← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§465.8-466.26

友爱交换中回报价值的决定权

本节针对亚里士多德《尼各马可伦理学》第九卷第一章展开注释,探讨在借贷等基于友爱的交换中确定回报价值的权限属于给予者还是接受者,并借助普罗泰戈拉收取学费的轶事和赫西俄德的诗句,阐明应当由预先获益的接受者根据所获益处来评估价值并施以回报。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.2#2

ὧν γὰρ χρῄζομεν ἅπαντες, τούτοις προσέχοντες καὶ εἰς ταῦτα ἀποβλέποντες ἃ ἔχομεν διδόαμεν. χρῄζων γάρ τις ἱματίου εἰς τὸ ἱμάτιον ὃ οὐκ ἔχει ἀποβλέπων δίδωσιν ὃ ἔχει, οἷον τὸ νόμισμα ἢ ἄλλο τι. τὰ μὲν δὴ λεγόμενα τοιαῦτά ἐστιν, ἐν δὲ τῇ λέξει τῇ τὰ αὐτὰ δίδωσι τὸ τὰ αὐτὰ ταὐτόν ἐστι τῷ ἃ ἔχει δίδωσι. τὴν ἀξίαν δὲ ποτέρου τάξαι ἐστί,1 τοῦ προϊεμένου ἢ τοῦ προλαβόντος; οὐχ ὁμοίως ἅπασαι αἱ ἀνταλλαγαὶ γίνονται, ἀλλ’ ἡ μὲν τῶν ἀγοραίων ἐπὶ ῥητοῖς καὶ ἀπὸ χειρῶν εἰς χεῖρας λαμβάνοντες διδόασιν, ἡ δὲ τῶν ἐλευθεριωτέρων εἰς χρόνον καθ’ ὁμολογίαν μέντοι, οὐ μὴν ῥητήν, οἷον δέκα ἢ εἴκοσι ἢ τινα ἄλλον ἀριθμόν. εἰ γὰρ τοῦτ’ ἦν, οὐδὲν ἂν διέφερε τῆς ἀγοραίας καὶ ἀνελευθέρου ἀνταλλαγῆς τῆς ἐπὶ ὡρισμένων ἀριθμῶν τιμήματι γινομένης. Τοιαύτης οὖν οὔσης τῆς δευτέρας ἀνταλλαγῆς, ἐρωτᾷ, τίνος ἐστὶ τὸ τάξαι τὴν ἀξίαν. οἷον δέδωκέ τις νόμισμά τινι ἢ ἄλλο τι ἀφ’ ὧν ἐπιγέγονε τῷ δανεισαμένῳ κέρδος καὶ ὠφέλειά τις, τίνα δεῖ, φησίν, ἐν τούτοις τὴν ἀντωφέλειαν τάξαι καὶ ὁρίσαι τὸν δανείσαντα, εἰ μέλλει μένειν ἡ φιλία; πότερον, φησί, τὸν δανείσαντα χρὴ λέγειν ὅτι ‘ἁρμόζει σοι, ὦ ὀφειλέτα, τοσάδε μοι δοῦναι, ἐπεὶ τοσάδε διὰ τῶν ἐμῶν νομισμάτων ὠφέλησαι’, ἢ τὸν δανεισάμενον δέον ἐστὶν ἀπιδεῖν πρὸς τὴν ὠφέλειαν, ἣν ἀπώνατο καὶ τάξαι τὴν ἀντευποιΐαν. ζητεῖ δὲ τοῦτο εἰς τὰ λεγόμενα πολλάκις πρὸς ἀλλήλους ἀπιδών. ἔστι γὰρ πολλάκις ἀκοῦσαι τοὺς ὀφειλέτας καὶ διὰ τοῦ ὀφλήματος εὖ παθόντας πρὸς τοὺς δεδανεικότας λέγοντας μηδέν τι μέγα παρ’ αὐτῶν λαβεῖν ἀλλὰ μικρά, (ἃ) ἂν ἔλαβον εἴπερ ἐβούλοντο καὶ παρ’ ἄλλου του τυχόντος διὰ τὴν σμικρότητα καὶ εὐτέλειαν τοῦ δάνους, καὶ ὅτι ὅπερ ἐκ τοῦ δάνους προσεκέρδησα, μηδαμινόν τί ἐστι καὶ συλλήβδην τὸ μηδέν, τῶν δ’ αὖ δεδανεικότων