- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:477.30-479.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了《尼各马可伦理学》卷九第四章开篇(1166a1),论证了界定友谊的诸项特征(愿其善、愿其生、共同生活、同忧共乐)源于善人对自身的态度,并阐明唯有卓越之人因灵魂中理性与激情的协和而能真正成为自身的朋友。
" Τὰ φιλικὰ δὲ πρὸς τοὺς φίλους καὶ οἷς αἱ φιλίαι ὁρίζονται, ἔοικεν ἐκ τῶν πρὸς ἑαυτοὺς ἐληλυθέναι." Εἰπὼν δὲ τὰ φιλικά, σαφηνίζων τίνα τὰ φιλικά, ἐπήγαγε καὶ οἷς αἱ φιλίαι ὁρίζονται. ἔστι δὲ τὸ ὁρίζονται ταὐτὸν τῷ γνώριμοι καὶ διάδηλοι γίνονται.1 ὅταν γὰρ ἴδωμέν τινα ὅτι ὅσα ἂν καὶ οἷα βούληται ἑαυτῷ παρεῖναι ἢ γενέσθαι, τοσαῦτα καὶ τοιαῦτα θέλει καὶ ἐπείγεται καὶ τῷδέ τινι προσγενέσθαι, φίλον ἐκεῖνον εἶναι πιστεύομεν τοῦδέ τινος. πόθεν δηλονότι φίλος ἦν ὁ Ἀχιλλεὺς τῷ Πατρόκλῳ ἢ ἐκ τοῦ βούλεσθαι τὸν Ἀχιλλέα ὅσα καὶ οἷα εἶχε, τοσαῦτα ἔχειν καὶ τοιαῦτα καὶ τὸν Πάτροκλον; τὸν οὖν βουλόμενον καὶ σπουδάζοντα ἄλλου ἕνεκα τὰ ἀγαθὰ καὶ τῆς ἐκείνου ἕνεκα εὐπαθείας καὶ σωτηρίας, τὸν οὖν ταῦτα βουλόμενον φίλον εἶναι πιστεύομεν ἐκείνου, ᾧ ταῦτα παρεῖναι ἢ γενέσθαι βούλεται, τὸν δὲ βουλόμενον καὶ χαίροντα εἶναι τόνδε τινὰ καὶ ζῆν καὶ εὐτυχεῖν ἐπὶ τῷ συντρυφᾶν καὶ συνήδεσθαι καὶ συναπολαύειν τῶν προσόντων καὶ ἐπιγινομένων ἀγαθῶν οὐ φίλον φαμὲν ἀλλὰ κόλακα καὶ ἐρασιχρήματον καὶ λαίμαργον καὶ εἴ τι ἄλλο τοιοῦτον. τὸ βούλεσθαι δέ, φησί, καὶ ζῆν αὐτοῦ ἕνεκα μάλιστα πεπόνθασιν αἱ μητέρες. φιλοῦσι γὰρ εἶναι καὶ ζῆν καὶ εὐτυχεῖν τοὺς παῖδας δι’ αὐτοὺς καὶ ἕνεκα αὐτῶν, μηδέν τι πρὸς αὐτὰς ὠφελοῦντας. ἀλλὰ καὶ τῶν φίλων, φησίν, οἱ προσκεκρουκότες, καίπερ μηδὲ συζῶντες μηδὲ συνδιημερεύοντες μηδὲ ἀλλήλοις συνόντες διὰ τὴν γεγονυῖαν διαφορὰν καὶ πρόσκρουσιν. καὶ οὗτοι καίτοι οὕτως ἔχοντες βούλονται2 ἀλλήλους καὶ ζῆν καὶ εὖ ἔχειν καὶ καλῶς διάγειν. αὕτη γάρ ἐστιν ἡ ἀληθὴς φιλία καὶ οἱ ὄντως φίλοι ἐκεῖνοι οἳ βούλονται τὰ ἀλλήλων ἀγαθὰ ἐκείνων ἕνεκα, κἂν μὴ συνῶσιν ἀλλήλοις. ὅ τε γὰρ Ἀχιλλεὺς ἐβούλετο παρεῖναι τῷ Πατρόκλῳ τὰ ἀγαθὰ τοῦ Πατρόκλου ἕνεκα καὶ ὁ Πάτροκλος τῷ Ἀχιλλεῖ τοῦ Ἀχιλλέως ἕνεκα. ταῦτα εἰπὼν λέγει, τινὲς μὲν φίλον λέγουσιν ἐκεῖνον εἶναι