- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:462.12-463.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解《尼各马可伦理学》第九卷第一章开篇字句(1163b32),借助第五卷关于比例对等交换与货币作为尺度的论述(房屋与床的交换范例),阐明不同种的友爱如何依靠几何比例的均等性得以维系。
" Ἐν ἁπάσαις δὲ ταῖς ἀνομοειδέσι φιλίαις τὸ ἀνάλογον ἰσάζει καὶ σώζει τὴν φιλίαν, καθάπερ εἴρηται." Ἀναμιμνήσκει τῶν ἐν τῷ πρὸ τούτου βιβλίῳ εἰρημένων καὶ δεδειγμένων· ἔδειξε γὰρ ὅτι τὸ ἀνάλογον σώζει τὰς ἀνομοειδεῖς φιλίας· ὁμοειδεῖς δὲ φιλίαι εἰσίν, ὡς εἴρηται, αἱ τῶν ἀγαθῶν, αἱ δ’ ἄλλαι πᾶσαι ἀνομοειδεῖς· ὅμοιοι γὰρ καὶ ἴσοι ἀριθμῷ καὶ δυνάμει οἱ ἀγαθοί. ὅσα γὰρ καὶ οἷα ἀγαθὰ ἐν θατέρῳ, καὶ τῷ λοιπῷ ἐνθεωρεῖται καὶ διὰ τοῦτο καὶ ἐν ἀλλήλοις εἰσίν, ὡς ὁ μέγας Βασίλειος ἐν τῷ θεολόγῳ κἀκεῖνος ἐν τῷ μεγάλῳ Βασιλείῳ, καὶ οὐδέτερος οὐδετέρου πλέον ἔχειν ἀξιοῖ ἀλλὰ τὸ ἴσον. καὶ ἔστιν ἐν τοῖς τοιούτοις ἡ κατὰ πάντα ἰσότης φιλότης. ἡ δὲ τοῦ πατρὸς πρὸς υἱὸν φιλότης ἢ τοῦ υἱοῦ πρὸς πατέρα οὐχ ὁμοία οὐδ’ ἴση ἁπλῶς, ὅτι μηδ’ ὁ πατὴρ ἴσος τῷ υἱῷ (ἐφ’ ἡμῶν δὲ τοῦτο θεώρει·)1 ἢ οὗτος τῷ πατρί. διὸ τὴν τούτων φιλίαν σώζει τὸ ἀνάλογον. δεῖ γὰρ ὅσον ὁ πατὴρ ὑπερέχει τοῦ υἱοῦ, τοσοῦτον ὑπερέχειν καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα φιλίαν τῆς τοῦ πατρὸς πρὸς τὸν υἱόν· ὥστε ἐν τούτοις σώζει τὴν φιλίαν τὸ κατ’ ἀναλογίαν τὴν γεωμετρικὴν ἴσον· ὅπερ οὐκ ἔστιν ἐν ἰσότητι ποσοῦ, ὡς διὰ πλειόνων δέδεικται ἐν τῷ πέμπτῳ βιβλίῳ, ἀλλ’ ἐν λόγων ὁμοιότητι. ὅτι δὲ οὐ μόνον φιλίαι πρὸς ὁμογενεῖς γίνονται ἀλλὰ καὶ πρὸς ἀνομοίους, δέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ. φιλεῖ γὰρ ὁ φαῦλος τὸν σπουδαῖον ἀνόμοιον ὄντα διὰ τὴν ἔνδειαν τῆς ἀρετῆς· οἰόμενος γὰρ παρ’ αὐτοῦ τὴν ἀρετὴν κτήσασθαι φίλος γίνεται τῷ σπουδαίῳ. ἀλλὰ καὶ ὁ πένης τῷ πλουσίῳ· διὰ γὰρ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί. καὶ ἁπλῶς καθὸ προσδεῖται ἕτερος ἑτέρου, κατὰ τοῦτο φιλοῦσιν. ἐν ἁπάσαις οὖν ταῖς ἀνομοειδέσι φιλίαις τὸ ἀνάλογον σώζει, ὥσπερ καὶ τὴν πολιτικὴν κοινωνίαν· ὡς γὰρ ἐκείνη σώζεται, ὅταν ἡ ἐναλλαγὴ ἀνάλογος γίνηται, οὕτω καὶ ἡ φιλία. εἰ γὰρ ἀναλόγως ὁ εὐτράπελος τῇ ἡδονῇ, ἣν ηὔφρανε τὸν ἡσθέντα, λήψεταί τι ὧν χρήζει, συμμένει ἡ φιλία· εἰ δὲ μή, διαλύεται. ὁμοίως καὶ ἡ τῆς ἐρωμένης πρὸς τὸν ἐραστήν. ἐνταῦθα μὲν οὖν πεπόρισται κοινὸν μέτρον, τὸ νόμισμα. ὅπως δὲ μέτρον γίνεται τὸ νόμισμα, εἴρηται μὲν ἐν τῷ πέμπτῳ βιβλίῳ διὰ πλειόνων· ῥητέον δὲ καὶ νῦν συντόμως. ἔστω δὴ οἰκία ἔργον τοῦ οἰκοδόμου, ἐφ’ ᾧ ᾱ, δέκα δὲ νομίσματα, ἐφ’ ᾧ β̄, κλίνη ἐφ’ ᾧ γ̄, ἔργον τοῦ τέκτονος ἑνὸς ἀξία. ἐπεὶ οὖν τιμᾶται πάντα νομίσματι, ἔστω ἡ οἰκία νομισμάτων πέντε ἀξία, ἡ δὲ κλίνη νομίσματος ἑνός. τῷ γοῦν νομίσματι γνωριοῦμεν πόσαι κλῖναι εἰσὶν ἀντάξιαι τῇ οἰκίᾳ. πέντε γὰρ νομισμάτων οὔσης ἀξίας τῆς οἰκίας τῆς ἐφ’ ᾧ ᾱ, ἥμισυ δηλονότι ἐστὶ τῶν δέκα νομισμάτων τῶν ἐφ’ ᾧ τὸ β̄, τῆς δ’ αὖ κλίνης ἑνὸς οὔσης νομίσματος δηλονότι, τῶν μὲν δέκα νομισμάτων δέκατόν ἐστι, τῆς δ’ οἰκίας πέντε οὔσης, νομισμάτων πέμπτον.2 ἐπεὶ οὖν ἡ κλίνη νομίσματος ἑνός ἐστιν ἀξία, αἱ πέντε δηλονότι κλῖναι πέντε νομισμάτων εἰσὶν ἀξίαι. εἰσὶ δὲ τὰ πέντε νομίσματα ἥμισυ τῶν δέκα νομισμάτων, ἦν δὲ καὶ ἡ οἰκία ἥμισυ τῶν δέκα νομισμάτων, τὰ δ’ αὐτοῦ ἡμίση ἴσα ἀλλήλοις εἰσίν. ἴσαι ἄρα αἱ πέντε κλῖναι τῇ οἰκίᾳ· τοῦτο δὲ εὕρηται διὰ τῶν δέκα νομισμάτων μέσων τεθέντων τῆς οἰκίας καὶ τῆς κλίνης, ὥστε ἢ πέντε κλίνας λήψεται ὁ οἰκοδόμος καὶ δώσει τὴν οἰκίαν ἢ πέντε νομίσματα. ἐπὶ πάντων δὲ τῶν τοιούτων ὅταν ἀγνοῆται πόσον ὑπερέχει ἢ ἐλλείπει τὸ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον ἔργον, ἢ εἰ μὴ ἐλλείπει ἢ ὑπερέχει ἀλλ’ ἰσάζει, τῷ νομίσματι χρώμεθα ὡς μέτρῳ, ὡς καὶ τῷ πήχει πόσου μεγέθους ἢ τῷ ποδί. τὸ δέ τι τὸ προκείμενόν ἐστι καὶ ἐπὶ τοῦ σωροῦ τῷ μεδίμνῳ καὶ ἐπὶ τῶν βαρέων, τῇ μνᾷ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῆς μονάδος.3 μένει τοίνυν ἡ φιλία καὶ τούτων, ὅταν τὸ ἀνάλογον γένηται καὶ ἴση ἡ ἀνταλλαγή, καὶ τῶν ἄλλων ἁπάντων ὅσοι τὰ οἰκεῖα ἔργα πρὸς ἀλλήλους ἀνταλλάττονται· εἰ δὲ μή, διαλύονται.
