← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§476.33-477.29

德性差距下的友谊与对往昔情谊的顾及

对亚里士多德《尼各马可伦理学》卷九第三章(1165b23)的注释。优斯特拉提乌斯借助儿时伙伴的比喻,论证了在一方德性飞跃而另一方停留在原地时平等的友谊不可能维系,同时探讨了因过往友谊仍应享有的善待,以及这与因恶习导致决裂时的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11

" Εἰ δ’ ὁ μὲν διαμένοι, ὁ δ’ ἐπιεικέστερος γένοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ." Εἰπὼν ὅτι διαλυτέον τὴν φιλίαν θατέρου τῶν φίλων φαύλου γεγονότος, ἐπανερωτᾷ, ἐὰν ἀμφοτέρων ἐπιεικῶν ὄντων, ὁ μὲν διαμένοι οἷος ἦν, θάτερος ἐπὶ μέγιστον ἀρετῆς ἐπιδοίη καὶ πολλῷ ἐπιεικέστερος γένοιτο, ἆρα ἐν τῇ τοιαύτῃ ἐπιδόσει χρήσεται, ὡς καὶ πρῴην φίλῳ τῷ μὴ ἐπιδεδωκότι ὁ οὕτω μέγα ἐπιδεδωκώς; καὶ ἐπανερωτήσας ἀποκρίνεται καὶ πρὸς τοῦτο, λέγων ἢ οὐκ ἐνδέχεται φίλον εἶναι τὸν οὕτως εἰς ὕψος ἀρετῆς ἐληλακότα τῷ κάτω που μείναντι, καὶ πιστοῦται τὸ μὴ ἐνδέχεσθαι τοὺς οὕτω πολὺ διαφέροντας φίλους εἶναι ἀπὸ τῆς τῶν παίδων φιλίας. δυοῖν γὰρ παίδοιν φίλοιν ὄντοιν, εἶτα ἀνδρωθέντοιν, ὁ μὲν μένοι παῖς τὴν διάνοιαν, ὁ δὲ οἷος κράτιστος,1 τουτέστιν ὁ δὲ κάλλιστος καὶ βέλτιστος καὶ πανάριστος, πῶς εἶεν οὗτοι φίλοι μήτε τοῖς αὐτοῖς χαίροντες μήτε τὰ αὐτὰ ἀποστρεφόμενοι καὶ μισοῦντες; οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ’ ὑπάρχει αὐτοῖς, ἤτοι οὐδὲ γὰρ δυνατόν ἐστιν, ὃ δοκεῖ τῷ κρατίστῳ ἡδὺ ἢ λυπηρὸν ἢ ὅλως φιλητὸν ἢ μισητὸν εἶναι, τοιοῦτον δοκεῖν καὶ τῷ παιδὶ τὴν διάνοιαν ὄντι. δίχα δὲ τοῦ ταὐτὰ αὐτοὺς φιλεῖν ἢ μισεῖν καὶ διώκειν καὶ φεύγειν συνεῖναι ἀλλήλοις καὶ συνδιημερεύειν καὶ συζῆν οὐχ οἷόν τε, χωρὶς δὲ τοῦ συζῆν φίλους εἶναι ἀδύνατον. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, ἀδύνατόν ἐστι τοὺς οὕτω πολὺ διαφέροντας φίλους εἶναι. ἀλλὰ φίλοι μὲν οὐκ ἔσονται, φησίν. ἆρα οὐδ’ ἀλλοιοτέρως πρὸς τὸν τὴν διάνοιαν παῖδα ὁ κράτιστος ἕξει, ἀλλ’ ἐπίσης διακείσεται πρὸς αὐτὸν ὡς ἔχων τυγχάνει καὶ πρὸς τοὺς ὁμοίους αὐτῷ, οἷς οὐδέποτε φίλος ἐγεγόνει, καὶ πάντῃ πάντως ἀμνήμων ἔσται τῆς ποτε συνηθείας καὶ φιλίας; καὶ λέγει καὶ πρὸς τοῦτο, ὅτι οὐκ ἐπιληστέον πάντη ἀλλὰ μνημονευτέον ἐκείνης καὶ καθάπερ οἰόμεθα βέλτιον εἶναι φίλοις χαρίζεσθαι ἢ ὀθνείοις καὶ ζῴοις ἀλόγοις, οὕτω καὶ τοῖς γεγενημένοις ποτὲ φίλοις διὰ τὴν τότε φιλίαν ἀπονεμητέον τι, ἤτοι ὁποῖόν τι δεῖ διδόναι τῷ τὴν διάνοιαν ὄντι παιδί. ἐὰν δὲ μὴ δι’ ἀρετῆς ὑπερβολὴν ἡ τῆς φιλίας γέγονε διάλυσις ἀλλὰ διὰ μέγεθος τῆς θατέρου κακίας καὶ πονηρίας, δοτέον τι τῷ πονηρῷ.2 οὐ γὰρ δεῖ τὴν κακίαν, ὥσπερ εἴρηται, ἐνισχύειν χορηγοῦντας ὄργανα, παντὶ δὲ μᾶλλον τρόπῳ καθαίρειν καὶ ἄπρακτον ἀπεργάζεσθαι.

