← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§466.27-467.27

对智者的谴责与师生关系中的回报标准

欧斯特拉提乌斯注解了亚里士多德在《尼各马可伦理学》卷九第一章(1164a27)中的论述,解释了对预收酬金却不践诺的智者的谴责,并指出在缺乏事先约定的德性之友及哲学师生关系中,应当由施惠者的意图和教师作为回报的衡量标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3

" Οἱ δὲ προλαβόντες τὸ ἀργύριον, εἶτα μηθὲν ποιοῦντες ὧν ἔφασαν." Οἱ μὲν ἄνευ ὁμολογίας ὡρισμένης προλαβόντες, ἔπειτα μὴ ἀναλόγως ὧν ὠφέληνται ἀντευποιοῦντες, οὐ πάνυ τι ἐν ἐγκλήμασίν εἰσιν· οἱ δὲ μετρήσαντες καὶ τάξαντες τὴν εὐποιίαν, εἶτα μὴ ποιήσαντες μηδὲν ὧν ἐπηγγείλαντο διὰ τὰς τῶν ἐπαγγελιῶν ὑπερβολὰς δικαίως ἐγκαλοῦνται. ταῦτα δὲ ποιοῦσιν οἱ σοφισταί· διδάξειν γὰρ εἰ τοσόνδε χρυσὸν λήψονται διαβεβαιοῦνται καὶ πολλὰ καὶ μεγάλα καὶ δαιμόνια καὶ θαύματος ἐπέκεινα. οὐδὲν δὲ τοιοῦτον λαβόντες ὅσον ἐπιζητοῦσιν ἀργύριον διδάσκουσιν, ὅτι μηδ’ ἴσασι· τοιοῦτον γὰρ τὸ τῶν σοφιστῶν φῦλον, ἀμαθέστατον δοξομανέστατον φιλοχρηματώτατον. ἐπαγγέλλονται δὲ τοιαῦτα, ὅτι οὐδεὶς οὐδ’ ὀβολὸν αὐτοῖς προθύμως παρέσχεν, εἴπερ ὁμολογεῖν ἤθελον, ἃ διδάσκειν ἠπίσταντο. ἐν δέκα γὰρ καὶ τρισὶ τρόποις ἡ ξύμπασα πεῖρα ἢ ἐμπειρία τούτων ἐστένωται ὁμωνυμίᾳ ἀμφιβολίᾳ συνθέσει διαιρέσει προσῳδίᾳ σχήματι λέξεως καὶ λοιποῖς ἑπτά, καὶ εἴρηνται πάντες ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις τῷ Ἀριστοτέλει καὶ ἐμοὶ ἐν ταῖς 〈εἰς〉 ἐκείνους γραφείσαις μοι σχολαῖς. ἀλλ’ οὗτοι μὲν εἰκότως τὰ ἐπηγγελμένα μὴ πληροῦντες εἰς εὐθύνας ἕλκονται. ἐν οἷς δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας (λέγει δ’ ὑπουργίαν τὴν εὐποιίαν, ἣν δέδρακεν ὁ προδεδωκὼς πρὸς τὸν προλαβόντα) οἱ μὲν δι’ ἑαυτοὺς προϊέμενοι, τουτέστι οἱ διὰ τὰ αὑτῶν ἤθη καὶ τὰς ἀρετὰς καὶ τὸ σπουδαῖον εἶναι προϊέμενοι καὶ προδιδόντες, ἀνέγκλητοί εἰσιν οὐδ’ ἐγκλήματα κατ’ ἀλλήλων φέρουσιν οὐδέτεροι, οὔθ’ οἱ προλαβόντες οὔθ’ οἱ προδόντες· οὐ γὰρ εἰς κέρδος ἤ τι τοιοῦτον ὁρῶντες προΐενται ἢ προλαμβάνουσιν, ἀλλ’ εἰς μόνον τὸ καλόν. ἡ γὰρ κατ’ ἀρετὴν φιλία πρὸς μόνον τὸ καλὸν νεύουσα δρᾷ καὶ πάσχει, εἰς μηδὲν δ’ ἄλλο, καὶ ἔοικεν ἐπὶ τῆς τοιαύτης φιλίας, λέγω δὴ τῆς τῶν σπουδαίων, τὴν ἀντευποιΐαν μετρεῖν καὶ τάττειν οὐχ ὁ προλαβὼν καὶ εὖ παθὼν ἀλλ’ ὁ δράσας καὶ προδούς. δεῖ γὰρ τὸν εὖ παθόντα ἐκεῖνο ἀντευποιεῖν, εἰς ὃ δράσας βλέπων εὖ πεποίηκεν, εἰς τὸ φιλεῖσθαι δὲ καθαρῶς καὶ ἀκιβδήλως βλέπων, εὖ δέδρακεν ὁ σπουδαῖος, ὥστε δεῖ τὴν πρὸς αὐτὸν φιλίαν καθαρὰν καὶ ἀκίβδηλον διατηρεῖν, κἂν δέηταί τινος ὁ προϊέμενος, εὐπορεῖ δὲ τούτου ὁ προλαβών, προθύμως ἡ τοῦ δράσαντος προαίρεσις.1 ἀλλὰ καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν.2 ὁ διδάσκαλος καὶ ὁ καθηγεμὼν μέτρον εἶναι ἔοικε τῆς ἀντευποιΐας· οὐ γὰρ χρήμασι μετρεῖται ἡ τοῦ διδάξαντος εὐεργεσία καὶ εὐποιία. τιμὴ γὰρ ἰσόρροπος τοῖς ἐκ φιλοσοφίας καλλίστοις οὐδ’ ἂν γένοιτό ποτε, 〈ἀλλὰ δεῖ καὶ ἐνταῦθα πρὸς τοὺς καθηγεμόνας τιμὴν ἔχειν κἂν του δέωνται ἐπαρκεῖν τοὺς μεμαθηκότας εἰ δύνανται ὡς τάχιστα.〉

