- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:471.33-473.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德关于“原则上应偿还债务,但若在善美上胜过则有例外”的命题,论述了不应向恶人反向借贷的缘由,并解释了关于情念与行为的论述为何与其对象一样无法做出确定性界定。
" Ὅπερ οὖν εἴρηται, καθόλου μὲν τὸ ὀφείλημα ἀποδοτέον." Τὸ καθόλου ἀντὶ τοῦ μᾶλλον εἴληπται ἢ ἀντὶ τοῦ ἁπλῶς μὲν καὶ ὡς ἐπὶ τὸ πλεῖστον τὸ ὀφείλημα ἀποδοτέον. ἐὰν δ’ ὑπερτείνηται ἡ δόσις τῷ καλῷ,1 τουτέστιν εἰ δὲ κάλλιόν ἐστι καὶ ἀναγκαιότερον πρὸς ἄλλον καὶ μὴ πρὸς τὸν δεδανεικότα τὴν δόσιν ποιήσασθαι, ἢ ἕνεκεν ἄλλου καὶ μὴ τούτου ἕνεκα, πρὸς ἐκεῖνον ἢ ἕνεκα ἐκείνου τὴν δόσιν ποιητέον, ἐῶντα ἐν τῷ παρόντι τὸν δανειστὴν ᾧ ὀφείλεται. ἐνίοτε γάρ, φησίν, οὐδέν ἐστιν ἴσον, ἤτοι δίκαιον, τὸν προυπάρξαντα καὶ προευεργετήσαντα ἀμείψασθαι, ὅταν ὁ μὲν προυπάρξας σπουδαῖον εἰδὼς πρὸς ὃν τὴν εὐεργεσίαν ἐποιήσατο, εὐεργέτησεν, αὐτὸς δὲ μοχθηρὸς τυγχάνει ὁ εὐεργετήσας. εἰ γὰρ καὶ εὖ πεποίηκεν, ἀλλ’ οὖν ἀντίδοσιν πρὸς αὐτὸν οὐ δεῖ γενέσθαι. οὐ γάρ ἐστι θέμις ὕλην χορηγεῖν τῇ κακίᾳ, ἀλλὰ κἂν ψεύστης κἂν ἐπίορκος κἂν ἄδικός ἐστιν ὁ δανείσας, ὁ δὲ δανεισάμενος χρηστός, συμβῇ δ’ εὔπορον γενέσθαι τὸν χρηστόν, δεόμενον δὲ τὸν μοχθηρόν, οὐκ ἀντιδανειστέον, ὅτι λαβὼν ἀρνήσεται καὶ κατομόσεται λαβεῖν μηδέν τι. ὁ μὲν γὰρ φαῦλος δεδάνεικεν εἰδὼς ὅτι λήψεται πάντως τὸ δάνειον διὰ τὴν τοῦ δανεισαμένου ἐπιείκειαν, ὁ δ’ ἐλπίζων, μᾶλλον δ’ ἀκριβῶς εἰδώς, ὡς οὐ λήψεται τὸ δάνειον, εἰκότως οὐκ ἀντιδανείσει. οὐ μὴν οὐδὲ διὰ τοῦτο ἐν τοῖς ἀγνώμοσι καὶ φαύλοις παρὰ τῶν εὐφρονούντων τετάξεται. εἴτε οὖν πονηρός ἐστι τῇ ἀληθείᾳ ὁ δανείσας εἴτε καὶ δοκεῖ, οὐκ ἀντιδανειστέον αὐτῷ. οὐδὲ γὰρ ἴσον τὸ ἀξίωμα, ἀλλὰ τὸν μὲν πονηρὸν δανείζειν ἐπιεικεῖ ἄξιον, τὸν δ’ ἐπιεικῆ τὰ ἴσα καὶ τὰ αὐτὰ πρὸς τὸν μοχθηρὸν