← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§461.3-462.11

友爱的性质及其与个别正义的关系

厄斯特拉条在《尼各马可伦理学》第九卷的导言中总结了先前的论点:友爱属于个别正义,并非作为属而是作为核心意义(同名异义)被述谓,包含三种(善、愉悦、有用);并预告本卷将阐述友爱论题中遗留的内容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0

Ὅτι μὲν ἡ φιλία μόριόν ἐστιν οὐ τῆς ὅλης δικαιοσύνης, τῆς ὡς νομιμότητος, ἀλλὰ τῆς ἐν μέρει, ἥτις ἦν τοῦ ἴσου διανεμητική, οὐ παντάπασιν ἄδηλόν ἐστιν. ἥ τε γὰρ τοιαύτη δικαιοσύνη, ὡς δέδεικται ἐν τῷ πέμπτῳ βιβλίῳ τῆς παρούσης πραγματείας, ἰσότητός ἐστι διανεμητική, καὶ ἡ φιλία τοῖς φίλοις ἰσότητα παρέχει· ἰσότητα γὰρ εἶναι ἀνάγκη, εἰ μέλλει σώζεσθαι ἡ φιλία. εἰ γὰρ ὅσον ὁ πένης τὸν πλούσιον φιλεῖ καὶ τιμᾷ, ἀναλόγως τοσοῦτον ἀντιλαμβάνει, ὧν ὁ πλούσιος εὐπορεῖ,1 σώζεται ἡ φιλία, εἰ δ’ οὔ, διαλύεται· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς μαθησόμεθα τὰς λέξεις ἐπισκεπτόμενοι. ὅτι μὲν οὖν μόριόν ἐστι τῆς ἐν μέρει δικαιοσύνης, οὐκ ἄδηλον. ὅτι δὲ οὐδ’ ὡς γένος κατηγορεῖται ἡ φιλία τῶν μερικωτέρων, ἀλλ’ ἔστι τῶν ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων, διώρισται τῷ Ἀριστοτέλει ἐν τῷ δευτέρῳ τῶν Μεγάλων Ἠθικῶν, ὥστε εἴ που ἐν τῷ παρόντι βιβλίῳ εἴδη λέγει φιλίας, μεταχρηστικῶς τῷ τῶν εἰδῶν ὀνόματι χρῆται. ὅτι δὲ καὶ τρία ἐστὶ τὰ μέρη ἢ τὰ εἴδη (λεγέσθω γὰρ εἴδη φιλίας) δέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ. τριῶν γὰρ ὄντων τῶν φιλητῶν, δι’ ἃ φιλοῦμεν οἱ ἄνθρωποι, ἀγαθοῦ ἡδέος χρησίμου, τρεῖς ἀνάγκη καὶ τὰς φιλίας εἶναι. ὁ γὰρ φιλῶν τινα ἢ ὡς ἀγαθὸν φιλεῖ, οἷον σοφὸν ἢ σώφρονα ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ διὰ πάντα ταῦτα, ἢ ὡς ἡδύν (τοιοῦτος δὲ ὁ εὐτράπελος καὶ ἡ ἐρωμένη), ἢ ὡς χρήσιμον. χρήσιμος δὲ λέγεται, δι’ οὗ γίνεται ἀγαθόν τι. εἰσὶ δὲ διὰ τὸ χρήσιμον φίλοι μάλιστα οἱ ἀγοραῖοι. ἔστι δὲ τὸ μὲν ἀγαθὸν καὶ ἡδὺ φιλητὰ ὡς τέλη, τὸ δὲ χρήσιμον ὡς εἰς τέλος τι συντελοῦν. περὶ τούτων δὴ τῶν μερῶν ἢ εἰδῶν τῆς φιλίας καὶ ἁπλῶς περὶ φιλίας εἰπὼν ἐν τῷ πρὸ τούτου βιβλίῳ, τίς τέ ἐστι καὶ ἐν τίσι καὶ περί τι, τίς τε, ὅτι ἀρετή τις ἢ μετ’ ἀρετῆς (καὶ γὰρ καὶ ἡ φιλία περὶ πράξεις καὶ πάθη ἐστὶν ὥσπερ καὶ ἡ ἀρετή· εἰσὶ γὰρ πράξεις φιλικαί, καὶ αὐτὸ δὲ τὸ φιλεῖν πάθος ἐστίν), ἐν τίσι δέ, ὅτι καὶ ἐν τοῖς ὁμοίοις καὶ ἐν τοῖς ἀνομοίοις (ἡ μὲν γὰρ πρώτη καὶ κυρίως φιλία ἐν τοῖς ὁμοίοις, ἐν γὰρ τοῖς σπουδαίοις καὶ ἀγαθοῖς. φιλοῦσι γὰρ οὗτοι ἀλλήλους, ᾗ ἀγαθοὶ καὶ ᾗ σπουδαῖοι καὶ ᾗ ὅμοιοί εἰσιν. αἱ δὲ λοιπαὶ ἥ τε διὰ τὸ χρήσιμον καὶ ἡδὺ ἐν τοῖς ἀνομοίοις), περὶ τί δὲ ὅτι περὶ τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. ταῦτα δὴ εἰπὼν ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ ἕτερα πολλὰ τοῖς περὶ φιλίας ὄντα λόγοις οἰκεῖα ἐν τούτῳ τῷ βιβλίῳ ἐνάτῳ ὄντι τὰ λείποντα τοῖς περὶ φιλίας ἐκτίθεται.2

