- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:469.3-470.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解亚里士多德第1164b13节,解释了某些城邦禁止就自愿契约起诉而由收受者(借款方)确定回报的法律精神,并进一步探讨了围绕回报展开的疑难,即对父亲的绝对顺从义务,以及在朋友与善人、施惠者与同伴之间应当优先回报何者的冲突。
" Ἐνιαχοῦ δ’ εἰσὶ νόμοι τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι." Τὸ ἑκουσίων πρόσκειται, ὅτι εἰσὶ καὶ ἀκούσια συμβόλαια· καὶ εἴρηται τίνα ταῦτά ἐστιν ἐν τῷ πέμπτῳ βιβλίῳ τῆς παρούσης πραγματείας. φαίνεται δὲ ἐκ τῶν προκειμένων ῥητῶν, ὅτι προέχοντα τὸν δεόμενον ἔλεγε καὶ λαμβάνοντα ἀπὸ τοῦ ἔχοντος καὶ προϊεμένου. εἰπὼν δ’ ὅτι ἐπὶ τῶν μὴ δι’ ἑαυτοὺς καὶ τὸ ἑαυτῶν ἦθος ἀλλὰ δι’ ὠφέλειάν τινα τὰς ἀντιδόσεις ποιουμένων τὸν προέχοντα καὶ δεόμενον δεῖ τὴν ἀντίδοσιν τάττειν, ὅτι καλῶς τοῦτο διετάξατο, πιστοῦται ἀπὸ τοῦ ἔν τισι νόμους κεῖσθαι προστάττοντας μὴ δικάζεσθαι τὸν προϊέμενον μετὰ τοῦ προέχοντος, οἷον τὸν δανείσαντα μετὰ τοῦ δανεισαμένου, ἀλλὰ στέργειν καὶ ἀποδέχεσθαι ὃ ἂν ἀντιδοίη ὁ προέχων. ἐπεὶ γὰρ πιστεύσας δέδωκε δηλονότι κύριος τοῦ τάξαι καὶ ὁρίσαι τὴν ἀντίδοσιν ποιῶν1 προήκατο καὶ προδέδωκεν· ᾧ οὖν πιστεύσας, ὅτι ἀξίαν τὴν ἀντίδοσιν ποιήσεται προΐετο, τούτῳ λέγοντι ἀντάξιον πεποιηκέναι πιστευέτω καὶ μετ’ αὐτοῦ δίχα δικαστοῦ διαλυέσθω, ἀλλὰ κἂν μηδέν τι μηδ’ ὅλως δοίη μήτε τὸ δάνος μήτ’ ἀντωφέλειαν, λέγει δ’ ὡς δέδωκα καὶ τὸ χρέος καὶ τὴν ὠφέλειαν αὐτοῦ’, μηδ’ οὕτω δικαζέσθω μετ’ αὐτοῦ ὁ δανείσας ἢ ὁ προϊέμενος ἀλλὰ πιστευέτω ὡς δεδωκότι· ᾧ γὰρ δέδωκε τῷ πιστεῦσαι, ὡς ἐπιεικής ἐστι καὶ οὐ μὴ ἀπαρνήσεται, τούτῳ καὶ νῦν ὡς τοιούτῳ ὄντι πιστευέτω. