← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§474.22-475.36

变质友谊的解除与对欺瞒的谴责

注解亚里士多德《尼各马可伦理学》卷九第三章开头(1165a36),指出关于是否同不再保持原样者解除友谊的疑难,并论证基于快乐与有用的友谊之解除是自然的,但在一方伪装因品格而爱时对其提出谴责具有正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9

" Ἔχει δ’ ἀπορίαν καὶ 〈περὶ〉 τοῦ διαλύεσθαι τὰς φιλίας ἢ μὴ πρὸς τοὺς μὴ διαμένοντας." Καὶ τὸ διαλύεσθαι τὰς φιλίας καὶ τὸ μὴ κακὸν ἐδόκει τοῖς τότε. εἰ γὰρ ἡ φιλία ἀγαθόν (καὶ γὰρ ὁ φίλος ἀγαθόν), ἡ δὲ τοῦ ἀγαθοῦ ἀποβολὴ κακόν, ἡ τῆς φιλίας ἄρα διάλυσις καὶ ἀποβολὴ κακόν. πάλιν εἰ τὸ βιάζεσθαι τὸν μὴ θέλοντα φιλεῖν φίλον εἶναι κακόν ἐστι, καὶ τὸ μὴ διαλύεσθαι ἄρα τὴν φιλίαν κακόν ἐστιν. ἔχει οὖν, φησίν, ἀπορίαν, πότερον διαλύειν χρὴ τὴν φιλίαν [φιλεῖν βούλεται] καὶ ἀφίλους γίνεσθαι τοὺς πρότερον ὄντας φίλους, οἷον εἰ ὁ μὲν στέργει τὴν φιλίαν καὶ φιλεῖν βούλεται, θάτερος δὲ μὴ βούλεται φιλεῖν ἆρά γε δεῖ καὶ τὸν στέργοντα καὶ θέλοντα ἀποσείεσθαι καὶ ἀπορρίπτειν ἐπίσης τῷ μὴ θέλοντι, ἢ δεῖ στέργειν θατέρου μὴ θέλοντος; καὶ ἀπορήσας λύει λέγων, ἢ πρὸς μὲν διὰ τὸ χρήσιμον καὶ ἡδὺ φιλοῦντας οὐδὲν ἄτοπον διαλύεσθαι μηκέτι ταῦτ’ ἔχοντας1 δι’ ἃ ἐφίλουν. εἰ γὰρ ὁ ἐραστὴς διὰ τὸ κάλλος ἐφίλει τὴν ἐρωμένην, ἀκαλλὴς δὲ νῦν ἐστι καὶ μηδέν τι τῶν ἡδόντων ἔχει, διαλυθῆναι τὴν φιλίαν οὐκ ἄτοπόν ἐστιν. ὁμοίως εἰ τὸν ἐραστὴν ἐπιλείψει τὰ χρήματα, ὧν ἕνεκεν αὐτὸν ἐφίλει ἡ ἐρωμένη ἢ καὶ ἀμφοτέρους ἀμφότερα, τὴν μὲν τὸ εἶδος, τὸν δὲ ὁ πλοῦτος, λυθήσεται πάντως ἡ φιλία τῶν φιλητῶν ἀπόντων. τοῦτο δὴ συμβήσεται καὶ τοῖς διὰ τὸ χρήσιμον φιλοῦσιν· ἀλλὰ τὰς μὲν διὰ τὸ ἡδὺ καὶ χρήσιμον φιλίας οὐδὲν ἄτοπον ἀνεγκλήτως καὶ δίχα μέμψεως διαλύεσθαι. ἐκείνῳ δ’ ἂν τῷ μὴ ἐμμένοντι ἐγκαλέσειε ἀναγκαίως ὁ ἐμμένων, τῷ ἀγαπῶντι τὸν ἐμμένοντα ἢ διὰ τὸ ἡδὺ ἢ χρήσιμον, κρύπτοντι δὲ καὶ προσποιουμένῳ δι’ ἀρετὴν καὶ τὸ ἦθος φιλεῖν, ὥσπερ Λυσίας ὁ ῥήτωρ φιλῶν τὸν Φαῖδρον διὰ τὸ κάλλος αὐτοῦ προσεποιεῖτο ὡς εὐφυῆ καὶ εὐμαθῆ φιλεῖν· ἀποφοιτῶντι οὖν τῷ Λυσίᾳ καὶ διαλυομένῳ τὴν πρὸς τὸν Φαῖδρον φιλίαν ἀπολιπόντος τὸν Φαῖδρον τοῦ κάλλους, δικαίως ἂν ἐγκαλέσειεν ὁ Φαῖδρος, ὡς διὰ τὸ κάλλος φιλοῦντι, προσποιουμένῳ δὲ διὰ τὸ εὐμαθὲς φιλεῖν. εἰπὼν δὲ ὅτι ἐγκαλέσειε δ’ ἄν τις, δηλονότι ὁ ἐμμένων τῷ φιλοῦντι διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον, προσποιουμένῳ δὲ διὰ τὸ ἦθος φιλεῖν, διορίζεται πότε δεῖ ἑαυτῷ ἐγκαλεῖν καὶ πότε τῷ μὴ ἐμμένοντι καὶ λέγει, ὅταν μὲν διαψευσθῇ τις καὶ ὑπολάβῃ διὰ τὸ ἦθος φιλεῖσθαι2 μηδέν τι πράττοντος ὧν ποιοῦσιν οἱ διὰ τὸ ἦθος φιλοῦντες ἀλλὰ πᾶν τοὐναντίον ἀναισχύντως ἁπτομένου ὧν οὐ δεῖ μελῶν καὶ ὡς οὐ δεῖ, οἷα ποιεῖν εἰώθασιν οἱ τὰς ἀθέσμους πράξεις διώκοντες, ἢ τὰ αὐτοῦ ἐκδαπανῶντος ἢ ὑποκλέπτοντος ἢ εἰς ἑαυτὸν ἕλκοντος, οἷα δὴ πάλιν ποιοῦσιν οἱ διὰ τὸ χρήσιμον φιλοῦντες, ὅταν δὴ ταῦτα ὁρῶν οἴηται διὰ τὸ ἦθος φιλεῖσθαι, ἑαυτὸν αἰτιῷτ’ ἂν καὶ μὴ τὸν φιλοῦντα. ἐκεῖνος γὰρ ἐκ τῶν ἔργων ὧν ἔπραττε δῆλον ἐποίει μὴ διὰ τὸ ἦθος φιλεῖν ἀλλὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον. ὅταν δὲ φιλῇ μὲν διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον, μηδὲν δέ τι διαπράττηται ὧν ὁ εἰρημένος ἐποίει, διαλύῃ δὲ τὴν φιλίαν ὀψὲ καὶ μόλις διά τινων σημείων ἐκφήνας, ὅτι διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον ἐφίλει, κἂν ἐπειρᾶτο κρύπτειν τὸ πάθος, τότε δὴ οὐχ ἑαυτῷ δεῖ ἐγκαλεῖν ἀλλ’ ἐκείνῳ ὡς ἀπατεῶνι καὶ ὑποκρινομένῳ διὰ τὸ ἦθος φιλεῖν, φιλοῦντι δὲ μὴ δι’ αὐτὸ ἀλλὰ διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον. ὁ μὲν γὰρ πρότερον οὐκ ἠπάτα· φανερὸς γὰρ ἦν οἷς ἐποίει διὰ τί ἐφίλει, οὗτος δ’ ἀπατῶν διετέλει καὶ δίκαιον ἐπιτιμᾶν, καὶ μᾶλλον, φησίν, ἐπιτιμᾶν, ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσον περὶ τιμιώτερον ἡ κακουργία. ὅσον γάρ ἐστι φιλία τιμιωτέρα νομίσματος, τοσοῦτον καὶ ἡ περὶ ταύτην κακουργία χείρων τῆς περὶ τὸ νόμισμα. καὶ δηλονότι καθέστηκεν, ὅτι ἐξ ἀνάγκης ἕπονται διαφοραὶ καὶ ἐγκλήματα πρὸς ἀλλήλους, ὅταν οὐκ εἰσὶν ὡς οἴονται, ὡς ἐπὶ τῶν εἰρημένων· ὁ μὲν γὰρ ᾤετο διὰ τὸ ἦθος φιλεῖσθαι, ὁ δὲ ἐφίλει οὐ δι’ αὐτὸ ἀλλ’ ὡς εἴρηται δι’ ἡδονὴν ἢ χρήματα.

