- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:470.30-471.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德指出无法对各类伦理义务作出机械精确的统一规定,而必须顺应具体时机与需求;埃乌斯特拉提奥斯则借玻勒马霍斯与安提斯泰尼的事例,阐释了对父亲与施惠者在义务履行上的优先顺序。
" Ἆρά γε πάντα τὰ τοιαῦτα ἀκριβῶς μὲν διορίσαι οὐ ῥᾴδιον "σύμφωνα λέγων τοῖς ἐν τῷ πρώτῳ εἰρημένοις αὐτῷ τῆσδε τῆς πραγματείας. τῶν γὰρ ἀορίστων ὡρισμένας τὰς λύσεις καὶ τεταγμένας ἐπάγειν οὐχ ἐνδέχεται. εὐμετάπτωτα γὰρ τὰ γινόμενα καὶ εὐκύλιστα καὶ ἄλλοτε ἄλλως ἔχοντα· ἐνίοτε μὲν γὰρ τὰ αὐτὰ τῶν αὐτῶν ὁρᾶται μείζονα, ἐνίοτε δ’ ἐλάττονα, καὶ ποτὲ μὲν καλὰ καὶ συμφέροντα, ποτὲ δὲ φαῦλα καὶ ἀσύμφορα, καὶ ποτὲ μὲν ἀναγκαῖα, ποτὲ δ’ οὐ τοιαῦτα. τοσαύτης οὖν καὶ τοιαύτης περὶ τὰ τοιαῦτα τῆς διαφορᾶς οὔσης καὶ νῦν μὲν μᾶλλον ὄντος καλοῦ φίλῳ ὑπηρετῆσαι ἢ σπουδαίῳ, αὖθις δ’ ἔμπαλιν σπουδαίῳ ἢ φίλῳ, οὐ ῥᾴδιόν ἐστιν ἀκριβῶς διορίσαι καὶ ὡρισμένως ἀποφήνασθαι, οἷον ὅτι δεῖ τῷ φίλῳ ἀεὶ ὑπηρετεῖν, ἀμελεῖν δὲ τοῦ σπουδαίου, ἢ τὸν σπουδαῖον εὖ ποιεῖν, ἀποπέμπειν δὲ τὸν φίλον, ἀλλὰ δεῖ πρὸς τοὺς καιροὺς καὶ τὰς χρείας καὶ τὰς ἀνάγκας μεθαρμόζεσθαι. τοῦτο δέ, φησί, τέως ἐστὶ δῆλον, ὅτι οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, οἷον καὶ τιμὴν καὶ χρήματα καὶ τὰ ὅμοια, ἀλλὰ τῷ μὲν ταδί, τῷ δὲ ταδί, οἷον τῷ μὲν ἄπαιδι καὶ μονώτῃ μᾶλλον τιμήν, τῷ δὲ παῖδας ἔχοντι καὶ πολλῶν δεομένῳ μᾶλλον χρήματα, καὶ τῷ μᾶλλον ἀδικουμένῳ μᾶλλον βοηθητέον, ἧττον δὲ τῷ ἧττον· ἢν δέ ποτε συμβαίη (πολλὰ γὰρ καὶ σχεδὸν ἀπεριήγητα τὰ συμπίπτοντα), τῷ μὲν μονώτῃ δοτέον χρήματα, τῷ δὲ παῖδας ἔχοντι μὴ δοτέον. καὶ τὰς εὐεργεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ ἢ χαριστέον ἑταίρῳ, ἐνίοτε δὲ χαριστέον ἑταίρῳ, ἢ ἀνταποδοτέον τῷ εὐεργέτῃ; εἰ γὰρ ἐπὶ θάνατον ὁ ἑταῖρος ἕλκεται διὰ χρήματα, τούτῳ δεῖ χαρίσασθαι, ἢ τῷ εὐεργέτῃ ἐν οὐδενὶ κινδύνῳ καθεστηκότι; ἀλλὰ καὶ τὸ δάνειον μᾶλλον ἀποδοτέον τῷ δανείσαντι ἢ ἑταίρῳ χαριστέον, ἀλλ’ οὐδὲ τοῦτο ἀεί. οἷον ἐλήφθη ὁ Πολέμαρχος ὑπὸ πολεμίων· ἐξωνήσατο δ’ αὐτὸν Ἀντισθένης διὰ τῶν ἑαυτοῦ χρημάτων· μήπω δεδωκότος τοῦ Πολεμάρχου τὸ χρέος τῷ Ἀντισθένει συνέβη ληφθῆναι τοῖς αὐτοῦ πολεμίοις τόν τε