← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§45.5-45.38

为柏拉图的善辩护与反驳亚里士多德

厄斯特拉齐奥为柏拉图辩护,指出亚里士多德的反驳并未切中柏拉图将善视作超越之“一”和普遍原因的本意,并指出亚里士多德本人在卷首其实也承认了这种终极首要的善,因而当下的反驳是多余且带诡辩性的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55#2

ἀλλ’ εἰ μὲν ἦν κατὰ τὴν περὶ τοῦ ἀγαθοῦ τοῦ Πλάτωνος ἔννοιαν τὰς ἀντιθέσεις ποιούμενος, οὐκ ἔδει τι λέγειν πρὸς αὐτόν,1 αἰδουμένους τε τὸν ἄνδρα καὶ ἀνάγκην μὴ ἔχοντας Πλατωνικῆς δόξης προΐστασθαι. ἐπεὶ δ’ ἄλλως μὲν ὁ Πλάτων τὸ ἀγαθὸν ἐλάμβανε, πρὸς ἄλλο δ’ οὗτος τοὺς λόγους ποιεῖται, δεῖ πρὸς ταύτας τὰς ἐπιχειρήσεις εἰπεῖν τι φιλαλήθως λέγοντας καὶ αὐτούς, καθὼς καὶ αὐτὸς διωρίσατο ποιεῖν τὸν φιλόσοφον. ὁ μὲν γὰρ Πλάτων τὸ ἓν καὶ τἄρρητον καὶ τἀγαθὸν τὴν κοινὴν αἰτίαν τῶν ὄντων πάντων εἶπε, καὶ ὑπὲρ τὰ ὄντα πάντα τὸ ἓν ἔταξεν, αἴτιον μὲν πάντων ἐκεῖνο λέγων, οὐδὲν δὲ τῶν πάντων διὰ τοῦτο καὶ ὑπὲρ ὂν καὶ μὴ ὄν, οὐχ ὡς τοῦ ὄντος λειπόμενον, ἀλλ’ ὡς ὄντος παντὸς ὑπερκείμενον· πάντα οὖν τὰ δεύτερα ἀγαθὰ ἀναφέρεσθαι εἰς ἐκεῖνο ὡς κοινὸν ἀγαθὸν καὶ ὑπὸ πάντων τῶν ἀγαθῶν μετεχόμενον. ἕκαστον γὰρ τὸ μετ’ ἐκεῖνο ἀγαθόν, ἄλλο τι ὄν, ἀγαθόν ἐστι κατὰ μετοχὴν τὴν ἐκείνου, καθὼς ἐκείνου μετέχειν ἕκαστον δύναται· ἐκεῖνο δὲ ὑπερήπλωται καὶ οὐδὲν ἄλλο ἢ τἀγαθόν ἐστι· διὰ τοῦτο καὶ ἓν κυρίως καὶ πρώτως, ὡς μὴ μετ’ ἄλλου τινὸς θεωρούμενον. τί οὖν ἀδύνατον ἕψεται, εἰ πάντων ὂν αἴτιον καὶ πᾶσι παρέχον τὸ εἶναι ὅσα κατὰ τὰς δέκα λέγεται κατηγορίας, κοινὸν ἅπασιν ὡς αἴτιον λέγεται καὶ καθόλου ἀγαθόν, ὡς πρὸ πάντων ὂν τῶν πολλῶν ἀγαθῶν, οἷς τὸ εἶναι καὶ τὸ ἀγαθοῖς εἶναι παρέχεται, ὅσα τῇ αὐτοῦ μετοχῇ καὶ τῇ πρὸς ἐκεῖνο ἀναγωγῇ ἀγαθὰ λέγεται; καὶ αὐτὸς δὲ Ἀριστοτέλης οἷς ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου ἐπαινεῖ τοὺς ἀποφηναμένους2 τἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται ὡς καλῶς ἀποφηναμένους, δῆλός ἐστι τὸ πρώτιστον καὶ καθολικώτατον ὁμολογῶν ἀγαθὸν3 διὰ τοῦ εἰπεῖν τἀγαθὸν καὶ οὗ πάντα ἐφίεται. ἡ γὰρ λέξις ἡ τἀγαθὸν τοῖς περὶ Πλάτωνα ἐπὶ τοῦ πρώτου καὶ καθόλου ἐτίθετο καὶ αὐτὸ τὸ λέγειν “οὗ πάντα ἐφίεται” τὸ καθολικώτατον δηλοῖ καὶ πρώτιστον. εἰ γὰρ πάντα ἐκείνου ἐφίεται, ὑπὲρ τὰ πάντα ἐξ ἀνάγκης ἐστί· τὸ δὲ πάντα οὐδὲν τῶν ὁπωσοῦν ὄντων ἔξω ἑαυτοῦ ἐᾷ νοεῖν. εἰ οὖν πάντα ἐκείνου ἐφίεται, ὑπὲρ πάντα ἐξ ἀνάγκης ἐστὶ καὶ πρώτιστον πάντων καὶ αἰτιώτατον καὶ καθολικώτατον, οὐχ ὡς ἐπὶ τοῖς πολλοῖς οὐδὲ δεύτερον τῶν πολλῶν (πῶς γὰρ τοῦ δευτέρου τὰ πρῶτα ἐφίεται;) ἀλλὰ δηλονότι τοῦ πρωτίστου καὶ ὑπὲρ ἅπαντα, ὥστε περιττῶς ἔοικεν ἐνίστασθαι πρὸς τοὺς τὸ καθόλου ἀγαθὸν λέγοντας οὕτως ὡς λέγουσιν, ἐξ ἀρχῆς μὲν καὶ αὐτὸς ὁμολογήσας αὐτό, νῦν δὲ σοφιστικώτερον πρὸς ἐκεῖνο μαχόμενος.