“关于对那些不能保持原样的人是否应当解除友谊,也有一个疑难。” 解除友谊与不解除友谊,在当时的人们看来都是一件坏事。因为如果友谊是一件善事(朋友也是一件善事),而丧失善事是一件坏事,那么友谊的解除与丧失便是一件坏事。反之,如果强迫一个不愿去爱的人做朋友是一件坏事,那么不解除友谊也是一件坏事。因此他说,这里有一个疑难:究竟应当解除友谊、昔日为友者不再为友——例如,如果一方珍爱友谊并愿意去爱,而另一方不愿去爱,那么珍爱并愿意去爱的人是否也应当同不愿者一样将[友谊]摆脱并抛弃,抑或在另一方不愿时仍应当珍爱?在提出疑难之后,他给出了解答,指出:对于因有用或快乐而爱的人,当他们不再拥有当初因之而爱的那些特质时,[友谊]被解除并无任何反常之处。因为如果情人因美貌而爱恋被爱者,而如今[被爱者]不再美丽且毫无令人欢悦之处,那么友谊被解除并不反常。同样,如果情人耗尽了钱财,而被爱者当初正是因之而爱他,或者双方都失去了各自的特质——一方失去了姿容,另一方失去了财富——那么由于可爱之物的缺失,友谊必将完全瓦解。对于因有用而爱的人,这也必然会发生;然而,因快乐和有用而结成的友谊,无可指责且毫无怨言地解除,并无任何反常之处。但是,坚持到底的人必然会去谴责那个未能坚持的人,即谴责那个因快乐或有用而喜爱坚持者、却隐瞒并伪装成因德性和品格而爱的人;正如演说家吕西亚斯因斐德罗的美貌而爱他,却伪称因其天赋卓异且敏于受教而爱他一样;因此,当美貌离开了斐德罗,吕西亚斯便离去并解除了对斐德罗的友谊,此时斐德罗理所当然会谴责他,因为他实则是因美貌而爱,却伪装成因敏于受教而爱。在说了某人会提出谴责——显然是坚持者会谴责那个因快乐或有用而爱却伪称因品格而爱的人——之后,他进而界定了何时应当自责,何时应当谴责那个未能坚持的人,并且说:当某人受了蒙蔽,在对方完全不做因品格而爱的人所做之事、反而全然相反地无耻触碰不该触碰的部位且以不当的方式触碰(如那些追求不法行为的人惯常所做的那样),或者挥霍他的财产、暗中偷盗或据为己有(正如因有用而爱的人反过来所做的那样)时,却依然误以为自己是因品格而被爱;当他目睹了这些却仍以为自己因品格而被爱时,他应当责怪自己而非爱他的人。因为那个人已经通过其实际所为清楚表明自己不是因品格而是因快乐或有用而爱。但是,当对方虽然因快乐或有用而爱,却完全没有做出上述之人所做之事,而是在解除友谊时才迟迟且艰难地通过某些迹象显露出来——尽管他曾试图隐瞒这种情感——他实则是因快乐或有用而爱,那么此时正不应当自责,而应当谴责那个人是个骗子和伪君子,伪装成因品格而爱,实则并非因之而是因快乐或有用而爱。因为前一种人并没有行骗,他从所做的事情中已然显露出究竟为何而爱;但后一种人却一直在行骗,责难他是正当的,而且他说,比起责难伪造钱币的人来,对其责难更为正当,因为其作恶所关涉的事物更为珍贵。因为友谊比钱币珍贵多少,关于友谊的作恶就比关于钱币的作恶恶劣多少。而且显然已经确定的是:只要人们并不处于他们所认为的状态,彼此之间的分歧与指责就必然随之产生,正如上述事例所展示的那样;因为一方以为自己是因品格而被爱,而另一方却并非因之,而是如前所述因快乐或金钱而爱。