ἀπ’ ἐναντίας ἀντιλεγόντων2 τὰ μέγιστα δεδανεικέναι, εἰ καὶ μὴ ἁπλῶς μέγιστα, ἀλλ’ οὖν τὰ ἑαυτοῖς καὶ μέγιστα καὶ ἀναγκαῖα καὶ ἃ παρ’ ἄλλου οὐκ ἂν ἔλαβον, κἂν μύρια ἐπὶ μυρίοις διεπράξαντο. τοῦτο δὴ ζητήσας ἐπήγαγεν ὥσπερ τινὰ λύσιν τοῦ ζητήματος τὸ ὁ γὰρ προϊέμενος ἔοικεν ἐπιτρέπειν ἐκείνῳ. 〈ἔστι δὲ ἐλλιπὴς ἡ λέξις, καὶ δεῖ προσυπακούειν τὸ ‘ἢ τοῦ προλαβόντος’. καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον, ἢ τοῦ προλαβόντος ἐστὶ τὸ τάττειν· ὁ γὰρ προϊέμενος ἔοικεν ἐπιτρέπειν ἐκείνῳ.〉 λέγει δὲ προλαβόντα τὸν ὀφειλέτην· πρότερος γὰρ αὐτὸς λαμβάνει, εἶθ’ οὕτως ὁ δανείσας τὸν προλαβόντα φησὶ δεῖν τάττειν. ὃ δὴ καὶ Πρωταγόραν τὸν σοφιστὴν λέγουσι ποιεῖν. ἑκάστου γὰρ τῶν προσιόντων λέγοντος ‘ὦ Πρωταγόρα, πόσου με διδάξεις;’ ἀπεκρίνατο ‘φοιτῶν παρ’ ἐμοὶ μάνθανε, κἀπειδὰν μάθῃς ὅσων ἂν ἄξια τιμήσῃς ἃ μεμάθηκας τοιαῦτα λήψομαι’. καὶ ἐλάμβανε τοσαῦτα νομίσματα, ὁπόσων ἂν ἐτίμησεν ὁ μεμαθηκώς, ὅπερ ἐστὶν ὁ προλαβών. προεδίδου γὰρ ὁ Πρωταγόρας, προελάμβανε δὲ ὁ μανθάνων, ὃς δέ, ὁ μανθάνων, ἔταττε τὴν ἀξίαν. καθάπερ τοίνυν ὁ Πρωταγόρας ἐπέτρεπε τῷ μαθητῇ τιμᾶν καὶ τάττειν τὴν ἀξίαν ὧν μεμάθηκεν, οὕτω καὶ ἐπὶ τῶν δανείων καὶ τῶν ὅλως εἰς ὠφέλειαν τοῦ λαμβάνοντος διδομένων ἔοικεν ὁ προϊέμενος ἐπιτρέπειν τῷ προλαβόντι τιμᾶν τὴν ὠφέλειαν καὶ ἀντευποιεῖν ἀναλόγως. ἐν τοῖς τοιούτοις ἀρέσκει τὸ ‘μισθὸς δ’ ἀνδρί.’ τοιούτους ἢ τοὺς μὴ λαμβάνοντας πρὶν ἂν διδάξαιεν εἶπεν ἢ τοὺς προϊεμένους ἢ τάχα καὶ ἀμφοτέρους. ἔστι δὲ τὸ μισθὸς ἀνδρὶ ἀπὸ τοῦ Ἡσιόδου· ‘μισθὸς δ’ ἀνδρὶ ἄρκιος εἴη’ φησὶν ἐκεῖνος. ὃ δὲ λέγει τοιοῦτόν τί ἐστι· δεῖ τὸν ἄνδρα μισθὸν λαμβάνειν δέοντα καὶ ἀνάλογον τῷ ἔργῳ ὃ εἰργάσατο ἢ τῇ πεπραγμένῃ παρ’ αὐτοῦ πράξει. ἐν τοῖς τοιούτοις φησίν. λέγοι δ’ ἂν τοιαῦτα τὰ ἔργα καὶ τὰς πράξεις, οἷα ἀρέσκει τισὶ καὶ ζητοῦσι ἀνάλογον τῆς εὐποιίας. οὐκ εἶπε δὲ πᾶσιν ἀρέσκειν ἀλλ’ ἐνίοις, εἰς τὴν ἀγοραίων ἀπιδὼν ἀπληστίαν. οἱ γὰρ τοιοῦτοι πολλαπλασίως ἐπιζητοῦσιν εὖ παθεῖν ὧν ἐποίησαν, ἀλλ’ οὐ τὸ ἴσον.

