα μὲν τἀγαθὰ ὡς ἑνὸς μετέχοντα εἰς ἓν ἀναφέρεται, καὶ ἐπιστήμης ἄν εἴη τῆς αὐτῆς εἰδέναι πάντα, ὡς εἰς ἐκεῖνο ἀναφερόμενα καὶ ἐκείνου μετέχοντα. ᾗ δὲ καθ’ αὑτό ἐστιν ἕκαστον καὶ ᾗ τόδε ἢ τόδε ἐστὶν ἄλλης καὶ ἄλλης τέχνης καὶ ἐπιστήμης τῇ οἰκείᾳ αὐτοῦ ἐφαρμοζούσης φύσει καὶ τελειότητι. δεῖ δὲ καὶ περὶ τῆς οὐσίας ἐξετάσαι εἰ καλῶς εἴρηται πρότερον ὡς οὐκ ἔστιν ἐν αὐτῇ τὸ μᾶλλον καὶ ἧττον, ὡς εἶναι συμβεβηκὸς πᾶν ὁτιοῦν ἐν ᾧ ἐπίτασις θεωρεῖται καὶ ἄνεσις, καὶ μηδὲ τῷ αὐτῷ εἴδει τὸ μὲν οἰκειότερον εἶναι τῶν μετεχόντων, τὸ δ’ ἀνοικειότερον, ἵνα μὴ τῇ ἐπιτάσει καὶ ἀνέσει τῆς μετοχῆς μᾶλλον καὶ ἧττον εἶναι κατ’ ἐκεῖνο τὰ μετέχοντα λέγηται, ὡς εἶναι κινδυνεύειν συμβεβηκὸς τὸ οὑτωσὶ μετεχόμενον. δόξειε γὰρ ἄν, εἰ μὴ τὸ μᾶλλον καὶ ἧττον2 κἀν ταῖς οὐσίαις ζητήσεως ἄξιον, πῶς τῶν ὄντων τὰ μὲν μᾶλλον μεθέξει τοῦ ὄντος, τὰ δὲ ἧττον. εἰ δὲ μὴ μᾶλλον καὶ ἧττον ἡ μέθεξις, εἴη ἂν ἐπίσης ὄντα τοῖς ἀιδίοις τὰ γεννητὰ καὶ τοῖς ἀφθάρτοις τὰ φθαρτά. ἀλλ’ οὐδὲ τὰ μὲν ἐγγύτερα τοῦ πρώτως ὄντος, τὰ δὲ πορρώτερα, ἀλλ’ ἔσται πάλιν ὡσαύτως ἡ μέθεξις· οὐδ’ αὐτὸ δὲ τὸ μεταδιδὸν τῆς ὀντότητος πλεῖον ἕξει τῶν ἄλλων καὶ τῶν ἐξ αὐτοῦ τῇ φύσει πρῶτον ἔσται, ἀλλ’ ἢ μόνον τάξει, ὡς αἴτιον, τὰ δ’ ὡς αἰτιατὰ δεύτερα, ἵνα μὴ τὸ συμβεβηκότα εἶναι αὐτοῖς γένηται διὰ τὸ μᾶλλον καὶ ἧττον τῆς οὐσιότητος, οὐδ’ ἡ ἔφεσις αὐτοῖς καὶ ἡ πρὸς τὴν ἀρχὴν ἐπιστροφὴ ἄλλως καὶ ἄλλως, ἀλλ’ ὡσαύτως, καὶ ἡ αὐτὴ τῶν νοητῶν καὶ νοερῶν, τῶν λογικῶν καὶ αἰσθητικῶν, τῶν ζώντων ἁπλῶς καὶ οἷς μόνον τοῦ εἶναι μέτεστιν, ἃ πάντα καὶ παρ’ αὐτήν ἐστιν τὴν ἐνάργειαν.

