- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:46.1-47.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯将亚里士多德基于“单一理念对应单一科学”的前提否定善之单一理念的论证重构为第二格第二式三段论,继而为柏拉图辩护,指出各别善与科学的差异恰恰契合于从第一之善发出的有序且成比例的传递。
" Ἔτι δὲ ἐπεὶ τῶν κατὰ μίαν ἰδέαν μία ἐπιστήμη." Εἰ καὶ σοφιστικῶς ἐπιχειρεῖ πρὸς τοὺς τὸ καθόλου καὶ ἓν ἀγαθὸν παρεισάγοντας, ἀλλ’ οὖν οὐ παραιτητέον οὔτε τὰ αὐτοῦ διασαφεῖν οὔτε μὴν τἀληθὲς κατὰ τὸ δυνατὸν παριστᾶν. συλλογίζεται οὖν οὕτως· τῶν κατὰ μίαν ἰδέαν μία ἐπιστήμη· τῶν ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη· τῶν ἀγαθῶν ἄρα οὐκ ἔστι μία ἰδέα. ἔστι δὲ ὁ τρόπος ἐν δευτέρῳ σχήματι δεύτερος. ὅτι δ’ οὐκ ἔστι μία ἐπιστήμη τῶν ἀγαθῶν, ἐκ τοῦ μᾶλλον δείκνυσιν. εἰ γὰρ τῶν ὑπὸ μίαν κατηγορίαν ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη, πολλῷ ἧττον ἔσται τῶν ὑπὸ διαφόρους. μᾶλλον γὰρ ἂν δόξειε τῶν ὑπὸ μίαν κατηγορίαν τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ τῶν ὑπὸ διαφόρους. ὅτι δ’ εἰσὶν ἀγαθὰ ὑπὸ μίαν μὲν κατηγορίαν ἀναφερόμενα, διαφόρους δ’ ἐπιστήμας ἔχοντα περὶ αὐτὰ καταγινομένας, ἐκ τῆς ἐπαγωγῆς δείκνυσι. τοῦ γὰρ καιροῦ φησιν ἑνὸς καὶ τοῦ αὐτοῦ κατὰ γένος ὄντος πολλαὶ αἱ περὶ αὐτὸν καταγινόμεναι ἐπιστῆμαι. ἔστι γὰρ πολέμου καιρός, ὅτε συμφέρει τοῖς ἐχθροῖς πολεμεῖν, οὗ ἐπιστήμη ἡ στρατηγική, ἐν δὲ νόσῳ καιρός, ὅτε χρὴ προσφέρειν τροφὴν ἢ πόσιν, καὶ τούτου ἐπιστήμη ἰατρική, ἕτερα δὲ πρὸς ἄλληλα ἰατρικὴ καὶ γυμναστική. ταῦτα Ἀριστοτέλης· δεῖ δ’ ἀντιθεῖναι καὶ πρὸς ταῦτα τὰ ἐγχωροῦντα. ὅτι μὲν γὰρ οὐδὲ ταῦτα πρὸς τὴν θέσιν τοῦ πρώτου ἀγαθοῦ καὶ ὃ οὐδὲν ἄλλο ἢ τἀγαθόν ἐστι δύναταί τι δῆλον ἂν εἴη. ὅτι γὰρ πάντα ἐκεῖνο τὸ ἀγαθῦνον ἐστὶ καὶ πάντα κατὰ τὴν ἑκάστου ἀνάλογον μετοχὴν ἐκείνου ἀγαθὸν λέγεται οὐδεὶς νοῦν ἔχων ἀμφισβητήσειε. τί γὰρ εἰ1 τὸ μὲν μᾶλλον ἀγαθὸν τὸ δ’ ἧττον ἢ τὸ μὲν ἐγγύτερον ἐκείνου τὸ δὲ πορρώτερον ἢ τὸ μὲν ἀγαθὸν καθ’ αὑτό, ὡς ὑγίεια σώματος καὶ ψυχῆς ἀρετή, τὸ δὲ πρὸς τούτων τι συμβαλλόμενον, ὡς δίαιτα καὶ γυμνάσιον καὶ φάρμακόν τι καὶ ἴαμα, ἢ ὡς κακουχία καὶ σκληραγωγία σώματος, ἵνα τῇ ψυχῇ τὸ καρτερὸν καὶ ἀπαθὲς περιγίνοιτο. τάξις γὰρ πᾶσιν, ὡς τὸ μὲν τιμιώτερον ἐν αὐτοῖς εἶναι, τὸ δὲ τῇ τιμιότητι δεύτερον, τὸ δὲ τρίτον καὶ ἐφεξῆς, καὶ τὴν τοῦ ἀγαθοῦ μέθεξιν ὑπάρχειν ἑκάστῳ κατὰ τὴν αὐτοῦ τάξιν. καὶ εἰ ἀγαθὸν ἡ τάξις τοῖς οὖσιν, ὡς ἡ ἀταξία κακόν, πῶς εὐλόγως ἄν τις ἐρεῖ, ὅτι μὴ κατὰ τάξιν τοῖς πράγμασιν ἡ τοῦ ἀγαθοῦ μετάδοσις γίνεται. ἢ ἀπαιτείτω τις