← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§463.30-465.8

情爱友爱中目的差异所致的抱怨与破裂

厄斯特拉齐奥斯解释了在情爱关系中由于爱者与被爱者所爱之物的不同而引发抱怨与破裂的机制,将其与基于德性的持久友爱相对比,并通过琴师的轶事阐明了期望回报的不一致如何导致争执。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.2#1

" Ἐν δὲ τῇ ἐρωτικῇ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ." Οἱ μὲν διὰ τὸ χρήσιμον φιλοῦντες (ἦσαν δὲ ὁ τέκτων καὶ ὁ ὑφάντης καὶ ὁ σκυτεὺς καὶ ὁ οἰκοδόμος ἀναλόγως, ὡς εἴρηται, ἀλλήλους ἀντευποιοῦντες καὶ ὠφελοῦντες) οὐκ ἀπεικότως ἀξιοῦσιν ἐπίσης ἀντιφιλεῖσθαι. ὁ γὰρ τὰ ἴσα καὶ τὰ ὅμοια ἀντευποιῶν οἷς πέπονθε δίκαιός ἐστι φιλεῖσθαι1 ὡς φιλεῖ. εἰ δ’ ὁ μὲν δι’ ἄλλο τι φιλεῖ, ὁ δὲ δι’ ἕτερον, ἐν οἷς οὐκ ἐνδέχεται τὸ κατὰ ἀναλογίαν ἴσον γενέσθαι, γελοῖόν ἐστι τὸ ἀξιοῦν ἐπίσης ἀντιφιλεῖσθαι, ὡς ἐπὶ τοῦ ἐραστοῦ καὶ τῆς ἐρωμένης ἔχει. οὐ γὰρ τὸ αὐτὸ τούτοις ἐστὶ φιλητὸν ὡς τοῖς εἰρημένοις τὸ χρήσιμον, ἀλλὰ τῷ μὲν ἐραστῇ φιλητόν ἐστι τὸ εἶδος, τῇ δ’ ἐρωμένῃ τὰ χρήματα· ἐν οἷς παγχάλεπόν ἐστι τὴν κατ’ ἀναλογίαν ἰσότητα θηρᾶσθαι. ἃ μὲν οὖν μέλλει λέγειν διὰ τῶν προκειμένων, ταῦτά ἐστι. τὰ δ’ αὐτῶν τῶν λέξεων εἰσιν· ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ, ὅτι οὐκ ἐπίσης ἀντιφιλεῖται, οὐδὲν ἔχων εἰ ἔτυχε φιλητόν, τουτέστι μήτε χρήσιμος ὢν μήτ’ ἄλλως ἡδύς· χρήσιμος μὲν γὰρ οὐκ ἔστι τῷ ἐρωμένῳ ἢ τῇ ἐρωμένῃ, εἰ τὰ χρήματα ἐπιλέλοιπεν αὐτὸν δι’ ἃ ἐφιλεῖτο· οὐχ ἡδὺς δέ, εἰ γεγήρακεν. ἔστι γὰρ ὅτε καὶ τῶν χρημάτων ἔτι σωζομένων διὰ τὸ γῆρας ἀηδεῖς εἰσι τοῖς ἐρωμένοις ἢ ταῖς ἐρωμέναις. ὁτὲ μὲν οὖν, ὡς εἴρηται, ὁ ἐραστὴς ἐγκαλεῖ, ὁτὲ δὲ ὁ παμβέβηλος ἐρώμενος, ὅτι πρὸ τῆς ἀσελγεστάτης μίξεως πάντα ὅσα βούλεται ποιήσειν αὐτῷ ἐπαγγελλόμενος ὁ ἐραστὴς οὐδὲν ἐκείνων ἐπιτελεῖ. ὥστε συμβαίνει διὰ τὰ τοιαῦτα ἐγκλήματα καὶ τῆς φιλίας διάλυσις, τουτέστι διὰ τὸ ἀπολείπειν τὸν μὲν ἐραστὴν τὰ χρήματα, ἐνίοτε δὲ καὶ τὴν ἀκμήν, τὸν δ’ ἐρώμενον τὸ κάλλος. οὐ γὰρ αὐτούς, φησίν, ἐφίλουν ὡς οἱ σπουδαῖοι, ἀλλὰ τὰ ὑπάρχοντα αὐτοῖς· ταῦτα δ’ ἦσαν