τὸν βουλόμενον καὶ πράττοντα τὰ ἀγαθὰ ἢ τὰ φαινόμενα ἀγαθὰ ἐκείνου ἕνεκα, ὃν λέγει φιλεῖν. ἔστι δὲ τὸν πράττοντα τὰ ἀγαθὰ ταὐτὸν τῷ πάντα ποιοῦντι καὶ πραγματευομένῳ, ὅπως παρῇ τὰ προσόντα, ἐπιγένηται δὲ τὰ ἀπόντα τῷ φίλῳ ἀγαθά. τινὲς μὲν τοὺς τοιούτους λέγουσιν εἶναι φίλους καὶ τούτοις ὁρίζονται τὴν φιλίαν, τινὲς δὲ φίλον λέγουσι τὸν συνδιάγοντα τῷ φιλουμένῳ καὶ συνόντα καὶ τὰ αὐτὰ αἱρούμενον ἐκείνῳ παρεῖναι ἃ καὶ ἑαυτῷ· τὰ αὐτὰ δηλονότι καὶ οὗτοι τοῖς εἰρημένοις λέγοντες. ἄλλοι δέ, φησί, φίλον λέγουσι τὸν συναλγοῦντα καὶ συγχαίροντα. τὸ συναλγεῖν δὲ καὶ συγχαίρειν πρὸς τοῖς εἰρημένοις ὑπάρχει μάλιστα ταῖς μητράσι. τούτοις δὴ πᾶσιν ἢ τισὶν ἢ τινὶ τούτων πάντες τὴν φιλίαν ὁρίζονται, τούτων δὲ ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει, τουτέστι τῷ πράττοντι τὰ ἀγαθὰ τοῦ φίλου ἕνεκα, τὸ βούλεσθαι εἶναι καὶ ζῆν, κἂν μηδὲν ἀπ’ αὐτοῦ ὠφελεῖσθαι μέλλῃ, τὸ συναλγεῖν καὶ συγχαίρειν, τὸ συνδιάγειν καὶ συνδιημερεύειν ἐθέλειν, πάντα ταῦτα τῷ ἐπιεικεῖ ὑπάρχει πρὸς ἑαυτόν. ὁ γὰρ ἐπιεικὴς φίλος ὢν ἑαυτῷ μάλιστα (οὐ γὰρ πᾶς ἁπλῶς ἑαυτὸν φιλεῖ, ἀλλ’ ὁ τὸ λογιζόμενον ἑαυτῷ τρέφων, οἷς πέφυκε τρέφεσθαι) φιλῶν οὖν ἑαυτὸν ὁ ἐπιεικὴς καὶ τὰ ἀγαθὰ ἑαυτοῦ ἕνεκα πράττει καὶ συνήδεται ἑαυτῷ τὰ καλὰ πράττων καὶ συναλγεῖ δέ, εἴ πῃ συμβαίη μηδέν τι δέον πρᾶξαι. ὅτι δὲ μόνος ὁ σπουδαῖός ἐστιν ἑαυτῷ φίλος καὶ μόνος αὐτὸς ἑαυτὸν φιλεῖ καὶ μηδεὶς τῶν φαύλων φίλος ἐστὶν ἑαυτῷ ἀλλὰ μᾶλλον ἐχθρὸς καὶ πολέμιος, ἐκ τοιούτων ἄν τις πιστεύσειε. πάντες ἄνθρωποι ὁπηνίκα βουλόμεθα ἐνδείξασθαι, ὅτι τόνδε τινὰ σφόδρα φιλοῦμεν, φαμέν, ὅτι μία ψυχὴ ἐγώ τε καὶ αὐτός ἐσμέν, ὥσπερ καὶ ὁ μέγας ἐν θεολογίᾳ εἶπε Γρηγόριος ἐν τῷ τοῦ μεγάλου Βασιλείου ἐπιταφίῳ ‘μία ψυχὴ ἐν δυσὶ σώμασιν.’ εἰ οὖν κυρίως φίλοι εἰσὶν ὧν αἱ ψυχαὶ μία εἰσὶν τῷ τὰ αὐτὰ βούλεσθαι καὶ τὰ αὐτὰ καὶ θέλειν καὶ πράττειν καὶ μὴ κατά τι διαφέρεσθαι, εἰσὶ δὲ τῆς ψυχῆς μέρη τό τε λογιζόμενον καὶ τὸ ἄλογον, τότε ἔσται ἡ ψυχὴ μία καὶ οὐ πολυμερής, ὅταν συμφωνῶσι πρὸς ἄλληλα καὶ μὴ διαμάχωνται ὁ λόγος καὶ τὰ πάθη.
