- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:473.5-474.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯对亚里士多德在1165a14中的论点进行阐释,即不应无差别地向所有人或父亲给予敬意与回报,而应因人而异恰当分配,并结合亲属、父母、智者、老人和同胞公民的具体情境展开了解说。
" Ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν δοτέον, οὐδὲ τῷ πατρὶ τὰ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ ἄδηλον." Ὥσπερ, φησίν, οὐ πάντα θύεται τῷ Διὶ (ἦσαν γάρ τινα ἃ οὐ θεμιτὸν ἐδόκει τοῖς Ἕλλησι θύειν τῷ Διί· κύνας γὰρ καὶ ὄφεις καὶ ἄλλ’ ἄττα πολλὰ ἀνόσιον ἐδόκει θυσίαν προσφέρειν τῷ Διὶ πατρὶ καθ’ Ἕλληνας ὄντι ἀνδρῶν τε θεῶν τε), οὕτως οὐδὲ τῷ πατρὶ πάντα ἀποδοτέον. οὔτε γὰρ εἰ πρὸς ἄρνησιν ἡμᾶς ἐγκαλεῖται τοῦ ζῶντος θεοῦ, πεισόμεθα αὐτῷ οὔτε πατρίδα προδοῦναι ἀναγκάζοντι, ἀλλ’ ἐκεῖνα ἀποδώσομεν ἃ πατρὶ χρεὼν ἀπονέμειν, τιμήν, θεραπείαν σώματος, ἐπικουρίαν ἅπασαν ἄλλην. οὔτε οὖν τῷ πατρὶ πάντα ἀποδοτέον οὔτε τὰ αὐτὰ πᾶσιν ἀπονεμητέον. οὐ γὰρ ὅσιον τὰ αὐτὰ ἀπονέμειν παισὶ καὶ ἐφήβοις καὶ ἀνδράσι καὶ γέρουσιν, ἢ σπουδαίοις καὶ φαύλοις, ἀλλ’ ἑκάστῳ τούτων τὸ προσῆκον. καὶ δείκνυσιν ἐπὶ παραδείγματος, τίσι τίνα ἀπονεμητέον. εἰς μὲν γὰρ τοὺς γάμους φησὶ δεῖν καλεῖν τοὺς συγγενεῖς, ὃ δὴ καὶ γινόμενον ὡς ἐπὶ τὸ πολὺ βλέπομεν. τοὺς τοιούτους δὲ καὶ εἰς τὰ κήδη ἀκτέον (κήδη δ’ εἰσὶ τὰ πρὸ τοῦ γάμου συναλλάγματα), τοῖς δὲ πατράσι τροφὴν χορηγεῖν ἕως ἂν ζῶμεν, ὅτι καὶ ἐπὶ τοσοῦτον ὀφείλομεν. ὡς γὰρ ἐπὶ δανείων μέχρις ἐκείνου ὀφείλομεν μέχρις ἂν τὸ δάνειον ἔχωμεν, οὕτω καὶ τοῖς πατράσιν, ἕως ἂν ἐσμὲν ὀφείλομεν ἔχοντες παρ’ αὐτῶν καθάπερ τι δάνειον τὸ ζῆν καὶ εἶναι. καὶ κάλλιόν ἐστι, φησίν, ἡμῖν ἐπαρκεῖν τοῖς γονεῦσιν αἰτίοις οὖσιν ἡμῖν τοῦ εἶναι ἢ ἡμῖν ἑαυτοῖς.1 θεὸς γὰρ ἡμῶν καὶ ὁ πατήρ ἐστι. δεῖ δὲ τὸν θεὸν ἡμῶν ἐπίπροσθεν τίθεσθαι καὶ τῆς ἐκείνου τιμῆς φροντίζειν καὶ θεραπείας. τιμητέον οὖν τοὺς πατέρας ἴσα καὶ θεῷ, πλὴν οὐ πᾶσαν τιμὴν ἀπονεμητέον πατρὶ καὶ μητρί, ἀλλὰ τὴν ἑκάστῳ πρέπουσαν οὔτε πᾶσαν τὴν πρέπουσαν τῷ πατρὶ τιμὴν καὶ τῇ μητρὶ ἀπονέμειν χρὴ οὔτ’ αὖ τὴν τῇ μητρὶ τῷ πατρί, οὐδὲ τὴν τῷ σοφῷ τῷ πατρὶ ἢ τῇ μητρί. πατρὶ μὲν γὰρ συνελθεῖν εἰς τὸ βαλανεῖον καὶ ἀποσμῆξαι καὶ τἄλλα τὰ εἰωθότα γίνεσθαι τοῖς λουομένοις ποιῆσαι καὶ πρέπει καὶ καλόν ἐστι, τῇ μητρὶ δ’ ἀπρεπὲς καὶ οὐ κόσμιον· τόν τε σοφὸν τιμᾶν ὡς μεγάλα καὶ θαυμαστὰ εἰδότα, τὸν πατέρα δὲ ὡς αἴτιον τοῦ ζῆν, τὸν πρεσβύτην δὲ ὑπαναστάσει καὶ προκαθεδρίᾳ. δεῖ γάρ σε θεασάμενον πρεσβύτην διϊόντα εἰ τύχῃς καθήμενος ἐξαναστῆναι, ὅτι κοσμιώτερός ἐστι σοῦ. ἔστι δὲ κοσμιώτερος ὡς πρότερόν σου τῷ κόσμῳ γνωρισθεὶς καὶ κατὰ τὴν ἐν τῷ κόσμῳ τάξιν ἑαυτὸν τάξας καὶ κοσμήσας. οὗτοι γὰρ καὶ κυρίως εἰσὶ πρεσβῦται, ἀλλ’ οὐχ οἱ δίκην βοσκημάτων καὶ κατὰ τὸν Σαρδανάπαλον διαζῶντες. πρὸς δ’ αὖ ἀδελφοὺς καὶ ἑταίρους (λέγει δ’ ἑταίρους τοὺς τῆς αὐτῆς μετασχόντας παιδείας καὶ τὰ αὐτὰ συμφιλοσοφήσαντας), πρὸς δὴ τούτους ἔχειν δεῖ παρρησίαν καὶ πάντων κοινότητα. εἰ γὰρ κοινὰ 〈τὰ〉 τῶν ἀληθῶν φίλων, πῶς οὐχὶ καὶ τὰ τῶν ἀδελφῶν; ὥστε εἰ πάντα κοινά, παρρησιαστέον καὶ ἐπιτιμητέον καὶ διορθωτέον καὶ τὸν ἀδελφὸν καὶ τὸν ἑταῖρον, εἴ πῃ διαμαρτάνουσιν, εἰ δὲ μή, ἀνάγκη συναπολαύειν τῆς ἐκείνων μέμψεως,2 ὡς κοινωνοὺς ἐν πᾶσιν ἐκείνοις ὄντας. καὶ ἁπλῶς, φησί, πειρατέον πᾶσι τὸ οἰκεῖον ἀπονέμειν, λογιζομένους ὅτι ὅδε ἐστί μοι χρήσιμος εἰς τόδε καὶ δεῖ με τιμῆσαι καὶ θεραπεῦσαι διὰ ἀντιδόσεως ἀναλόγου, ὅδε δὲ σπουδαῖος καὶ τιμητέον αὐτὸν ἐπαίνοις καὶ ὑπαναστάσει καὶ μετ’ αἰδοῦς προπέμψαι, καὶ τῶν ἄλλων ἕκαστον τοῦ ἤθους ἀξίως, τοῦ ἐπιτηδεύματος, τοῦ βίου, τῶν ἔργων, τῶν ἐνεργειῶν. ταῦτα εἰπὼν ἐπιφέρει τὸ ποῖα ποίοις τῶν ὁμογενῶν χρὴ προσφέρειν εἰς τιμὴν ῥᾳδία ἡ κρίσις.3 λέγοι δ’ ἂν ὁμογενεῖς ἢ τοὺς συμφυλέτας (ὁμογενεῖς γὰρ τῷ ῥήτορι Δημοσθένει πάντες οἱ Παιανιεῖς καὶ Αἰσχίνῃ οἱ Κολυττεῖς) ἢ πάντας ἁπλῶς τοὺς ἐν τῷ ἄστει καὶ ὁμοπολίτας. τῶν δὲ διαφερόντων, ἤτοι τῶν μὴ ὁμογενῶν, ἐργώδης ἡ κρίσις. οὐ μὴν διὰ τὸ ἐργῶδες ἀποστατέον, μᾶλλον δὲ πειρατέον κρίνειν τὸ ἑκάστοις οἰκεῖον.