“至于那些预先收了银钱,随后却对所言之事一无所行的人。” 那些在没有明确协议的情况下预先收受、随后未能按照所获益处成比例地回报善行的人,并不会受到过多的指责;但那些衡量并确定了善行,随后却因诺言过于夸大而对所许诺的事情一无所行的人,则受到正当的指控。智者们正是这样做的:因为他们坚称,若能收取这么多黄金,就将传授诸多伟大、神妙且超越惊叹的事物。然而收到了他们所要求的那么多银钱之后,他们却没有传授任何这类事物,因为他们根本一无所知;智者之流正是如此,最愚昧无知、最狂热于虚名、最贪婪钱财。他们做出这般许诺,是因为如果他们愿意承认自己真正懂得教什么,谁也不会心甘情愿给他们哪怕一个奥波尔。因为这些人的全部尝试或经验已被狭隘地局限于十三种方式之中:同名异义、双关歧义、合词、分词、重音、词形以及其余七种;所有这些都已被亚里士多德在《辨谬篇》中论及,并且由我在针对该著作所写的讲义中论及。然而这些人由于未能履行所承诺之事,理所当然地被追究责任。另一方面,在未就效劳达成明确约定的场合(他所谓的“效劳”是指预先给予者对预先收受者所施予的善行),那些出于自身缘故而给予的人——即由于自身品格、德性以及卓越而给予和预先提供的人——是无可指责的,双方无论是预先收受者还是预先给予者,都不会对彼此提出指责;因为他们给予或预先收受并非着眼于利益或诸如此类之事,而唯有着眼于高尚。基于德性的友爱唯独着眼于高尚而行动并受动,绝不着眼于其他;而且在这样的友爱中(我是指卓越者的友爱),衡量并确定回报善行的,似乎并不是预先收受并获益的一方,而是施予并预先给予的一方。因为获益者应当依据行善者行善时所着眼的目的来施以回报;而卓越者着眼于获得纯粹而真实的爱慕而行善,因此应当对卓越者保持纯粹而真实的友爱;即便给予者有所匮乏而预先收受者拥有充裕,也当热切地[依从]施善者的抉择[予以回报]。“但也包括那些共享哲学的人。”教师和引路人似乎是回报善行的尺度;因为施教者的恩德和善行不是用金钱衡量的。与源于哲学之最美好事物相权衡的等价回报绝不可能存在,〈但在这里也应当对引路人抱有敬意,若他们有所匮乏,学习者若有能力应当尽快予以周济〉。

语法注2 条
  1. 8.3κἂν δέηταί τινος ὁ προϊέμενος, εὐπορεῖ δὲ τούτου ὁ προλαβών, προθύμως ἡ τοῦ δράσαντος προαίρεσις.

    此句为省略句(破格结构或谓语动词脱落)。在条件从句(κἂν δέηται...)之后,主句仅有副词 προθύμως 与名词短语 ἡ τοῦ δράσαντος προαίρεσις,缺少谓语动词(如 μέτρον ἐστίν 或表达践行、遵从的动词)。根据前文强调施善者的抉择是衡量尺度的语境,此处需补足理解为“应当热切地[依从]行善者的抉择[予以回报]”。

  2. 8.3ἀλλὰ καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν.

    该句取自亚里士多德《尼各马可伦理学》1164b2-3的文本(ἴσως δὲ καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν)。在语法上,它既可承接前文(ἔοικεν ἐπὶ τῆς τοιαύτης φιλίας...)而省略谓语并以与格表示相关对象,也可看作引入哲学师生关系的省略性引语(准引语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:466.27-467.27