因为我们所有人都是着眼于并注视着我们所需要的事物,才给出我们所拥有的事物。需要一件外衣的人,正因为注视着他所没有的外衣,才给出他所拥有的东西,例如货币或其他物品。所说的内容确实如此,而在“给出同样的事物”这句话中,“同样的事物”等同于“给出他所拥有的事物”。“然而确定价值是两方中哪一方的职责,是给出者还是预先接受者?”并非所有的交换都是以同样的方式进行的:集市之人的交换是在规定条件下的,手对手地收取并给付;而较为自由之人的交换则是带有期限的,固然是根据约定,但绝非规定的数额,例如十或二十或其他确定的数目。因为如果是那样,它就与基于确定数额定价的鄙俗的集市交换毫无分别了。既然第二种交换是这样的,他便发问,确定价值是谁的职责。例如,某人给予某人货币或其他东西,借款人由此获得了某种收益和益处,他说,在这些情形中,如果友爱要保持下去,贷出者应当确定并界定怎样的回报益处?他说,究竟是应当由贷出者说“债务人啊,你应当给我这么多,因为你通过我的货币获得了这么多的益处”,还是借款人应当着眼于他所享有的益处来确定回报的善行?他正是着眼于人们彼此之间经常所说的话来探讨这个问题的。因为人们常常可以听到那些因借款而获益的债务人对贷出者说,自己从他们那里没有得到什么了不起的东西,只不过是微不足道之物,由于借款的微小和低廉,只要他们愿意,即使从碰巧遇到的任何其他人那里也能获得,而且从借款中额外赚得的收益微乎其微、总归等于零;而贷出者则反过来针锋相对地争辩说,他们借出的是最大的东西,即便不是绝对最大的,但无论如何是对他们自身而言最大且最必需的东西,而且即使他们付出千辛万苦,也不可能从其他任何人那里获得。在探讨了这一点之后,他便提出了对该探讨问题的某种解决:“因为给出者似乎是委任给那一方的。”〈原文有所省略,必须在理解中补足“还是预先接受者”。其完整的形式应当是:或者是属于预先接受者来确定;因为给出者似乎是委任给那一方的。〉他所说的“预先接受者”是指债务人;因为是他自己先取得,然后贷出者才如此[收回];他说应当由预先接受者来确定。人们说智者普罗泰戈拉也确实是这样做的。因为每当来访者问“普罗泰戈拉啊,你要收多少钱教我?”时,他便回答说:“到我这里来学习吧;当你学成之后,只要你评估所学的东西值多少,我就收多少。”于是,凡是学成者(也就是预先接受者)所评估的数额,他就收取多少货币。因为普罗泰戈拉是先给出,而学习者是先接受,正是这名学习者确定了价值。因此,正如普罗泰戈拉让学生来评估并确定所学知识的价值一样,在借款以及一般而言为了接受者的益处而给予的事情上,给出者也似乎委任预先接受者来评估益处并按比例施以回报。“在这样的人们之中,‘给人的报酬’这一说法受到认可。”他所说的“这样的人”,要么是指那些在施教之前不收取报酬的人,要么是指给出者,或者或许兼指两者。而“给人的报酬”出自赫西俄德;他说“给人的报酬当是充足的”。他所表达的意思是这样的:人应当获得与其所作的劳作或其所做出的行为相称且成比例的报酬。他说“在这样的人[或事]之中”。他所说的“这样”应当是指那些让某些人感到满意、并且当他们寻求与善行成比例的回报时的劳作与行为。他并没有说受到所有人的认可,而是说受到某些人的认可,这是着眼于集市之人的贪婪。因为这样的人要求成倍地收回善报以抵偿自己的付出,而不是要求均等。

语法注2 条
  1. 8.2ποτέρου τάξαι ἐστί

    属格 ποτέρου 是表示职责、权限或当为的述语属格,不定式 τάξαι 作为句子的真正主语(“确定价值属于两者中哪一方的职责?”)。

  2. 8.2τῶν δ’ αὖ δεδανεικότων ἀπ’ ἐναντίας ἀντιλεγόντων

    这是一个与前文受 ἔστι ... ἀκοῦσαι 支配的宾格加分词结构(τοὺς ὀφειλέτας ... λέγοντας)形成对比(由 δ’ αὖ 引出)的独立属格结构,将债务人的说辞与贷出者的反驳相互并置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:465.8-466.26