“因此,不应当把同样的东西给予所有人,也不应当把一切给予父亲——正如并非所有东西都可以作为祭品献给宙斯一样——这一点是不难明白的。” 他说,正如并非所有东西都可以作为祭品献给宙斯(因为在希腊人看来,某些东西献给宙斯作为祭品是不合礼法的;因为把狗、蛇以及许多其他诸如此类的东西作为祭品献给按照希腊人的说法既是神又是人之父的宙斯,被认为是不虔敬的),同样也不应当把一切偿还给父亲。因为即使父亲召唤我们去否认永生的神,我们也不会顺从他;即使他强迫我们背叛祖国,我们也不会顺从;相反,我们将偿还那些应当分配给父亲的东西:敬意、身体上的照料以及一切其他的援助。因此,既不应当把一切偿还给父亲,也不应当把同样的东西分配给所有人。因为把同样的东西分配给儿童、少年、成年男子和老年人,或者分配给优秀者和恶劣者,是不合道义的,而应当给予他们各自相称的东西。并且他通过实例说明了应当把什么分配给什么样的人。因为他说应当邀请亲属参加婚礼,这正是我们大体上所看到的实际做法。而且应当把这类亲属也请到订婚仪式上(订婚仪式即婚前的协约),而对父亲,只要我们活着,就必须供给他们食粮,因为我们的亏欠也是达到这个程度的。因为正如在借贷中,只要我们保有贷款就负有债务一样,对父亲也是如此,只要我们存在,我们就负有亏欠,因为我们从他们那里获得了如同某种借贷一般的生存与存在。他说,我们周济作为我们存在之原因的父母,比周济我们自己更为善美。因为我们的父亲也是我们的神;而我们必须把自己的神置于首位,关照对他的敬意与服侍。因此,必须像敬神一样敬重父亲,只是不应当把所有的敬意都分配给父亲和母亲,而应当分配适合于各自的敬意:既不应当把适合父亲的一切敬意同样分配给母亲,也不应当反过来把适合母亲的敬意分配给父亲,更不应当把适合智者的敬意分配给父亲或母亲。因为陪同父亲去浴室、为他擦洗身体并做其他常用于洗浴者的服侍,既是合宜的又是善美的,但对于母亲则是不合宜且不庄重的;而敬重智者是因为他通晓伟大而令人惊叹的事物,敬重父亲是因为他是生命的源由,敬重老人则是通过起立让座和礼让上座。因为当你坐着而看见老人经过时,你必须起立,因为他比你更为合乎秩序。他更为合乎秩序,是因为他比你更早地为这个世界所认识,并按照世界中的秩序端正且修饰了自身。因为这些人才是真正意义上的老人,而不是那些像牲畜一样、按照萨达那帕鲁斯的方式度日的人。另一方面,对待兄弟与同伴(他所说的同伴是指那些接受过同等教育并一同探讨过相同哲学的人),对待这些人正应当畅所欲言并共享一切。因为如果真正的朋友之间所有之物是共享的,那么兄弟之间难道不也是如此吗?因此,如果一切都是共享的,那么无论对兄弟还是对同伴,一旦他们在某方面犯错,就应当直言不讳、加以谴责并促其改正;否则,作为在一切事情上与他们休戚与共者,就必然要一同分担加于他们的责难。他说,简而言之,必须努力把恰当的东西分配给所有人,心中应当考量:这个人在此事上对我有用,我应当通过成比例的回报来敬重并照料他;而这个人是优秀者,应当通过赞扬、起立让座以及恭敬地送行来敬重他;对于其余每个人,也要根据其品格、志业、生活方式、事迹和活动给予相称的对待。在说了这些之后,他补充道:“至于在同族之人中应当向何种人献上何种敬意,这一判断是容易的”。他所说的同族之人,指的要么是同一部落的人(因为对于演说家德摩斯梯尼来说,所有派阿尼亚区民都是同族,对于埃斯基涅斯来说,科鲁图斯区民是同族),要么端指城邦中的所有人,即同胞公民。但对于不同的人,即非同族之人,判断则是困难的。然而绝不可因为困难就放弃,相反,更应当努力去判断何者适合于各人。
- 8.8ἐπαρκεῖν τοῖς γονεῦσιν αἰτίοις οὖσιν ἡμῖν τοῦ εἶναι ἢ ἡμῖν ἑαυτοῖς
在此比较句式中,被比较的成分 ἡμῖν ἑαυτοῖς 采取与格形式,与前置的 τοῖς γονεῦσιν 相对比。补全省略后即为“援助父母……比[援助]我们自己更为善美”,两者作为不定式 ἐπαρκεῖν 的与格补足语形成并列。
- 8.8συναπολαύειν τῆς ἐκείνων μέμψεως
动词 συναπολαύω 支配属格,原意为“共同享受”,但在此处用于消极语境,具有“共同分担不良后果或责难、受牵连”的习惯用法涵义。
- 8.8τὸ ποῖα ποίοις τῶν ὁμογενῶν χρὴ προσφέρειν εἰς τιμὴν ῥᾳδία ἡ κρίσις
定冠词 τό 将其后整句名词化,作为动词 ἐπιφέρει 的宾语(引自亚里士多德原文的语句)。句中的 ποῖα ποίοις 为双重疑问代词结构,凝练地表达“向何种人献上何种东西”。