语法注2 条
  1. 8.9πρὸς μὲν διὰ τὸ χρήσιμον καὶ ἡδὺ φιλοῦντας οὐδὲν ἄτοπον διαλύεσθαι μηκέτι ταῦτ’ ἔχοντας

    介词 πρός 支配宾格分词短语 διὰ τὸ χρήσιμον καὶ ἡδὺ φιλοῦντας(“针对因有用和快乐而爱的人”),不定词 διαλύεσθαι 作非人称使用或以隐含的友谊为主语。其后的分词 μηκέτι ταῦτ’ ἔχοντας 为宾格,与 φιλοῦντας 一致,表示“当他们不再拥有这些特质时”。

  2. 8.9ὅταν μὲν διαψευσθῇ τις καὶ ὑπολάβῃ διὰ τὸ ἦθος φιλεῖσθαι μηδέν τι πράττοντος ὧν ποιοῦσιν οἱ διὰ τὸ ἦθος φιλοῦντες... ὅταν δὴ ταῦτα ὁρῶν οἴηται διὰ τὸ ἦθος φιλεῖσθαι

    在以 ὅταν μὲν... 开头的长从句中,嵌入了多个描述对方行为的属格独立结构(μηδέν τι πράττοντος... ἁπτομένου... ἐκδαπανῶντος...),随后在主句(ἑαυτὸν αἰτιῷτ’ ἄν)之前以 ὅταν δὴ ταῦτα ὁρῶν οἴηται... 对条件从句进行了总结与复述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:474.22-475.36