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη ἂν εἴη· κατὰ δὲ τὴν λέξιν τὴν ᾧ γὰρ ἐπετράφθη τοῦτον οἴεται δικαιότερον τάξαι τὸ οἴεται περὶ τοῦ νόμου εἴρηται·2 οἴεται γὰρ ὁ νόμος ἢ ὁ νομοθέτης δικαιότερον εἶναι τὸν προέχοντα τάττειν καὶ μὴ τὸν δικαστήν, ὃ καὶ καθ’ ὥραν γινόμενον ὁρῶμεν· ἀκούομεν γὰρ πολλοὺς τῶν προϊεμένων φάσκοντας πρὸς τοὺς προέχοντας ὡς ἐγὼ μὲν δίδωμί σοι, σὺ δὲ τὰ καλὰ καὶ τὰ βέλτιστα γινώσκων τὸ κατ’ ἀξίαν ἀντιμέτρησον, μόνον οὐχὶ τοῦτο λέγων σοι προτρέπομαι ὁρίσαι καὶ τάξαι τὴν ἀντίδοσιν.’ τὰ πολλὰ γὰρ οὐ τοῦ ἴσου τιμῶσιν οἱ ἔχοντες καὶ οἱ βουλόμενοι λαβεῖν. καὶ τοῦτο ἐκ τῶν εἰωθότων ὡς ἐπὶ τὸ πλεῖστον γίνεσθαι τυγχάνει· ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ ἔχοντες ἅπερ ἔχουσιν πολλῆς φασι τιμῆς ἄξια εἶναι, κἂν μὴ μεγάλα ὦσιν. τοῦτο δὲ δρῶσιν ὁρῶντες πρὸς τὴν ἀπορίαν τῶν μὴ ἐχόντων καὶ χρῃζόντων λαβεῖν, καὶ διὰ τοῦτο καὶ μεγάλας ζητοῦσι τὰς ἀντιδόσεις. ὁποῖοι τυγχάνουσιν οἱ καθ’ ἡμᾶς τρισκατάρατοι τοκισταί· ἐπὶ 〈γὰρ〉 βραχέσι νομίσμασι καὶ ἐπ’ ὀλίγῳ χρόνῳ πολυαρίθμους ἀπαιτοῦσι τοὺς τόκους καὶ λαμβάνουσιν. ἀλλ’ εἰ καὶ πολλοῦ, φησί, τιμῶνται τὰ οἰκεῖα οἱ ἔχοντες, δεῖ τὴν ἀμοιβὴν τοσαύτην γίνεσθαι ὅσην ἂν τάξωσιν οἱ λαβόντες. αὐτοὶ γὰρ καὶ ἴσασι τὸ κέρδος καὶ τὴν προγεγονυῖαν ἐκ τοῦ δάνους ὠφέλειαν. ἐπειδὴ δὲ οἱ δανειζόμενοι ἀποροῦντες μεγάλα πολλάκις νομίζουσι διὰ τὴν ἔνδειαν ἃ λαμβάνουσι, λαβόντες δὲ καὶ ἐμπορευσάμενοι καὶ εὐπορήσαντες ἀγαθῇ τινι τύχῃ, μικρὰ καὶ εὐτελῆ δοκεῖ αὐτοῖς τὰ δάνεια, καὶ διὰ τοῦτο καὶ μικρὰς καὶ εὐτελεῖς τὰς ἀμοιβὰς ποιοῦνται, λέγει ὁ Ἀριστοτέλης τὴν ἁμαρτίαν ταύτην ἐπιδιορθούμενος μὴ δεῖν τοσούτου τὸν δανεισάμενον καὶ τὸν λαβόντα τιμᾶν, ὅσου νῦν εὐπορῶν ἄξιον εἶναι οἴεται, ἀλλ’ ὅσου [νῦν] ἐτίμα πρότερον, ὅτε ἀπορῶν ἐτύγχανεν. ἄλλως γὰρ τιμῶμεν ἔχοντες τὸ πρᾶγμα καὶ ἄλλως χρῄζοντες, καὶ αὖ ἐν ταῖς χρείαις ἑτέρως σφόδρα δεόμενοι καὶ ἑτέρως ἠρέμα. ἀπορίαν δ’ ἔχει καὶ ταῦτα, πότερον δεῖ τῷ πατρὶ πάντα πείθεσθαι καὶ τὸ πείθεσθαι τῷ πατρὶ ἀμοιβὴ καὶ ἀντίδοσίς ἐστιν ὧν πεπόνθαμεν παρὰ τοῦ πατρὸς ἕκαστος. δεόντως οὖν ἐπεὶ περὶ ἀμοιβῆς καὶ ἀνταμείψεως καὶ ἀντιδόσεως ὁ λόγος ἐστὶ τῷ φιλοσόφῳ, ἐπάγει ταῦτα. ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν, ἆρά γε ἐπειδὴ ὀφείλομεν ἕκαστος τῷ οἰκείῳ πατρί (προέχομεν γὰρ καὶ οἷον ἐλάβομέν τι παρ’ αὐτοῦ τὸ εἶναι καὶ ζῆν), δεῖ πάντα ὅσα κελεύσειε πείθεσθαι, κἂν νοσεῖν ἡμᾶς συμβαίη ἐκεῖνα ἐσθίειν καὶ πίνειν ἃ ὁ πατὴρ προστάξειε, καταφρονοῦντας τῶν ἰατρῶν. ὁμοίως κἂν ἐξουσίαν ἔχωμεν καὶ δυναστείαν χειροτονεῖν στρατηγούς, ὃν ὁ πατὴρ προστάξειε χειροτονήσομεν, ἀποπέμψαντες τὸν δυνάμενον στρατηγεῖν. ἀλλὰ καὶ δυοῖν, φησί, δεομένοιν, τοῦ μὲν ἑνὸς ὄντος φίλου, θατέρου δὲ οὐ φίλου μὲν σπουδαίου δὲ καὶ ἀγαθοῦ, τίνι ὑπηρετητέον καὶ δοτέον, ἀμφοῖν ἐπαρκέσαι μὴ δυναμένους, ἆρα τῷ φίλῳ ἢ τῷ σπουδαίῳ; τόν τε γὰρ φίλον παριδεῖν δεόμενον μὴ οὐ θεμιτόν ἐστι,3 τόν τε σπουδαῖον ἀπώσασθαι τῶν ἀλογωτάτων ἐστί. καὶ ἆρά γε εὐεργέτῃ δεομένῳ ἀντιχαρίσασθαι δεῖ ἢ ἑταίρῳ, ἐνδεοῦς ὄντος καὶ τοῦ ἑταίρου, μὴ δυναμένους δηλονότι καὶ ἐνταῦθα ἀμφοτέροις ἀνταποδιδόναι χάριν; ταῦτα ζητήσας ἐπάγει
“但在某些地方有法律规定,不得就自愿契约提起诉讼。” 加上“自愿的”一词,是因为也存在非自愿的契约;关于这些是什么,在当前论著的第五卷中已经说明。从所提出的文句中显然可以看出,他所说的“居先者”,是指需求并从拥有且给予者那里收受的一方。在说明了对于那些并非为了自身及其品格、而是为了某种利益而进行回报的人而言,居先者即需求者应当确定回报之后,他进而论证自己这一规定是正确的,其依据是在某些地方制定了法律,命令给予者不得与居先者诉讼(例如放贷者不得与借贷者诉讼),而是应当安于并接纳居先者所回报之物。因为既然他出于信任而给出,显然就是把确定和界定回报的权威交与对方,而将财物交付并预先给出的。因此,既然他信任对方会做出符合应得价值的回报而预先给出,那么当对方声称自己已经做出了同等价值的回报时,他就应当相信对方,并在无需裁判官的情况下与对方了结此事。