τὸ κάλλος καὶ τὰ χρήματα, οὐ μόνιμα ὄντα, ὧν ἀπολειπόντων ἀνάγκη συναπολείπειν καὶ τὴν φιλίαν. ἡ δὲ τῶν σπουδαίων φιλία διὰ τὴν ἀρετὴν αὐτῶν οὖσα ἀμετάπτωτός ἐστιν, ὅτι καὶ ἡ ἀρετὴ δι’ ἣν ἀλλήλων φίλοι εἰσὶ βεβαιότατόν τι χρῆμα καθέστηκε καὶ μονιμώτατον. καὶ ἕως ἂν ὦσιν ἡδεῖς ἀλλήλοις φίλοι εἰσίν, ὅτι καθ’ ἑκάστην αὐτοῖς τὸ ψυχικὸν κάλλος, οὗπερ ἐρῶσιν, ἀναθάλλει τε καὶ ἀνηβᾷ καὶ ὡραιότερον γίνεται· καὶ οὐχ ἡδεῖς μόνον ἀλλὰ καὶ χρήσιμοι, ὅτι καὶ ἡ ἀρετὴ τῶν χρησιμωτάτων· κάλλιστον γὰρ καὶ ἥδιστον καὶ χρησιμώτατον ἡ ἀρετή. Εἰπὼν δὲ ὅτι αἱ διὰ τὸ ἡδὺ καὶ χρήσιμον φιλίαι οὐ μόνιμοί εἰσιν, ἐπήγαγεν, ἡ δὲ τῶν ἠθῶν καθ’ αὑτὴν οὖσα. λέγει δὲ ἤθη τὰς ἀρετάς. ἡ διὰ τὰ ἤθη φιλία καθ’ αὑτὴν καὶ κυρίως οὖσα μόνιμός ἐστιν. δύναται τὰ καθ’ αὑτὴν οὖσα εἰρῆσθαι ἀντὶ τοῦ δι’ αὑτὰς καὶ οὐ διὰ τὰ αὐτῶν. διαφέρονται δὲ καὶ ὅταν ἕτερα γένηται αὐτοῖς καὶ μὴ ὧν ὀρέγονται. τινὲς τὸν Ἀλέξανδρον λέγουσιν εἶναι τὸν ἐπαγγειλάμενον τῷ κιθαρῳδῷ ὅσῳ ἂν ἄμεινον μελῳδήσειε, τοσούτῳ πλείονα δώσειν, τινὲς δ’ οὐ τὸν Ἀλέξανδρον, ἀφορῶντες εἰς τὴν τοῦ βασιλέως μεγαλοπρέπειαν καὶ τὴν περὶ τὰς εὐεργεσίας ἐκείνου ἑτοιμότητα, ἀλλ’ ἕτερόν τινα. ἡμῖν δὲ τὸν ἐπαγγειλάμενον μαθεῖν ὅστις ἦν, οὐ διὰ σπουδῆς ἐστιν. ἃ δὲ λέγει διὰ τούτων ἐστὶν ὅτι ὁ κιθαρῳδὸς σπουδαιότερον ᾄσας,2 εἶτα τὰ ὑπεσχημένα ζητῶν λαβεῖν, ὁ ἐπαγγειλάμενος ‘ἔχεις’ ἔφησε ‘πάντα’. τοῦ δὲ κιθαρῳδοῦ ἐπανερομένου ‘πῶς ἔχω μηδὲν λαβών’; ὁ ἐπαγγειλάμενος ἀπεκρίνατο ‘οἷς με σὺ ηὔφρανας λόγοις, τοῖς αὐτοῖς κἀγώ σε· ὁποιαοῦν δέδωκας τοιαῦτα καὶ ἔλαβες καὶ ἀκοὴν τέρψας τὴν ἀκοὴν ηὐφράνθης’. διαφέρονται δέ, φησὶν ὁ Ἀριστοτέλης, καὶ ὅταν ἕτερα γένηται αὐτοῖς καὶ μὴ ὧν ὀρέγονται, ὡς ἐπὶ τοῦ κιθαρῳδοῦ· εἰ μὲν τῆς δι’ ἀκοῆς ἡδονῆς ὁ κιθαρῳδὸς ἐδεῖτο, ὥσπερ καὶ ὁ ἐπαγγειλάμενος, οὐδ’ ἂν ἦν ἔγκλημα οὐδὲ διαφορά τις, εἰ δ’ ὁ μὲν κιθαρῳδὸς κέρδους, ὁ δὲ τέρψεως, καὶ ὁ μὲν ἔχει τὴν τέρψιν, ὁ δὲ κιθαρίσας οὐκ ἔχει τὸ κέρδος, εἰκότως ὁ ἐπαγγειλάμενος ἐγκαλεῖται.