Ἀντισθένην καὶ τὸν τοῦ Πολεμάρχου πατέρα. τίνα οὖν ὁ Πολέμαρχος λυτρώσεται, εἰ μὴ δύναται ἀμφοτέρους; πότερον τὸν πατέρα ἑαυτοῦ ἢ τὸν Ἀντισθένην τὸν ἐξωνησάμενον αὐτὸν ἀπὸ τῶν πολεμίων; δῆλον ὡς τὸν πατέρα ἢ τὸ χρέος ἀποδοῦναι λύτρον τοῦ Ἀντισθένους.1 δεῖ γὰρ καὶ ἑαυτοῦ τὸν πατέρα προτιμῆσαι, μήτοι δὴ τὸν λυτρωσάμενον Ἀντισθένην2 ἢ τινα ἄλλον, οἷον ἑταῖρον ἢ φίλον. τὸν γὰρ αἴτιον ἡμῖν τοῦ εἶναι, ὅς ἐστιν ὁ πατήρ, χρὴ ὑπὲρ πάντας τιμᾶν καὶ ἀνταποδιδόναι. ἃ μὲν οὖν λέγει ταῦτά ἐστι, τὸ δὲ ἢ μὴ ἑαλωκότι ἀπαιτοῦντι δὲ τοιοῦτόν ἐστιν· ἆρά γε κἂν ἑάλῳ ὁ λυτρωσάμενος Ἀντισθένης κἂν μὴ ἑάλω, ἀπαιτῇ δὲ τὸ ὄφλημα, ἀποδοῦναι δεῖ τὸν Πολέμαρχον, καταφρονήσαντα τοῦ πατρός;
“难道要精确界定所有这类事情不是并不容易的吗?” [亚里士多德]所说的与他本人在当前论著第一卷中所言完全一致;因为对于不确定的事物,不可能提出确切且有序的解决方式。因为发生的事情易于变动、极易流转,且在不同时节呈现不同状况;因为有时同样的事物比同样的事物显得更重大,有时显得更微小,有时高尚而有益,有时恶劣而无益,有时不可或缺,有时又并非如此。因此,关于这类事情既然存在如此之大且如此多样的差异,且有时服侍朋友而非优秀的人更为高尚,有时相反,服侍优秀的人而非朋友更为高尚,那么要做出精确的界定和确定性的断言就绝非易事——例如断言必须始终服侍朋友而忽视优秀的人,或者优待优秀的人而打发走朋友;而是必须顺应时机、需求与迫切之需。他说:“然而眼下这一点是清楚的,即不应把一切都回报给同一个人”,例如名誉、金钱及类似事物,而是“应当把这些回报给这一个人,把那些回报给另一个人”:例如对于无子且孤独的人更多给予名誉,而对于有子嗣且需求甚多的人则更多给予金钱;并且应当更多援助遭受更多不公的人,而较少援助遭受较少不公的人。但假若有时发生〔这类情形〕(因为附带的偶发事件繁多且几乎无法一一枚举),就应当给孤独者金钱,而不应当给有子嗣者金钱。“而且大体上是否应当回报恩惠而非向同伴施恩,有时又应当向同伴施恩,而非回报施惠者?”因为如果一个同伴由于金钱正被拉去处死,应当向他施恩呢,还是应当给予未处于任何危险中的施惠者?再者,应当向放贷者偿还借款而非向同伴施恩,但即便这也并非始终如此。例如,玻勒马霍斯被敌人捕获,安提斯泰尼用自己的金钱赎出了他;在玻勒马霍斯尚未将欠款归还安提斯泰尼时,适逢安提斯泰尼和玻勒马霍斯的父亲都被他的敌人捕获。那么,如果玻勒马霍斯不能同时赎出两人,他将赎出谁呢?是赎出自己的父亲,还是赎出将他从敌人手中赎出的安提斯泰尼?显然[应当赎出]父亲,而非偿还债务作为安提斯泰尼的赎金。因为人们应当尊崇父亲甚至胜过尊崇自己,更不用说胜过赎出他的安提斯泰尼或任何其他人(例如同伴或朋友)了。因为对于作为我们存在之因由的人(即父亲),必须超越所有人予以尊崇并加以回报。他所说的话就是这些;而文句“或者在他未被俘获却索要时”的意思则是:无论赎出他的安提斯泰尼是被俘获,还是未被俘获却索要欠款,玻勒马霍斯是否应当蔑视父亲而去偿还债务?
- 8.6δῆλον ὡς τὸν πατέρα ἢ τὸ χρέος ἀποδοῦναι λύτρον τοῦ Ἀντισθένους
在宾格 τὸν πατέρα 之后,承前文脉省略了 δεῖ λυτρώσασθαι(或 λυτρωτέον),比较连词 ἤ(“……而非……”)使该宾格成分与不定式短语 τὸ χρέος ἀποδοῦναι 构成对比。此处在未明示 μᾶλλον 等比较级副词的情况下由 ἤ 引出优先选择。
- 8.6μήτοι δὴ τὸν λυτρωσάμενον Ἀντισθένην
μήτοι δή 是表示“更不用说……”或“遑论……”的惯用短语(a fortiori)。紧承前句 δεῖ καὶ ἑαυτοῦ τὸν πατέρα προτιμῆσαι(“应当尊崇父亲甚至胜过自己”),引出宾格 τὸν λυτρωσάμενον Ἀντισθένην,表明既然连自身都要置于父亲之后,则他人(如安提斯泰尼)更是毋庸多言。