因为,理智既然摆脱了质料与身体,便将总括地考察万物,统一地包容多数化的事物,不可分地包容形式上被计数的事物,不可分剖地包容已被分剖的事物;而灵魂则渴望着其中的完全性,企求把握理智的总括活动以及它思想的那单一而单纯的形式。但由于灵魂无法企及理智那总括的思想,便环绕着理智奔跑,并在其周围环舞,通过直观关注的转换,将诸形式的可分性与多样性区分开来。正因如此,它构想出各种不同的认识方式,以便通过以适合于每一事物的方式着眼于可认识的对象,从而企及对万物的认识。因为正如一种本性与秩序适合于一物,另一种本性与秩序适合于另一物一样,一种认识方式适合于一物,另一种认识方式适合于另一物。因此,正如一切存在者在作为存在者而言并未获得同一种认识方式一样,所有个别的善在作为善而言也没有单一的认识,时机在作为时机而言没有单一的认识,适度在作为适度而言没有单一的认识,其他以类似方式被理解的事物亦是如此。正如人们无须惊异于存在者中的每一事物在其作为特定的此物或彼物而言——例如自然事物、数学对象或神圣事物,乃至天上的、陆地的、海洋的、空中的、火性的、气象的以及其余类似事物——是通过各不相同的认识方式被认识的,同样,对于时机、尺度或任何其他类似事物亦无须惊异。因此,一切善的事物作为分有“一”者都被归结为“一”,而将万物作为归结于彼者且分有彼者来加以认识,当属于同一种科学;但就每一事物在其自身而言、且在它是此物或彼物而言,它属于彼此不同的技艺与科学,以适宜于其自身固有的本性与完全性。然而,关于实体也必须考察:此前所说的“在实体之中不存在或多或少”是否妥当——即任何可观察到强化与减弱的事物皆为偶性,且在分有者之中,并无一者比另一者与同一形式更为亲近或更为疏远,以免因分有的强化与减弱而使分有者被说成依照该形式而或多或少地存在,从而使如此被分有的东西面临沦为偶性的危险。因为倘若在实体之中也不存在或多或少,那么在存在者中,某些事物如何能更多地分有存在,而另一些事物如何能较少地分有存在,这似乎是值得探讨的。如果分有不存在或多或少,那么生成之物在存在上就将与永恒之物均等,可毁灭之物就将与不可毁灭之物均等。也不会某些事物离最初的存在者更近、另一些事物更远,而是分有再次成为一律的;传递存在性的本原自身也不会比其他事物拥有更多,也不会在由它所产生的事物中在本性上居于首位,而仅仅作为原因在秩序上居于首位,结果则居于第二位,以避免由于实体性的或多或少而使它们成为偶性;而且它们对本原的企求与归向也不会各有不同,而是一律的,可知者与理智者、理性者与感觉者、单纯活着的事物与仅仅分有存在的事物的企求与归向也将是同一的——而所有这一切甚至都与自明的事实本身截然相悖。

语法注2 条
  1. 1.56τὸ ἓν ἐκείνου καὶ ἁπλοῦ τῆς νοήσεως εἴδους

    此处是将宾格 τὸ ἓν 与属格 ἁπλοῦ ... εἴδους 结合在一起的破格(混合)句式。在句法上,它作为不定式 περιλαβεῖν 的第二个直接宾语(与 τὴν ἀθρόαν ἐνέργειαν 并列),意为“[把握]其思想之单一而单纯的形式”;后半部分的属格形式当是受到了前面支配属格的分词 ὀρεγομένη 的牵引所致。

  2. 1.56δόξειε γὰρ ἄν, εἰ μὴ τὸ μᾶλλον καὶ ἧττον κἀν ταῖς οὐσίαις ζητήσεως ἄξιον, πῶς τῶν ὄντων τὰ μὲν μᾶλλον μεθέξει τοῦ ὄντος, τὰ δὲ ἧττον.

    主句 δόξειε γὰρ ἄν ... ζητήσεως ἄξιον(省略 εἶναι)以间接疑问从句 πῶς ... 为主语,其间插入了省略系动词 ἔστι 的条件从句 εἰ μὴ τὸ μᾶλλον καὶ ἧττον κἀν ταῖς οὐσίαις,意为:“因为倘若在实体之中也不存在或多或少,那么在存在者中某些事物如何能更多地分有存在、另一些事物如何能较少地分有存在,这似乎是值得探讨的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:47.4-48.5