“然而在情爱的友爱中,有时爱者会抱怨。” 那些因有用而相爱的人(正如已经说过的,他们是木匠、织工、皮匠和建筑工匠,按比例相互施惠并彼此带来益处),要求获得对等的反爱并非不合情理。因为针对所受之事施以均等且相似之善行者,理应像他所爱的那样被爱。但是,如果一方因某一事物而爱,另一方因另一事物而爱,而在这些事物之间不可能产生依比例的均等,那么要求获得对等的反爱便是可笑的,正如在爱者与被爱女子的情形中所显现的那样。因为对这些人来说,可爱的事物并不像前述之人那样是同一的有用之物,而是对爱者而言可爱的是相貌,对被爱女子而言则是金钱;而在这些事物之中,寻求依比例的均等性是极其困难的。因此,他在眼前的文字中所要表达的便是这些。而字句本身的内容如下:有时爱者抱怨自己未受到对等的反爱,而他碰巧毫无可爱之处——即既无用处,亦无其他令人愉悦之处。因为如果他赖以被爱的金钱弃他而去,他对于被爱的青年男子或女子来说便不再有用;如果他衰老了,他便不再令人愉悦。因为有时即便金钱尚存,因着衰老,他们对于被爱的男子或女子来说也是令人不悦的。因此,正如所说的,有时是爱者抱怨,有时则是极尽鄙俗的被爱者抱怨,因为爱者在最放肆的结合之前答应为他做所有他想做的事,事后却一件也未兑现。以至于因着这类抱怨而导致友爱的瓦解,也就是由于金钱(有时还有青春的活力)抛弃了爱者,而美色抛弃了被爱者。他说,他们并非像优秀者那样去爱对方自身,而是爱属于他们的附随事物;这些便是美色与金钱,它们并非持久之物,当它们消失时,友爱也必然随之瓦解。相反,优秀者的友爱因其德性而存在,是不可变易的,因为他们借以成为彼此朋友的德性本身,乃是最为稳固和持久的事物。只要他们彼此令人愉悦,他们就是朋友,因为他们所爱慕的心灵之美日复一日在他们身上重焕生机、返老还童并变得更为美好;而且他们不仅令人愉悦,还彼此有益,因为德性也是最有用之物之一;德性乃是最美、最愉悦且最有用的。在说明了因愉悦和有用而产生的友爱不能持久之后,他接着补充道:“而品格的友爱因其自身而存在”。他所说的“品格”是指诸德性。因品格而产生的友爱,因其自身且本真地存在,因而是持久的。“因其自身而存在”这些话也可以解释为用来代替“因它们自身,而非因属于它们的事物”。“当临到他们的是别的事物而非他们所渴望之物时,他们也会发生争执。”有人说,向琴师许诺其旋律弹奏得越好便给予其越丰厚报酬的是亚历山大;而另一些人考虑到这位君王的宏伟豪迈以及他在行善方面的慷慨,则说不是亚历山大,而是另有其人。然而对于我们而言,弄清楚许诺者是谁并非关心的重点。他通过这些话所要说明的是:当琴师更加卖力地歌唱、随后要求获得所许诺之物时,许诺者说:“你已拥有了一切。”当琴师追问“我一无所得,怎能说拥有了一切?”时,许诺者回答道:“正如你用言辞[旋律]使我愉悦,我也用同样的东西使你愉悦;你给予了何等事物,便获得了何等事物,你娱悦了听觉,亦使听觉得到了愉悦。”亚里士多德说,当临到他们的是别的事物而非他们所渴望之物时,他们也会发生争执,正如在琴师的情形中那样;如果琴师也像许诺者一样需要听觉上的愉悦,便不会有任何抱怨或争执;但如果琴师需要的是利益,而另一方需要的是娱乐,且一方得到了娱乐,弹琴者却未得到利益,那么许诺者受到抱怨便是理所当然的了。

语法注2 条
  1. 8.2δίκαιός ἐστι φιλεῖσθαι

    带不定式的人称结构(personal construction)δίκαιός ἐστι + 不定式,等同于非人称的 δίκαιόν ἐστιν αὐτὸν φιλεῖσθαι(“他被爱是理所当然的”),表示“他理应被爱”。

  2. 8.2ὁ κιθαρῳδὸς σπουδαιότερον ᾄσας

    主节中的悬垂主格(nominativus pendens)或破格语法(anacoluthon)。句首的 ὁ κιθαρῳδὸς 带有分词 ᾄσας 和 ζητῶν,但未连接限定动词,而是由后文的 ὁ ἐπαγγειλάμενος 充当主句的主语,连接动词 ἔφησε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:463.30-465.8