ποιεῖν, οὐδεὶς ἂν ἀξιώσειε. συμφέρει γὰρ τὸν πονηρὸν μᾶλλον ἐνδεῆ εἶναι ἢ εὔπορον καὶ ὄργανα κακουργίας ἔχειν. ὅπερ οὖν πολλάκις εἶπε, οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσι. πάθη λέγει θάρρη καὶ φόβους, ἐπιθυμίας ἀποστροφάς· πράξεις δὲ τὰ ἐκ τῶν ἐπιθυμιῶν καὶ λυπῶν καὶ θάρρους γινόμενα, οἷον λυπηθείς τις ἑαυτὸν ἀπέκτεινε, πάθος ἡ λύπη, πρᾶξίς τε τὸ διαχειρίσασθαι ἑαυτόν· καὶ ἡσθείς τις δέδωκε τῷ πένητι πρότερον μὴ διδούς, πάθος ἡ ἡδονή, πρᾶξις ἡ δόσις· καὶ ὀργισθεὶς ἔτυψέ τινα καὶ φοβηθεὶς ἔρριψε τὴν ἀσπίδα, πάθος ἡ ὀργὴ καὶ ὁ φόβος, πρᾶξις ἡ μαστίγωσις καὶ ἡ τῆς ἀσπίδος ἀποβολή. ἐπεὶ δὲ τὰ πάθη καὶ αἱ πράξεις περί τινάς εἰσιν, οἷον ἡ ὀργὴ περὶ τὸν ὀργίσαντα, ἤτοι περὶ τὸν αἴτιον γεγονότα τοῦ ὀργισθῆναι τὸν ὀργιζόμενον, καὶ ἡ λύπη περὶ τὸν λυπήσαντα καὶ ὁ φόβος περὶ τὰ φοβερά, ταῦτα δ’ ἀόριστα, καὶ οἱ περὶ ταῦτα λόγοι εἰσὶν ἀόριστοι. τῶν γὰρ φοβερῶν τινὰ μέν εἰσι σφόδρα φοβερά, ἄλλα δ’ ἧττον, ἕτερα δὲ ἠρέμα, ἕτερα δὲ δοκεῖ μέν, οὐκ ἔστι δέ. τοιούτων δ’ ὄντων οὐ δυνατόν ἐστιν ὡρισμένως εἰπεῖν, ὅτι τὰ μὲν σφόδρα φοβερὰ φοβητέον, τὰ δὲ μὴ τοιαῦτα οὐ φοβητέον. δεῖ γάρ τινων φοβερῶν καίπερ λίαν ὄντων καταφρονεῖν καὶ ἀποθανεῖν μᾶλλον ἢ φοβηθῆναι. δεῖ γὰρ θανεῖν ἢ ἀρνήσασθαι τὸν θεὸν ἢ εἰπεῖν2 ὅθεν ἂν ἡ πατρὶς καὶ ὅπως ἁλῷ τοῖς πολεμίοις. ἀλλὰ καί τινα ἠρέμα ὄντα φοβερὰ δεῖ φοβηθῆναι, ὅταν αἰσχύνην φέρῃ τὸ μὴ φοβηθῆναι, καὶ ἐπί τινων μέχρι πολλοῦ ἀντιστῆναι, ἐπί τινων δὲ ἐπὶ βραχύ· καὶ ἐπὶ τῶν ἡδέων δὲ καὶ λυπηρῶν ὁμοίως οὐκ ἔστι δυνατὸν ἀκριβῶς ὁρίσαι, ὅτι δεῖ ἐπὶ τοσοῦτον ἢ ὀργισθῆναι ἢ λυπηθῆναι. δῆλον τοίνυν γέγονεν, ὅτι οἱ λόγοι οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ ἅ εἰσιν.3 ἐπίσης γάρ εἰσιν αὐτοῖς ἀόριστοι ἢ δυσπερίληπτοι.