“对朋友的友善特征,以及借以界定友谊的那些特质,似乎都源自对自身的态度。” 在说了“友善特征”之后,为了阐明何为友善特征,他接着补充道“以及借以界定友谊的那些特质”。而“界定”一词与“变得为人所知和明显”是一回事。因为每当我们看到某人希望并迫切企图,使凡是自己所希望拥有或降临于自身的如此众多和这类的事物,也降临于某人时,我们就相信他是该人的朋友。阿喀琉斯对帕特罗克洛斯的友谊,显然除了出于阿喀琉斯希望自己所拥有的一切如此众多且这类的事物帕特罗克洛斯也能拥有之外,还能来自何处呢?因此,凡是为他人着想、为了那人的福祉与安宁而企求并热心致力于善事的人,也就是企求这些事物的人,我们相信他就是他所企求这些事物降临或存在于其身上的那人的朋友;相反,若有人企求并欣喜于某人的存在、生存和顺遂,只是为了共同享乐、共同欢欣以及共同享用现有的和随之而来的善事,我们就称他不是朋友,而是阿谀奉承者、贪财之徒、饕餮之辈,或者其他诸如此类的人。而他说,为了对方自身而希望其存在与生存,这最主要体现在母亲身上。因为母亲们为了孩子们自身且因着他们,喜爱孩子们存在、生存和顺遂,即便孩子们对她们毫无益处。但他又说,在朋友当中那些产生龃龉的人也是如此;尽管由于已发生的冲突和龃龉,他们不再共同生活,不再共度白昼,也不再相互往来,但他们即便处于这种境况,也依然希望彼此生存、安康并过得体面。因为这才是真正的友谊,而真正的朋友正是那些为了彼此自身而企求对方之善的人,即便他们不在一起交往。因为阿喀琉斯为了帕特罗克洛斯自身而希望善事降临于帕特罗克洛斯,帕特罗克洛斯也为了阿喀琉斯自身而希望善事降临于阿喀琉斯。说了这些之后他又指出:有些人认为朋友就是为了自己所声称爱着的人而企求并践行善事或表象上的善事的人;而“践行善事的人”就等同于“尽心竭力、筹措一切,使现有的善事得以保持,使缺乏的善事降临于朋友的人”。有些人称这类人为朋友,并以此来界定友谊;另一些人则称朋友是与被爱者共同度日、朝夕相处,并选择让降临于自身的事物同样降临于对方的人——显而易见,这些人所表达的与上述说法并无二致。他说,还有些人称朋友为同忧共乐之人;而在上述特征之外,同忧共乐最主要体现在母亲身上。所有人确实都以这全部、或以其中某些、或以其中之一来界定友谊;而这其中的每一条都属于端正之人:即为了朋友而行善事,即便自己丝毫不能从中获益也希望对方存在和生存,同忧共乐,愿意共同度日和朝夕相处——所有这些,端正之人对他自身也都具备。因为端正之人首先是对自己最友善的(因为并非所有人都无条件地爱自己,而只有那些以理性生来所应受的滋养来养育自己之理性部分的人才爱自己);因此,爱自己的端正之人,既为了自身而践行善事,在践行高尚之事时与自身同乐,而且一旦发生任何不当的举动,也会与自身同忧。至于说唯有卓越之人才是他自身的朋友,唯独他自己爱自己,而卑劣之人无一人是自身的朋友,反而更是敌人和仇寇,从下列事情中便可得到印证。每当我们所有世人想要表明自己深深爱着某人时,都会说:“我和他乃是一个灵魂”,正如在神学上极为伟大的格列高利在悼念伟大的巴西尔的悼词中所说的那样:“一个灵魂存在于两个身体之中”。因此,如果严格意义上的朋友是指那些因企求相同的事物、欲求并行相同的事物且在任何方面都无分歧而灵魂合而为一的人,并且灵魂的部分包含了理性部分与无理性部分,那么唯有当理智与诸激情彼此协和、互不争战之时,灵魂才会是一体的,而非分裂为多个部分的。
- 8.12ἔστι δὲ τὸ ὁρίζονται ταὐτὸν τῷ γνώριμοι καὶ διάδηλοι γίνονται
被引用的第三人称复数被动动词 ὁρίζονται 带有中性冠词 τὸ,作为名词化成分充当句子的主语。在表语 ταὐτόν 之后,与格冠词 τῷ 名词化了一个直陈语气从句(γνώριμοι καὶ διάδηλοι γίνονται)而非不定式,意为“‘被界定’与‘变得为人所知和明显’是一回事”(后文的 ἔστι δὲ τὸν πράττοντα... ταὐτὸν τῷ πάντα ποιοῦντι... 亦属此种同义阐述句式)。
- 8.12ἀλλὰ καὶ τῶν φίλων, φησίν, οἱ προσκεκρουκότες, καίπερ μηδὲ συζῶντες μηδὲ συνδιημερεύοντες μηδὲ ἀλλήλοις συνόντες διὰ τὴν γεγονυῖαν διαφορὰν καὶ πρόσκρουσιν. καὶ οὗτοι καίτοι οὕτως ἔχοντες βούλονται
在句法上,主格分词短语 οἱ προσκεκρουκότες 被置于句首,后接让步分词短语 καίπερ μηδὲ συζῶντες...,随后的句子由 καὶ οὗτοι(“这些人也……”)重新拾起,构成了悬垂主格(nominativus pendens)的破折句(anakolouthon)。真正的主句由 καὶ οὗτοι ... βούλονται 构成,句首的主格短语充当了被强调的话题主语。