友爱不是整体正义(即合法律性意义上的正义)的一部分,而是个别正义(即分配均等之物的那种正义)的一部分,这并非全不明显。因为正如在本论著的第五卷中所表明的,这种正义是分配平等的,而友爱也向朋友提供平等;因为若要保全友爱,就必然存在平等。事实上,穷人爱戴并尊敬富人有多深,若相应地能从富人所富足的事物中换得多少,友爱便得以保全;若非如此,便瓦解了;在其他情形中亦同样如此,正如我们在考察文句时所将学到的。因此,它是属于个别正义的一部分,这是明白的。再者,友爱甚至并非作为属而对更个别的[友爱]作述谓,而是属于由一个事物引申且朝向一个事物而被言说者,这一点亚里士多德已在《大伦理学》第二卷中界定,以至于若他在本书某处说到友爱的“种”,也是转义地借用“种”这一名称。并且,其部分或种有三(不妨称之为友爱的种),这已在本书之前的一卷中表明。因为由于我们人类因之而爱的被爱之物有三——善的、愉悦的、有用的,友爱也必然有三种。因为爱某人者,要么视其为善的而爱(例如视其为有智慧的、节制的、勇敢的、正义的,或因所有这一切而爱),要么视其为愉悦的(诙谐者与被爱的女子便是如此),要么视其为有用的。而凡通过它产生某种善的,就被称为是有用的。因有用而为朋友的,尤以市井之人为甚。善与愉悦是作为目的而被爱之物,而有用则是作为有助于某种目的而被爱之物。在本书之前的一卷中,他谈论了友爱的这些部分或种,并一般性地探讨了友爱,即它是什么、存在于何人之间、关涉何物:关于它是什么,指出它是一种德性或伴随德性(因为友爱也同德性一样关涉行为与受动;因为既有友爱的行为,而爱本身也是一种受动);关于存在于何人之间,指出它既存在于相似者之间,也存在于不相似者之间(因为最初且严格意义上的友爱存在于相似者之间,即存在于优秀与良善之人之间;因为这些人是在他们是善的、优秀的与相似的意义上彼此相爱的;而其余因有用和愉悦而形成的友爱,则存在于不相似者之间);关于关涉何物,指出它关涉善的、愉悦的与有用的——在彼卷中既陈述了这些以及许多其他适于论友爱之言说的事物之后,他在作为第九卷的本书中阐发了论友爱所遗留的事项。

语法注2 条
  1. 8.0ἀναλόγως τοσοῦτον ἀντιλαμβάνει, ὧν ὁ πλούσιος εὐπορεῖ

    关系代词 ὧν 处于由关系从句中动词 εὐπορεῖ(“富于……”)所支配的属格,同时省略了从属于主句动词 ἀντιλαμβάνει(“换得、作为回报获得”)的宾语 τοσοῦτον 的部分属格指示代词先行词 [τούτων],构文理解为 ἀναλόγως τοσοῦτον ἀντιλαμβάνει [τούτων] ὧν ὁ πλούσιος εὐπορεῖ。

  2. 8.0περὶ τούτων δὴ τῶν μερῶν ἢ εἰδῶν τῆς φιλίας καὶ ἁπλῶς περὶ φιλίας εἰπὼν [...] ταῦτα δὴ εἰπὼν ἐν ἐκείνῳ τῷ βιβλίῳ [...] ἐκτίθεται

    长句骨架梳理:句首分词 εἰπὼν 引出三个间接问句(τίς τέ ἐστι、ἐν τίσι、περί τι)及其详细的说明从句(ὅτι...),因其间插入成分过长导致与主节谓语大幅离隔,故在后文以分词 ταῦτα δὴ εἰπὼν 作复述性重提(resumptive repetition),最终落实到主谓语 ἐκτίθεται(以亚里士多德为未明言的主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:461.3-462.11