然而,如果他是按照柏拉图关于善的概念来提出反驳,我们便无需对他多说什么,因为我们尊敬这个人,也没有必要去维护柏拉图的观点。但是,既然柏拉图是对善作一种理解,而他所针对的论辩却是另一回事,那么我们也必须以热爱真理的态度说话,针对这些反驳有所陈述,正如他自己规定哲学家所应当做的那样。因为柏拉图称“一”、不可言说者以及善为一切存在者的共同原因,并将“一”置于一切存在者之上,说它是万物的原因,但正因如此它绝非万物中的任何一物,它既超越存在又不是存在——并不是由于逊于存在,而是作为凌驾于一切存在之上的超越者。因此,所有次级的善都要归结于那作为共同之善且为一切善所分有者。因为在那之后各别的善作为某种他物,都是按照各自能够分有它的方式,通过分有它而是善的;但它自身超绝显豁,无非就是善本身;正因如此,它也是严格且首要意义上的“一”,作为不与任何他物一同被考察者。那么,如果作为万物的原因并赋予按照十个范畴所言说的一切事物以存在者,作为原因被称为对万物共同的且普遍的善,作为先于一切众多的善而存在者——它赋予这些善以存在和作为善的存在,只要它们通过分有它并归结于它而被称作善——究竟会随之产生什么不可能的结论呢?而且亚里士多德自己在本书开头称赞那些断言善乃万物所追求之物的人是作了优良断言,由此通过说“善本身”和“万物所追求之物”,显明他也承认了最首要且最普遍的善。因为“善本身”这一措辞在柏拉图学派中是被用来指称最首要且普遍者的,而“万物所追求之物”这一说法本身就表明了最普遍且最首要者。因为如果万物都追求它,它必然处于万物之上;而“万物”这一词并不容许任何以任何方式存在之物被构想在其自身之外。因此,如果万物都追求它,它必然处于万物之上,是一切中最首要、最具原因性且最普遍的,而不是作为居于多数事物之上者,亦非作为次于多数事物的第二位者(因为首要之物又怎会去追求次要之物呢?),而是显然〔追求〕那最首要且超越万物者;因此,他对于那些按照其所言说的方式谈论普遍之善的人提出异议,似乎是多余的,因为他自己起初也承认了这一点,如今却更带诡辩性地与它抗辩。

语法注3 条
  1. 1.55ἀλλ’ εἰ μὲν ἦν κατὰ τὴν περὶ τοῦ ἀγαθοῦ τοῦ Πλάτωνος ἔννοιαν τὰς ἀντιθέσεις ποιούμενος, οὐκ ἔδει τι λέγειν πρὸς αὐτόν

    条件从句使用未完成过去时迂回形式 εἰ ἦν ποιούμενος,归结从句使用不带 ἄν 的表示义务的无人称过去动词 οὐκ ἔδει,构成与过去/现在事实相反的假想句。表达“如果他是针对柏拉图的原意提出反驳,我们便无需辩难(但实际上并非如此,因此必须予以回应)”。

  2. 1.55οἷς ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου ἐπαινεῖ τοὺς ἀποφηναμένους

    关系代词 οἷς 吸收了表示根据或手段的与格先行词 τούτοις,意为“根据……这一事实 / 在……方面”,作为后文主句 δῆλός ἐστι ... ὁμολογῶν(“他显然承认了……”)的论证依据。

  3. 1.55δῆλός ἐστι τὸ πρώτιστον καὶ καθολικώτατον ὁμολογῶν ἀγαθὸν

    形容词 δῆλος 与主格分词 ὁμολογῶν 呼应的人称构式,相当于非人称结构 δῆλόν ἐστιν ὅτι ὁμολογεῖ(意为“显而易见,他承认了最首要且普遍的善”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:45.5-45.38