← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§476.1-476.32

朋友堕落时友谊的解除与品性矫正

围绕亚里士多德《尼各马可伦理学》1165b13的引文,评注者探讨了当朋友堕落为恶人时是否应当维系友谊的难题。他指出不应立即解除友谊,而应先尝试矫正其品性,唯有在对方不可救药时解除友谊才是正当的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.10

" Ἐὰν δ’ ἀποδέχηται ὡς ἀγαθόν, τὸ δὲ γένηται μοχθηρὸς καὶ δοκῇ, ἆρ’ ἔτι φιλητέον;" Τὸ καὶ δοκεῖ ταὐτόν ἐστι τῷ ἢ δοκεῖ·1 ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν. ἐὰν οἱ φιλοῦντες ἀλλήλους ἦσαν ἀγαθοί, εἶτα συνέβη θάτερον γενέσθαι φαῦλον ἢ μὴ δοκεῖν δὲ φαῦλον γεγονέναι (πολλοὶ γάρ τινες, μὴ ὄντες τοιοίδε τινές, οἷον φαῦλοι ἢ σπουδαῖοι, δοκοῦσιν εἶναι τοιοῦτοι), εἰ δὴ συμβήσεται τοῦτο, στέργει δ’ ὁ γεγονὼς ἢ δόξας πονηρὸς γεγονέναι τὴν φιλίαν, ἆρά γε δοκεῖ καὶ τὸν σπουδαῖον ἔτι στέργειν τὴν πρὸς αὐτὸν ἣν εἶχε φιλίαν ἢ διαλύσεται; ὃ μὲν οὖν ζητεῖ τοιοῦτόν ἐστι· λύει δὲ λέγων ἢ οὐ δυνατόν, τουτέστιν ἢ ἀδύνατον τὸν σπουδαῖον φιλίως ἔχειν πρὸς τὸν πονηρόν; οὐδεὶς γὰρ φιλεῖ τὸ κακὸν οὐδ’ ὀρέγεται τοῦ κακοῦ, ἀλλὰ πᾶς τοῦ ἀγαθοῦ ἐπιθυμεῖ καὶ τούτου ὀρέγεται καὶ τοῦτο διώκει. καὶ γὰρ καὶ οἱ τὸ κακὸν διώκοντες καὶ φιλοῦντες οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν περιέπουσι καὶ ἀσπάζονται. οὐ φιλητέον οὖν τὸ πονηρόν· δεῖ γὰρ μὴ φιλοπόνηρον εἶναι μηδ’ ἐξομοιοῦσθαι φαύλῳ· ἀναγκαῖον δ’ ἐστὶν ἐξομοιοῦσθαι συζῶντα καὶ συνδιάγοντα μετὰ πονηροῦ. εἰ δὲ καὶ ἀληθὲς τὸ ὡς ἀεὶ ὁ θεὸς τὸν ὅμοιον παρ’ ὅμοιον ἄγει, πῶς οἷόν τε τἀναντία κακίαν καὶ ἀρετὴν φιλίαν εἶναι; εἰπὼν δ’ ὅτι τὸν ἔτι μένοντα σπουδαῖον οὐ δεῖ φιλεῖν τὸν ἐκ σπουδαίου εἰς φαυλότητα ἐκκυλισθέντα, ἐρωτᾷ ἆρ’ εὐθὺς καὶ ἅμα τῷ γενέσθαι φαῦλον διαλύειν χρὴ τὴν φιλίαν ἢ διατηρεῖν μέχρι πολλοῦ ἢ ὅλως τινός. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων, ἢ οὐκ εὐθὺς διαλυτέον ἀλλὰ πειρᾶσθαι ἐπανορθοῦν καὶ ἐπάγειν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίονα. καὶ εἰ μὲν ἔχει ἐπανόρθωσιν, βοηθητέον μᾶλλον εἰς τὸ ἦθος καὶ τὸ γενέσθαι οἷος ἦν πρότερον ἀγαθὸν ἤπερ εἰς χρήματα (ὅσῳ γὰρ βελτίων ἡ ἀρετὴ χρημάτων, τοσούτῳ μᾶλλον βοηθητέον εἰς τὴν κτῆσιν αὐτῆς καὶ ἀνάληψιν) ἢ εἰς τὴν οὐσίαν καὶ τὰ χρήματα καὶ ὅτι οἰκειότερον ἡ ἀρετὴ τῇ φιλίᾳ ἢ τὰ χρήματα. εἰ μὲν οὖν ἔχει ἐπανόρθωσιν, βοηθητέον, εἰ δ’ ἀνίατός ἐστι τὴν μοχθηρίαν, διαλυτέον, μετὰ τὴν βοήθειαν δηλονότι. εἰπὼν δ’ ὅτι ἀνιάτως ἔχοντος διαλυτέον τὴν φιλίαν, ὅτι μὴ πλημμελὴς ἡ τῆς λύσεώς ἐστι προτροπή, ἐπήγαγε2 δόξειε δ’ ἂν ὁ διαλυόμενος μηδὲν ἄτοπον ποιεῖν. οὐ γὰρ τῷ φαύλῳ φίλος ἦν ἀλλὰ τῷ σπουδαίῳ, ὥστε οὐχ ὃν ἐφίλει ἀποβάλλεται, οὐδ’ ᾧ φίλος ἦν τοῦτον ἀποστρέφεται, ἀλλ’ ὃν οὐκ ἐφίλει τοῦτον ἀποφεύγει.