“但是在所有不同种的友爱中,比例性的东西使之均等并保全友爱,正如已经说过的。” 他在此提醒[我们]注意在本书之前的一卷中所说并证明过的事项;因为他已表明,比例性的东西保全不同种的友爱。而同种的友爱,正如已经说过的,是善人们的友爱,所有其余的则是不同种的友爱;因为善人在数量和能力上都是相似且均等的。因为在一方身上有多少且是何种善的事物,在另一方身上也被看到,且因此他们也在彼此之内——正如大巴西尔在神学家[纳齐盎的格列高利]之内,而彼人在大巴西尔之内一样——,而且双方都不认为自己应当比另一方拥有更多,而是要求均等。在这样的人们之中,各方面的均等性便是友爱。但父亲对儿子的友爱或儿子对父亲的友爱,则既不相似,也不是端纯意义上的均等,因为父亲与儿子并不均等(在我们人类身上考察这一点吧),儿子与父亲亦不均等。因此,保全他们友爱的是比例性的东西。因为父亲超出儿子多少,儿子对父亲的友爱也必然超出父亲对儿子的友爱多少;以至于在这些人之间,依几何比例的均等保全了友爱;而这种均等,正如在第五卷中通过较多论述所证明的,不在于数量的均等,而在于比例关系的相似。再者,友爱不仅发生在同族者之间,而且也发生在不相似者之间,这已在本书之前的一卷中被证明。因为卑劣者因德性的匮乏而爱优秀的、与他不相似的人;因为他以为能从彼处获得德性,便成为了优秀者的朋友。但穷人对富人亦是如此;因为由于匮乏富人所富足的事物,他成为了朋友。简而言之,一方在何种程度上需要另一方,他们便在此限度内相爱。因此在所有不同种的友爱中,比例性的东西都保全[友爱],正如它保全城邦共同体一样;因为正如彼共同体在交换按比例进行时得以保全,友爱亦同样如此。事实上,如果诙谐者按他使被取悦者愉悦的快乐成比例地获得他所需要的某些事物,友爱便维持下去;若非如此,便瓦解了。被爱的女子对爱者的友爱亦同样如此。因此在这里,提供了一个共同的尺度,即货币。至于货币如何成为尺度,在第五卷中虽已通过较多论述言及,但现在也必须简短地说明。设由ᾱ表示的房屋为建筑工匠的作品,由β̄表示的为十枚货币,由γ̄表示的为木匠的、价值一枚[货币]的作品床。既然所有事物都以货币作评价,那么设房屋价值五枚货币,床价值一枚货币。总之,通过货币我们将获知有多少张床与房屋价值相等。因为当由ᾱ表示的房屋价值五枚货币时,显然是由β̄表示的十枚货币的一半;而床显然价值一枚货币时,对于十枚货币是其十分之一,而对于价值五[枚货币]的房屋而言,则是[其]货币的五分之一。因此,既然床价值一枚货币,五张床显然价值五枚货币。而五枚货币是十枚货币的一半,房屋亦是十枚货币的一半,而同一事物的一半彼此是均等的。因此五张床与房屋均等;而这是通过在房屋与床之间置入十枚货币作为中间项而被发现的,以至于建筑工匠要么接受五张床而给出房屋,要么接受五枚货币。在所有诸如此类的情形中,凡当不知晓一方的作品相对于另一方的作品超出或不足多少,或者是否不增不减而是均等的时候,我们便使用货币作为尺度,正如针对多大的尺寸使用肘尺或足尺一样。而针对眼前的特定客体,在堆积物的情形下是通过麦斛,在沉重之物的情形下是通过明那,在数目上则是通过单位[来作尺度的]。因此,当比例性的东西产生且交换均等时,这些人的友爱得以维持,所有其他彼此交换各自作品的人们的友爱亦然;若非如此,它们便瓦解了。
- 8.1ἐφ’ ἡμῶν δὲ τοῦτο θεώρει
插入性的祈使句(“在我们人类身上考察这一点”)。作为具有基督教神学背景的注解者的限定说明,旨在将父子不均等性的论述限定在人界,以避免读者将其联想到三位一体中圣父与圣子的神圣均等关系。
- 8.1τῆς δ’ οἰκίας πέντε οὔσης, νομισμάτων πέμπτον
由独立属格结构 τῆς δ’ οἰκίας πέντε [νομισμάτων] οὔσης(“而当房屋价值五枚[货币]时”)引出的表语短语 νομισμάτων πέμπτον。承前省略的主语为“床”(ἡ κλίνη),意指床是[构成房屋价值之五枚]货币的五分之一,与前面的 τῶν μὲν δέκα νομισμάτων δέκατόν ἐστι 严格对仗。
- 8.1τὸ δέ τι τὸ προκείμενόν ἐστι καὶ ἐπὶ τοῦ σωροῦ τῷ μεδίμνῳ καὶ ἐπὶ τῶν βαρέων, τῇ μνᾷ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῆς μονάδος
承接前文“以货币为尺度”(τῷ νομίσματι χρώμεθα ὡς μέτρῳ)而省略了度量动词或分词(如 μετρούμενον)的紧缩句。与格 τῷ μεδίμνῳ 与 τῇ μνᾷ 为工具与格,表示各领域所用的具体度量器具(麦斛、明那),句末的 τῆς μονάδος 在文意上亦同等地作为计量数目的单位尺度。