“但如果一方保持原样,而另一方变得更为端正,并在德性上有了极大差距呢?” 在指出当朋友中有一方变成卑劣之人时应当解除友谊之后,他进而提问:如果两人原本都是端正的,而一方依然如故,另一方却在德性上取得了极大的长进并变得更为端正得多,那么取得了如此大长进的人,在这种长进之中,还会如往昔一样将未长进者当作朋友来对待吗?在进而提问之后,他也对此作出了回答,说:“或者,如此登临德性之高峰的人,岂不是不可能与留在下方某处的人成为朋友吗?”并且他通过少年时期的友谊证实了,差距如此悬殊的人不可能成为朋友。因为假若两个少年本是朋友,随后长大成人,其中一人在智力上依然是个少年,而另一方则成了极优之人——即最美好、最善、无与伦比之人——那么,他们既不以相同的事物为乐,亦不忌避和憎恶相同的事物,又怎能成为朋友呢?因为甚至在彼此之间他们也不具备这些一致,也就是说,在最卓越之人看来是快乐的或痛苦的、抑或总的来说是可爱或可憎的事物,绝不可能在智力上仍为少年的人看来也是如此。而如果他们不能爱或憎、追求和逃避相同的事物,就不可能相互交往、共度白昼并生活在一起;而脱离了共同生活,成为朋友是不可能的。既然这些情况如此,那么相差如此悬殊的人就不可能成为朋友。但他又说,他们确实不会成为朋友。那么,最卓越之人对智力上仍为少年的人,难道就不会怀有任何不同的态度,而是对他如同对待那些与他类似但自己从未与之成为朋友的人一样一视同仁,并彻底、完全遗忘往昔的熟识与友谊吗?对此他也说,不应当全然忘却,而应当记念那段友谊;正如我们认为施惠于朋友胜过施惠于外邦人和无理性的动物一样,对于曾经是朋友的人,因着当年的友谊,也应当赋予某种优待,即对智力上仍为少年的人所应当给予的那类事物。然而,如果友谊的解除不是由于德性的卓绝,而是由于另一方恶习与邪恶的严重,难道应当给予邪恶之人什么吗?因为正如已经指出的那样,绝不应当通过供给工具来增强恶习,而应当千方百计地将其清除并使其无法为害。

语法注2 条
  1. 8.11δυοῖν γὰρ παίδοιν φίλοιν ὄντοιν, εἶτα ἀνδρωθέντοιν, ὁ μὲν μένοι παῖς τὴν διάνοιαν, ὁ δὲ οἷος κράτιστος

    前半分句由双数形式的属格独立结构(δυοῖν... ἀνδρωθέντοιν)设立最初的背景,随即转为主格对举结构(ὁ μὲν... ὁ δέ)。动词采用希求法μένοι表达假想的条件,与主句修辞性疑问句中的可能希求法πῶς εἶεν οὗτοι φίλοι(他们怎能成为朋友)相呼应。

  2. 8.11ἐὰν δὲ μὴ δι’ ἀρετῆς ὑπερβολὴν ἡ τῆς φιλίας γέγονε διάλυσις ἀλλὰ διὰ μέγεθος τῆς θατέρου κακίας καὶ πονηρίας, δοτέον τι τῷ πονηρῷ

    动形词短语δοτέον τι τῷ πονηρῷ若直接读作肯定陈述,则与紧随其后的因果分句“因为绝不应当通过供给工具来增强恶习(οὐ γὰρ δεῖ τὴν κακίαν...)”产生逻辑矛盾。因此,它应当被理解为一个期待否定回答的对比性修辞疑问句(“难道应当给予邪恶之人什么吗?[不应当]”),这样才能与后文的οὐ γάρ顺畅衔接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:476.33-477.29