ὁμοταγῆ πάντα εἶναι, ὁμοειδῆ τε καὶ ὁμοφυῆ καὶ τὸ διάφορον ἀφαιρείτω τῆς τῶν ὄντων ἁπάντων ὑπάρξεώς τε καὶ τάξεως μηδὲ κόσμον εἶναι μηδ’ ἁρμονίαν τινὰ ἐν αὐτοῖς, ἀλλ’ εἰκῇ συγκεχύσθαι πάντα ἢ εἰ κόσμος καὶ τάξις καὶ πάντα μὲν ἐξ ἑνός, πλὴν οὐ τὰ αὐτὰ κατ’ εἶδος οὐδὲ κατὰ γένος, ἀλλὰ διαφορὰ πολλὴ ἐν αὐτοῖς, ὡς τὰ μὲν ὑφειμένα εἶναι τὰ δ’ ὑπερέχοντα ἔσται καὶ τὰ μὲν κρείττω τὰ δὲ χείρω καὶ τὰ μὲν ἐγγύτερα [τοῦ πόρρω] τὰ δὲ πορρώτερα· καὶ ἡ μετουσία τοῦ πρώτου ἑκάστῳ ἀνάλογος· εἰ οὖν καὶ αἱ φύσεις διάφοροι καὶ τιμιότης καὶ τάξις ἑκάστῃ ἁρμόζουσα, πῶς οὐχὶ2 καὶ τὴν ψυχὴν ἀναγκαῖον θεωροῦσαν ἕκαστα οἰκείως ἐπιβάλλειν ἑκάστῳ καὶ οἰκείως θεωρεῖν καὶ τέχνας συνιστᾶν καὶ ἐπιστήμας κατά τε γένη τῶν πραγμάτων καὶ εἴδη καὶ θεωρεῖν τὰς φύσεις κατὰ τὸ ἑκάστῃ ἀνάλογον;
“再者,既然依照单一理念的事物只有单一的科学。” 即使他是以诡辩的方式针对那些引入普遍且单一之善的人发起反驳,我们仍然既不可推卸阐明其言论的责任,也不可放弃尽可能展示真理的义务。因此,他作如下的推论:依照单一理念的事物只有单一的科学;善的事物并不具有单一的科学;因此,善的事物并不具有单一的理念。这种式乃是第二格中的第二式。至于善的事物不具有单一的科学,他是根据更具盖然性者加以证明的。因为如果从属于单一范畴之下的善尚且没有单一的科学,那么属于不同范畴之下的善就更不可能有了。因为从属于单一范畴之下的事物拥有同一种科学,比起属于不同范畴之下的事物拥有同一种科学,似乎更加可能。而确实存在一些归入单一范畴之下、却由不同科学对其进行探讨的善,他是通过归纳来证明的。因为他说,时机就其属而言虽是一且相同的,但探讨它的科学却是众多的。因为有战争的时机,即对敌作战有利之时,关于它的科学乃是将道;而在疾病中也有时机,即应当施予食物或饮料之时,关于它的科学则是医学;而医学和体操术彼此是不同的。亚里士多德的论证即是如此;但我们也必须对这些提出一切可能的反驳。因为显而易见,甚至这些论证针对第一之善——即绝非他物而无非就是善本身者——的设定也毫无效力。因为凡有理智者,绝不会怀疑正是那个第一者使万物成善,而万物都是依据各自按比例对它的分有而被称作善的。因为,就算一物较善而另一物较不善,或者一物离它较近而另一物较远,或者一物是因其自身而是善的(如身体的健康和灵魂的德性),而另一物则是促进这些善之一的工具(如节食、体育、某种药物和医方,抑或为了让灵魂获得坚韧与无情态而对身体施加的劳苦与严苛磨炼),那又有什么妨碍呢?因为万物之中存在着秩序,致使其中的一物更为尊贵,另一物在尊贵程度上居于第二位,再一物居于第三位等等,并且对善的分有乃是依照各物自身的秩序而赋予各自的。如果说秩序对存在者而言是善,正如无秩序是恶一样,那么又有谁能合乎理性地说,善向事物的传递不是依照秩序而发生的呢?抑或,某人不妨要求一切事物都是同等序列、同形同性的,并将差异从一切存在者的生存与秩序中剥离出去,主张在它们之中既无秩序亦无任何和谐,反倒是一切都混乱地混杂在一起;或者,倘若存在着宇宙与秩序,万物皆源自于“一”,但在形式和属上并不相同,而是存在着巨大的差异,致使某些处于低位而某些处于优越地位,某些较好而某些较次,某些较近而某些较远,并且对第一者的分有对于各物而言都是成比例的——那么,既然事物的本性各异,且尊贵与秩序适宜于每一事物,那么灵魂在考察各事物时,以适宜的方式着眼于各事物,以适宜的方式加以考察,依照事物的属和种建立起各种技艺与科学,并依据各事物所对应的比例来考察其本性,这难道不也是必然的吗?
- 1.56τί γὰρ εἰ
省去了归结从句动词(如 διαφέρει 或 ἀδύνατον συμβήσεται)的简略反问让步句式(“因为……又怎样呢/有什么妨碍呢”)。其逻辑与上一语段中的 τί οὖν ἀδύνατον ἕψεται, εἰ... 相呼应,表明即使分有的程度有远近、本然与手段之分,也绝不能成为否定第一之善的根据。
- 1.56ἢ ἀπαιτείτω τις ... ἢ εἰ κόσμος καὶ τάξις ... πῶς οὐχὶ
全句由 ἢ ... ἢ ... 构成长篇的析取选择结构。第一项以祈使语气(ἀπαιτείτω、ἀφαιρείτω)设定了一个荒谬的前提(“要么就让某人主张万物均一并取消一切差异与秩序”),第二项则通过条件从句(εἰ κόσμος καὶ τάξις...)展开宇宙充满等级与秩序的实际情况,并最终由修辞反问句(πῶς οὐχὶ καὶ τὴν ψυχὴν ἀναγκαῖον...)承接,得出结论:灵魂根据事物的属和种建立不同的科学与技艺完全是必然且合理的。