“因此,正如已经说过的,大体上债务是应当偿还的。” “大体上”是用来替代“宁可”,或者是用来替代“简而言之且大抵应当偿还债务”。“但如果给予在善美上胜过”,也就是说,如果向另一个人给予而非向放贷者给予,或者为了另一个人而非为了这一个人给予,是更为善美且更为必要的,那么就应当给予那个人或为了那个人而给予,暂时搁置欠款所针对的放贷者。他说:“因为有时回报率先行动并预先施惠的人绝非对等——亦即绝非公正——”,即“当率先行动的人是在明知受惠者是优秀之人的情况下施予恩惠,但施惠者本人恰巧是卑劣之人时”。因为即便他曾经行善,无论如何也不应当给予他回报;因为向恶德提供资粮是不合规矩的。相反,无论放贷者是说谎者、背誓者还是不正之徒,而借贷者是良善之人,且适逢良善者变得富足而卑劣者陷入贫困,也不应当反向借贷,因为他一旦获得就会否认,并起誓自己什么也没有收到。因为恶人放贷是由于明知凭借借贷者的公正自己必定能收回借款;但良善者料想——或者说确切知道——自己将无法收回借款,自然就不会反向借贷。当然,理智之士绝不会因此将他列入不知感恩和卑劣的人群之中。因此,无论放贷者在事实上是恶人,还是仅仅被认为如此,都不应当反向借贷给他。因为两者的分量并不对等:恶人借贷给公正之人是合理的,但要求公正之人对卑劣者做同等且相同的事,则没有任何人会认为合理。因为对恶人而言,贫困比富裕并拥有作恶的工具更为有利。因此,正如他多次指出的那样,关于情念与行为的论述处于相似的状况。所谓情念,他指的是刚勇、恐惧、欲望和厌恶;所谓行为,则是指出于欲望、痛苦和刚勇而产生的事情:例如某人因痛苦而自杀,痛苦是情念,自杀是行为;某人因欣喜而周济穷人(此前并不给予),快乐是情念,施舍是行为;因愤怒而殴打某人,因恐惧而抛弃盾牌,愤怒和恐惧是情念,鞭打与弃盾是行为。由于情念与行为关涉某些对象——例如愤怒关涉使之发怒的人,即关涉成为发怒者动怒之原因的人,痛苦关涉令人痛苦的人,恐惧关涉可怕的事物——而这些对象是不确定的,关于这些对象的论述也是不确定的。因为在可怕的事物中,有些极其可怕,有些稍逊,有些程度轻微,有些看起来可怕但实际上并非如此。既然情况如此,就不可能明确判定:极其可怕的事物必须畏惧,而非此类事物则不可畏惧。因为某些可怕的事物尽管极其可怖,人们也应当轻蔑之,宁愿死也不应当畏惧它们。因为宁可死,也不应当否认神,或者向敌人透露祖国如何以及从何处可以被攻克。但某些程度轻微的可怕事物,当不畏惧会带来羞耻时,人们就必须畏惧;面对某些事物应当长久抵抗,面对某些事物则应短暂抵抗。在令人愉悦和痛苦的事物上,同样无法精确限定应当在多大程度上动怒或痛苦。由此显然可知,关于情念和行为的论述,与其所关涉的对象具有同等程度的确定性;因为它们与这些对象一样,都是不确定的或难以把握的。
- 8.7ἐὰν δ’ ὑπερτείνηται ἡ δόσις τῷ καλῷ
τῷ καλῷ 为表方面或限定的与格,意为“在善美(道德卓越性)方面胜过”。中动态(被动态)动词 ὑπερτείνηται 在紧接着的 τουτέστιν 之后被用比较级 εἰ δὲ κάλλιόν ἐστι ... 进行重述,指给予他人的行为在道德价值上压倒了原本的偿债义务。
- 8.7δεῖ γὰρ θανεῖν ἢ ἀρνήσασθαι τὸν θεὸν ἢ εἰπεῖν
连词 ἤ 在此起比较作用,构成“宁可死也不应当……”的句式。该结构承接前文的 ἀποθανεῖν μᾶλλον ἢ φοβηθῆναι,省略了比较副词 μᾶλλον。后续由 ἤ 并列的两个不定式(ἀρνήσασθαι 与 εἰπεῖν)表示宁死也不可为的恶劣行径。
- 8.7ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ ἅ εἰσιν
副词 ὁμοίως 支配与格短语 τοῖς περὶ ἅ εἰσιν(其所关涉的对象),意为“与……具有相似的状况”。名词化的中性完成时分词 τὸ ὡρισμένον(确定性、限定的性质)作为 ἔχουσι 的宾语(或内宾语性说明),构成基本骨架:“关于情念与行为的论述,具有与其对象同等程度的确定性”。