即使对方根本未给付任何东西,既未归还本金也未给予回报的利益,却说“我已经归还了债务及其利益”,放贷者或给予者即便如此也不得与他诉讼,而应相信他已经给出;因为既然他正是出于信任对方是公正的且绝不会抵赖而给出了财物,那么现在也应当相信对方仍是这样的人。所言之事的意旨当是如此。关于文句中“因为〔法律〕认为由被托付者来确定更为公正”,其中的“认为”是针对法律而言的;因为法律或立法者认为,由居先者而非由裁判官来确定更为公正,而这也是我们在平时所目睹的情形。因为我们听到许多给予者对居先者说:“我诚然给予你,但既然你懂得善与最善之事,就请按照应得的价值加以衡量”,这几乎就是在说:“我劝你来界定并确定回报。”“因为在大多数情况下,拥有者和期望获取者并不会以同等价值来估定事物。”这也往往是由于通常发生的情形所致;因为大多数情况下,拥有者对自己所拥有的东西,即使并不巨大,也会声称其具有极高的价值。他们这样做是看到了那些未拥有且需要获取者的匮乏,正因如此他们才索求巨大的回报。我们这个时代受三次诅咒的高利贷者正是这般模样:因为他们针对微薄的硬币和短暂的期限,索要并收取无数的利息。但他指出,即使拥有者将自己的物品估价很高,回报也必须达到收受者所确定的分量;因为他们自己知晓从借款中预先获得的收益与便利。然而借贷者在窘迫时往往由于匮乏而将所收受之物视为极其巨大,可一旦收受之后经商,并在某种好运下变得富足,借款在他们眼中便显得微小而轻贱,他们也因此给出微小而轻贱的回报;亚里士多德纠正了这一过失,指出借贷者和收受者不应当按照他如今富裕时所认为应得的价值去估定,而应当按照他原先处于窘迫时所估定的分量来估价。因为我们拥有事物时是一种估价方式,而需要它时又是另一种估价方式;即便在需求之中,迫切需要时与略微需要时的估价也截然不同。“这些问题也同样包含疑难:究竟是应当在一切事情上服从父亲,且服从父亲是否就是对我们每个人从父亲那里所领受之事的报偿与回报。”因此,既然这位哲学家的论述是关乎报偿、补偿与回报的,他理所当然地引出了这些问题。而他所探究的是如下这般的事情:难道既然我们每个人都亏欠自己的父亲(因为我们居先,并且从他那里仿佛领受了存在与生命),我们就必须服从他所吩咐的一切,甚至在我们恰逢生病时,也要蔑视医生而吃喝父亲所指示的东西吗?同样,即使我们拥有选举将军的权力和统治力,我们也要罢黜能够担任将军的人,去选举父亲所指示的人吗?“然而,当两人同时需要时,”他说,“其中一人是朋友,另一人虽不是朋友却是严肃优秀的善人,如果不能同时兼顾两者,应当服侍并给予哪一方?是给朋友,还是给优秀的人?”因为忽视陷于困顿的朋友唯恐不合天理,而拒绝优秀的人则是最不合情理之事。此外,对于有需求的施惠者,究竟应当向他回赠恩情,还是应当给予同伴——当同伴同样匮乏,且显然在此情形下也不能向双方都回报恩惠之时?在探究了这些疑难之后,他接着写道:
- 8.5κύριος τοῦ τάξαι καὶ ὁρίσαι τὴν ἀντίδοσιν ποιῶν
分词 ποιῶν 的主语是给予者(ὁ προϊέμενος)。虽然语法上 κύριος 是主格,但在逻辑语义上充当使成性的表语(即“让[对方]成为确定回报的权威”)。结合后文托付与信任的语境,此处理解为给予者在交付时赋予了对方确定补偿的决定权。
- 8.5τὸ οἴεται περὶ τοῦ νόμου εἴρηται
此处说明了亚里士多德原文引句(ᾧ γὰρ ἐπετράφθη τοῦτον οἴεται δικαιότερον τάξαι)中第三人称单数动词 οἴεται 的语法主语:注解者明确指出其主语并非裁判官,而是“法律”(ὁ νόμος)或“立法者”(ὁ νομοθέτης)。
- 8.5τόν τε γὰρ φίλον παριδεῖν δεόμενον μὴ οὐ θεμιτόν ἐστι
短语 μὴ οὐ 搭配陈述语气(ἐστι),表示疑虑或委婉断定(“恐怕并非合乎天理”)。它修饰不定词短语 παριδεῖν,强调忽视困境中的朋友可能是不正当的。