“但如果一个人接纳对方为善人,而对方却变成了恶劣之人,且被认为如此,那么是否仍应当去爱呢?” “且被认为”与“或者被认为”意思相同;他所探讨的则是如下的问题。如果彼此相爱的人原本都是善人,随后其中一方变成了卑劣之人,或者并未变坏却被认为变成了卑劣之人(因为有许多人虽然并非某类人,例如卑劣或优秀,却被认为是那样的人);如果确实发生了这种情况,而那个变恶或被认为变恶的人依然珍爱这份友谊,那么是否优秀的人也应当继续珍爱曾对他怀有的友谊,抑或这份友谊将被解除呢?他所探讨的正是这样一件事。而他给出的解答是说:“或者这不可能吗?”即优秀的人对恶劣的人怀有友善的态度难道是不可能的吗?因为没有人爱恶事物,也没有人欲求恶事物,而是所有人都渴望善事物、欲求善事物并追求善事物。事实上,即使是那些追求恶、爱恶的人,也不是将恶作为恶,而是将其作为善来珍视与欢迎的。因此,恶劣的事物不应当被爱;因为人不应当成为爱恶之人,也不应当同化于卑劣之人;而与恶人同住并共度时日的人必然会同化于他。此外,如果“神总是引同类至同类”这句话是真的,那么相反的恶习与德性之间又怎可能成为友谊呢?在指出依然保持优秀的人不应当去爱那个从优秀堕落为卑劣的人之后,他提问:是否应当在他变卑劣的同时立即解除友谊,还是应当维持很久,或者至少维持某一段时间?在提问之后,他回答说,不应当立即解除,而应当试图矫正他,将他从较坏的境地引向较好的境地。如果他尚能矫正,就更应当在品格上以及使他恢复成以往那样的善人方面提供帮助,胜过于在金钱方面(因为德性比金钱好多少,在获得与重新拾回德性方面就更应当提供多少帮助),抑或胜过于在财产与金钱方面,且因为德性比起金钱来与友谊更为相称。因此,如果他尚能矫正,就应当提供帮助;但如果在恶劣上不可救药,就应当予以解除——显然是在提供了帮助之后。而在指出对方不可救药时应当解除友谊之后,为了表明这种解除的劝导并非不当,他接着引申道:“解除友谊的人似乎并没有做任何反常之事。”因为他并不是卑劣之人的朋友,而是优秀之人的朋友;所以他并非抛弃了自己曾爱过的人,亦非背弃了自己曾与之相友的人,而是避开了一个自己所不曾爱过的人。

语法注2 条
  1. 8.10Τὸ καὶ δοκεῖ ταὐτόν ἐστι τῷ ἢ δοκεῖ

    关于引文中的“καὶ δοκῇ”(现在时虚拟语气),评注者判定连词 καί 在此等同于 ἤ(或者)。亦即,他不是将其理解为累加的条件(“变成了恶劣之人且被认为如此”),而是理解为选择性的条件(“变成了恶劣之人,或者被认为如此”)。

  2. 8.10ὅτι μὴ πλημμελὴς ἡ τῆς λύσεώς ἐστι προτροπή, ἐπήγαγε

    句首的 ὅτι 引导原因从句(“为了表明……/因为……”)。它指明了亚里士多德随后补充引文(δόξειε δ’ ἂν...)的目的,即说明劝导在不可救药时解除友谊并非是不当的(μὴ πλημμελής)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:476.1-476.32