- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:467.28-469.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯对亚里士多德《尼各马可伦理学》卷九第一章(1164b6)中关于附带条件或金钱回报之交往中的价值确定进行注解。当价值产生争议时,他探讨了确定尺度的“居先者”(proechōn)究竟为何人,提出了两种解释——即先行给予者或首先获益的收受者,并将后者与市场交易中由买方确定价格的做法进行了类比。
" Μὴ τοιαύτης δὲ οὔσης τῆς δόσεως ἀλλ’ ἐπί τινι." Τῆς μὲν δόσεως οὔσης δι’ ἑαυτοὺς μέτρον ἐστίν, ὡς εἴρηται, ἡ τοῦ προιεμένου προαίρεσις· μὴ οὔσης δὲ τοιαύτης ἀλλ’ ἐπί τινι, τουτέστι δι’ ἀντίδοσιν καὶ ἀντευποιίαν τὴν διὰ χρημάτων (τοῦτο γάρ ἐστιν ἡ δι’ ὁμολογίας), τοιαύτη, φησίν, ἔστω ἡ ἀντευποιία, ὥστε δοκεῖν καὶ τῷ προϊεμένῳ καὶ προευεργετηκότι καὶ τῷ προλαβόντι καὶ προευεργετηθέντι κατ’ ἀξίαν εἶναι, καὶ μηδέτερον λέγειν, μήτε τὸν προϊέμενον τοῦ δέοντος ὡς ἔλαττον ἔλαβε μήτε τὸν εὖ πεπονθότα ὡς πλέον τοῦ προσήκοντος ἐδεδώκει. εἰ δὲ μὴ συμβαίνει κατ’ ἀξίαν εἶναι,1 τουτέστι μηδ’ ἐνδεχόμενόν ἐστι κρῖναι τὸ κατ’ ἀξίαν πόσον ἐστί. τινὲς μὲν γὰρ καὶ τῶν προϊεμένων καὶ τῶν προλαμβανόντων ἔκ τινος τριβῆς καὶ ἐμπειρίας δύνανται συνορᾶν τὸ κατ’ ἀξίαν καὶ λέγουσι πρὸς ἑαυτούς, ὁ μὲν προϊέμενος ‘οὐκ ἐζημίωμαι· τὸ κατ’ ἀξίαν γὰρ ἔλαβον’· ὁμοίως καὶ ὁ λαβών, ὅτι ‘οὐκ ἐζημίωσα· τὸ δέον γὰρ καὶ τὸ ἀνάλογον δέδωκα.’ τινὲς μὲν οὖν καὶ τῶν εὖ ποιησάντων καὶ εὖ παθόντων τοιοῦτοί εἰσι, τινὲς δ’ ἄπειροι καὶ ἀνεννόητοι τοῦ κατ’ ἀξίαν· διὸ καὶ ἐγκλήματα φέρουσι κατ’ ἀλλήλων, τοῦ μὲν λέγοντος ὡς ἔλαττον τοῦ δέοντος λαβόντος, τοῦ δὲ ὡς πλέον τῆς ἀξίας δεδωκότος. ἐπὶ τῶν τοιούτων, φησίν, ἀναγκαῖον τὸν προέχοντα τάττειν.2 λέγοι δ’ ἂν προέχοντα τὸν προϊέμενον3 διὰ τὸ πρὸ τοῦ δοῦναι ἔχειν ὃ δέδωκε. τάξειε δ’ ἂν εἰ διδοὺς εἴποι ‘δίδωμί σοι ταδί, φέρε εἰπεῖν τὰ νομίσματα, ἐπὶ τόκῳ τοσῳδί.’ ὁμοίως καὶ ὁ διδάσκων τάξειεν εἰ λέγοι ‘εἱλόμην καὶ ἠθέλησα ἀντὶ τῆς μελλούσης σοι γενέσθαι ἡδονῆς, ἀφ’ ὧν μέλλεις μαθεῖν παρ’ ἐμοῦ, λαβεῖν ἀργύριον τοσόνδε’, καὶ δὴ καὶ ὁ κιθαρῳδὸς λεγέτω ‘βούλομαι λαβεῖν τόδε τι ὑπὲρ τῆς ἀπὸ κιθαρίσεως ἡδονῆς καὶ τέρψεως.’ κατὰ τὰ αὐτὰ καὶ ἡ ἑταίρα ‘ζητῶ λαβεῖν ὑπὲρ τῆς ἐκ τῆς ὁμιλίας χαρᾶς τοσάδε τινά.’ ἢ λέγοι ἂν προέχοντα τὸν δεόμενον καὶ λαμβάνοντα ἀλλ’ οὐ τὸν προϊέμενον. λέγει δὲ προέχοντα [τὸν δεόμενον] τὸν τοιοῦτον ὡς πρώτως ὠφεληθέντα· ὠφεληθεὶς γὰρ καὶ προκερδήσας τὴν ἀντευποιίαν ἐπάγει πρὸς τὸν προϊέμενον, καὶ εἴη ἂν [ὁ] λέγων, ὅτι δεῖ τὸν προλαβόντα τάττειν καὶ ὁρίζειν τὴν ἀντίδοσιν, οἷον ὅτι ‘τόσα σοι μέλλω παρέχειν, ἐπεὶ ὅσα μέλλω ἀπὸ τῶν σῶν κερδαίνειν τοσαῦτα ἔσται.’ οὕτω δὴ καὶ τὸν ἐραστὴν καὶ τὸν μανθάνειν μέλλοντα καὶ τὸν ἀπὸ κιθαρῳδοῦ τερφθησόμενον τάττειν χρὴ τὴν ἀντίδοσιν, οἷον ὅτι ‘τοσάδε σοι μέλλω δοῦναι ὑπὲρ ὧν μαθήσομαι καὶ τοσάδε ὑπὲρ ὧν τερφθήσομαι.’ ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν.4 ἂν γὰρ ὅσον, οὗτός φησιν, ὁ προλαβὼν ὠφέληται τοσαῦτα ἀναλόγως λάβῃ ὁ προδεδωκώς, ἕξει τὴν ἀντίδοσιν ἀξίαν, οἷον εἰ εἴκοσι καὶ τέσσαρα νομίσματα κερδήσας δοίη τῷ δανείσαντι ὀκτώ, ἀξίαν τὴν ἀντευποιίαν πεποίηκε. δεῖ γὰρ καὶ ὑπὲρ τοῦ πόνου ὃν ὑπέστη καὶ τῆς δαπάνης ἣν ἐδαπάνησε λαβεῖν τὸ κατ’ ἀξίαν. εἰ γὰρ εἴκοσι τέσσαρα κερδήσας τὰ δέκα καὶ δύο δοίη τῷ δεδανεικότι, ζημιωθήσεται πάντως. τοῦτο καὶ ἐπὶ τῆς ἐρωμένης συμβαίνει καὶ ἐπὶ τοῦ μεμαθηκότος καὶ τοῦ κιθαρῳδοῦ, ἂν ἀνθ’ ὅσου τὴν ἡδονὴν εἵλοντο, ὁ μὲν τὴν ἀπὸ τῆς ὁμιλίας, ὁ δὲ τὴν ἀπὸ τῆς κιθαρῳδίας, ὁ δὲ τὴν ἀπὸ τῆς μαθήσεως τοσοῦτον ἀντιλάβοι ἡ ἐρωμένη ὁ κιθαρῳδὸς ὁ διδάσκαλος, ἔσται ἡ ἀντίδοσις ἀξία. καὶ γὰρ ἐπὶ τῶν ὠνίων οὕτω γίνεται· ὁ γὰρ ὠνούμενος καὶ ἐν τούτοις, ἀλλ’ οὐχ ὁ πωλῶν τάττει τὴν τοῦ ὠνίου τιμήν. ὁ γὰρ πιπράσκων πλέον ἀεὶ ἐπιζητεῖ τῆς ἀξίας, ὁ δ’ ὠνούμενος τοσοῦτον δίδωσιν ὅσον ἂν οἴηται γενέσθαι τὴν ἀπὸ τοῦ ὠνίου ὠφέλειαν.
“如果给予并非如此,而是附带条件的。” 正如已经说过的,当给予是出于自身缘故时,尺度是给予者的抉择;但如果并非如此,而是附带条件的,即为了回报以及通过金钱的回馈善行(因为这正是通过合意达成的给予),他说,这种回报善行应当使得在预先给予且先行施惠者看来,以及在预先收受且先行受惠者看来,都符合应得的价值,并且双方都不至于声称——预先给予者不声称自己得到的少于应得的分量,受惠者也不声称自己给出的多于适度的分量。但有时并不出现符合应得价值的情况,也就是说,甚至不可能判定应得的价值究竟是多少。因为在给予者和预先收受者中,有些人能够凭借某种熟练与经验看清符合应得价值的分量,并对自己说——给予者说:“我没有受损,因为我得到了应得的分量”;同样收受者也说:“我没有使人受损,因为我给出了所应给的、合乎比例的分量。”因此,在行善者和受惠者中,有些人固然是这样的人,但另一些人对于符合应得价值的分量毫无经验且缺乏理解;正因如此,他们彼此提出指责,一方说自己得到的少于所应得的,另一方则说自己给出的多于该价值。他说,在这些情况下,必然由居先者来加以确定。人们可以说给予者就是居先者,因为在给予之前他就拥有所给予之物。如果他在给予时说:“我将这些东西——比方说这些硬币——按照这么多的利息给予你”,他就确定了回报。同样,施教者如果说:“为了你将要从我这里学到的东西中获得的快乐,我选择并意图换取这么多的银钱”,他也确定了回报;而且弹唱乐工也诚然可以说:“我希望为了弹唱所带来的快乐与陶醉获得这么多的报酬。”依此类推,交际花也可以说:“我要求为了交往所带来的欢愉获得这么多的报酬。”或者,他所说的居先者也许是指需求并接受的一方,而不是给予的一方。他将这样的人称为居先者,是因为他是首先获得益处的人;因为正是由于获得了益处并预先赚得利益,他才向给予者提出回馈的善行;因此可以说是他认为应当由预先收受者来确定并界定回报,例如:“我打算提供给你这么多,因为我从你那里将要获利的分量就是这么多。”这样一来,情人、将要学习者以及将要从弹唱乐工那里获得愉悦者确实应当确定回报,例如:“为了我将要学到的东西我打算给你这么多,为了我将要获得的愉悦给你这么多。”所言之事的意旨固然如此,而文句上的具体内容如下。因为他说,预先给予者若是按比例得到了预先收受者所获益处的相应分量,他所得的回报就是符合应得价值的;例如,某人如果赚取了二十四枚硬币,而付给放贷者八枚,他就做出了符合应得价值的回报善行。因为他也必须为了自己承受的辛劳和付出的开销而获得符合应得价值的部分。如果他赚取了二十四枚却付给放贷者十二枚,他就必定会蒙受损失。这在被爱者、学成者和弹唱乐工身上也同样适用:若是他们以多少代价选择了快乐——一人选择来自交往的快乐,另一人选择来自弹唱的快乐,再一人选择来自学习的快乐——被爱者、弹唱乐工和教师就能够相应地换取这么多报酬,这一回报就将是符合应得价值的。因为在售卖的货品上也正是如此:在这些货品上,确定货品价格的也是购买者而非出卖者。因为出卖者总是索取超过应得价值的价格,而购买者则只付出他认为将从该货品中所能获益的分量。
- 8.4εἰ δὲ μὴ συμβαίνει κατ’ ἀξίαν εἶναι
由 εἰ 引导的条件从句并未紧接一个由限定动词构成的正规主句(结句),而是出现了破格句法(anacoluthon):在 τουτέστι 之后对情形进行了解释(μηδ’ ἐνδεχόμενόν ἐστι...),随后以 τινὲς μὲν γάρ... 展开具体论述。其主句的功能实质上在后文的 ἐπὶ τῶν τοιούτων, φησίν, ἀναγκαῖον τὸν προέχοντα τάττειν 中得以落实。
- 8.4καὶ εἴη ἂν [ὁ] λέγων, ὅτι δεῖ τὸν προλαβόντα τάττειν
εἴη ἄν 是带有 ἄν 的潜在希求法,与分词 λέγων 结合构成迂说法,主语承前指亚里士多德(“于是他就将是主张……的人”)。校勘本中置于方括号的 [ὁ] 表明该分词是作为名词化分词还是表语分词在文本传抄中存在不确定性。
- 8.4λέγοι δ’ ἂν προέχοντα τὸν προϊέμενον
带有 ἄν 的潜在希求法表示注解者自身提出的推测性解释(“人们可以说/他或许是指”)。它与后文的 ἢ λέγοι ἂν προέχοντα τὸν δεόμενον... 形成对应,呈现了对亚里士多德文句中 τὸν προέχοντα 的两种可能的解释途径。
- 8.4τὰ δὲ κατὰ τὴν λέξιν
与前句 ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη 相对照。句中省略了述谓动词(如 ἔχει 或 ἐστίν),意为“而就文句而言(则如下)”。这是古代注解文献中从大意(διάνοια)转向文句字面疏解(λέξις)的标准过渡句式。
