- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:456.18-458.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了观相活动与肉体活动在过度问题上的差异,阐明了肉体快感作为驱逐过度痛苦的医治手段为何会被误认为是善的原因,并说明了快感被认为非善的两大缘由(天生或习惯导致的低劣本性)。
ὑπερβολὴ γὰρ τῆς θεωρητικῆς ἕξεως οὐκ ἔστιν. ἢ καὶ οὕτως· τῶν δὲ ἕξεων καὶ κινήσεων, ὅσων οὐκ ἔστιν ἡ ὑπερβολὴ ψεκτή, οἷον τῆς ἕξεως τῆς θεωρητικῆς, ἡ ὑπερβολὴ οὐκ ἔστι ψεκτή (ὅσον γάρ τις ὑπερβολικῶς νοεῖ, τοσοῦτον ἐπαινεῖται), οὐδὲ ἡ ὑπερβολὴ τῆς ἡδονῆς, τῆς γινομένης ἐκ τοῦ θεωρεῖν, ἤτοι νοεῖν ὑπερβολικῶς ἐστι ψεκτή, ὅσων δὲ ἕξεών ἐστιν ὑπερβολή, οἷον τῆς θρεπτικῆς ἕξεως ἐστιν ὑπερβολή (τοῦ γὰρ πίνειν καὶ ἐσθίειν ὑπερβολή ἐστιν), καὶ τῆς ἡδονῆς τῆς ἐκ τούτων, ἤτοι τοῦ ἐσθίειν καὶ πίνειν, ἐστὶ ὑπερβολή. ἢ καὶ οὕτως· ὅσων δὲ ἕξεων ὑπερβολή ἐστι ψεκτή, καὶ ἡ ἐκ τῆς τούτων ἡδονῆς ὑπερβολὴ ψεκτή ἐστιν. ἔστι δὲ ὑπερβολὴ τῶν σωματικῶν ἡδονῶν, ἤτοι τῶν ἀγαθῶν, [ἤτοι ἀκόλαστος] καὶ ὁ ἀκόλαστος λέγεται φαῦλος ἐν τῷ διώκειν, ἤτοι ζητεῖν, τὰς ὑπερβολὰς τούτων, ἤτοι τῶν σωματικῶν ἀγαθῶν, τὸ ἀμέτρως πίνειν καὶ ἐσθίειν ὑπερβολικῶς δι’ ὅλης τῆς ἡμέρας καὶ ἀφροδισιάζειν ὑπερβολικῶς, ἀλλ’ οὐχὶ λέγεται φαῦλος ἐν τῷ ζητεῖν τὰς ἀναγκαίας ἡδονάς. ἀναγκαῖαι δέ εἰσι τὰ σύμμετρα ποτὰ καὶ σιτία. ὅσον γὰρ πρὸς τὸ πληρῶσαι τὴν γαστέρα, ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, ἀναγκαῖόν ἐστιν ἀγαθὸν τὸ πίνειν καὶ ἐσθίειν, μετὰ δὲ τὸ πληρῶσαι αὐτήν, ἤτοι χορτάσαι, ἡ ὑπερβολὴ καὶ τὸ ἔτι πίνειν καὶ ἐσθίειν κακόν ἐστιν. πάντες γὰρ χαίρουσιν ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις πῶς, ἤτοι ὑπερβολικῶς καὶ ἀμέτρως, οὐχ ὡς δεῖ, κἂν ἡ ἡδονὴ αὐτῶν φαύλη ἐνομίζετο. τὸ γὰρ συμμέτρως ἥδεσθαι καὶ πίνειν καὶ ἀφροδισιάζειν ἀγαθόν ἐστιν. ἡ μὲν οὖν ὑπερβολικὴ ἡδονὴ φαύλη ἐστίν, ἡ δὲ σύμμετρος ἐπαινετή. ἐπὶ δὲ τῆς λύπης τὸ ἐναντίον συμβαίνει. οὐ γὰρ μόνον τὴν ὑπερβολικὴν λύπην φεύγομεν ἀλλὰ καὶ τὸ ὅλως μικρόν τι λυπεῖσθαι φεύγομεν. οὐ γάρ ἐστι τῇ ὑπερβολῇ τῆς ἡδονῆς ἡ ὑπερβολικὴ λύπη ἐναντίον ἀλλὰ καὶ ἡ μικρὰ λύπη, ἥτις ἐπιγίνεται 〈τῷ διώκοντι〉, ἤτοι τῷ ζητοῦντι τὴν ὑπερβολὴν τῆς ἡδονῆς. εἰ γὰρ μικρόν τι ἀποστῇ τῶν ἡδέων ὁ ἀκόλαστος, εὐθὺς λυπεῖται, ὥστε καὶ ἡ μικρὰ λύπη ἐναντία ἐστὶν τῇ ὑπερβολικῇ ἡδονῇ. Ἐπεὶ δὲ οὐ μόνον δεῖ τὸ ἀληθὲς εἰπεῖν, ἤτοι ὅτι αἱ σωματικαὶ ἡδοναὶ οὐκ εἰσὶν ἀγαθαί, ἀλλὰ καὶ τὴν αἰτίαν εἰπεῖν τοῦ ψεύδους, ἤτοι πῶς πλανῶνται καὶ οἴονται ταύτας ἀγαθὰς 〈εἶναι. τοῦτο γάρ, ἤτοι τὸ εἰπεῖν πόθεν ἐπλανήθησαν ταύτας ἀγαθὰς〉 δοξάζειν, συμβάλλεται πρὸς τὸ πιστῶσαι καὶ βεβαιῶσαι, ὅτι οὐκ εἰσὶν αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί. ὅταν γὰρ εὔλογον φανῇ τὸ αἴτιον, δι’ ὃ φαίνονται μὲν ἀληθές, ἤτοι φαίνονται αἱ σωματικαὶ ἡδοναὶ ἀληθές, ἤτοι ἀγαθαί, οὐκ ὂν ἀληθές, ἤτοι καὶ ταῦτα μὴ οὖσαι ἀγαθαί, ποιεῖν μᾶλλον καὶ πιστεύειν,1 ἤτοι βεβαιοῦν τὴν ἀλήθειαν, ἤτοι οὐκ εἰσὶν αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί. ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρεταί, ἤτοι ἀγαθαὶ καὶ ταῦτα μὴ οὖσαι ἀγαθαί. πρώτη αἰτία· ἐπεὶ ἡ ἡδονὴ ἐκκρούει τὴν λύπην καὶ ἀποδιώκει, τούτου χάριν φαίνονται αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί. εἰ γάρ τις λυπεῖται διὰ τὸ πεινᾶν ἢ διὰ τὴν ἀπουσίαν τῶν ἀφροδισίων καὶ φάγῃ καὶ χορτάσῃ ἢ συνουσιάσεται, ἡ ἡδονὴ ἡ ἀπὸ τοῦ χορτάσαι καὶ ἡ ἀπὸ τοῦ συνουσιασμοῦ ἐκκρούει τὴν λύπην τὴν ἐκ τοῦ πεινᾶν καὶ μὴ συνουσιάζεσθαι. καὶ διώκουσιν, ἤτοι ζητοῦσι, τὴν ἡδονὴν ὑπερβολικὴν καὶ ὅλως τὴν σωματικὴν ἡδονὴν ζητοῦσι τὴν ὑπερβάλλουσαν διὰ τὰς ὑπερβολικὰς λύπας, τὰς ἐκ τοῦ πεινᾶν καὶ μὴ συνουσιάζειν, οὖσαν τὴν ὑπερβολικὴν ἡδονὴν τὴν σωματικὴν ἰατρικὴν2 καὶ ἐκκρουστικὴν τῶν ὑπερβολικῶν λυπῶν. αἱ ἰατρεῖαι δέ, ἤτοι αἱ ἀναπληρώσεις τῆς γαστρὸς ἐν ἐνδείᾳ οὔσης τῶν βρωμάτων, σφοδραὶ γίνονται καὶ ὑπερβολικαί, καὶ διὰ τοῦτο τὴν λύπην τὴν ὑπερβολικήν, τὴν ἐκ τοῦ πεινᾶν, ἐκκρούουσιν. διὸ καὶ διώκουσι ταύτας τὰς ὑπερβολικὰς ἀναπληρώσεις τῆς γαστρὸς διὰ τὸ φαίνεσθαι καὶ ἀναγκαῖαι εἶναι περὶ τὸ ἐναντίον,3 ἤτοι κατὰ τὸν καιρὸν τὸν αὐτόν, ἐν ᾧ καὶ τὸ ἐναντίον, ἤτοι ἡ ὑπερβολικὴ λύπη, ἡ ἐκ τοῦ πεινᾶν ἐστιν. αὕτη γὰρ ἡ ὑπερβολικὴ ἡδονή, ἡ ἐκ τῆς ὑπερβολικῆς ἀναπληρώσεως τῆς γαστρός, ἐκκρούει τὴν ὑπερβολικὴν λύπην, τὴν ἐκ τοῦ πεινᾶν. εἰ γὰρ ὑπερβολικῶς πεινᾷ τις, φάγῃ δὲ ὀλίγον τι, οὐκ ἂν τὴν ἐκ τῆς πείνης τῆς ὑπερβολικῆς λύπην ἐκδιώκει. δοκεῖ δὲ ἡ ἡδονὴ μὴ εἶναι σπουδαῖον, ἤτοι ἀγαθὸν διὰ δύο ταῦτα, ὡς εἴρηται, διότι αἱ μὲν τῶν ἡδονῶν εἰσι πράξεις καὶ ἐνέργειαι φαύλης φύσεως, ἢ ἐκ γενετῆς οὔσης φαύλης, ὥσπερ ἡ φύσις τῶν θηρίων καὶ τῶν θηριωδῶν ἀνθρώπων φαύλη ἐκ γενετῆς ἐστιν, ἢ οὐκ ἔστιν μὲν ἐκ γενετῆς φαύλη ἡ φύσις ἀλλὰ δι’ ἐθισμοῦ τοῦ πρὸς τὰ κακά, οἷαί εἰσι αἱ φύσεις τῶν φαύλων ἀνθρώπων καὶ ἀπαιδεύτων καὶ ἐθισθέντων πράττειν παιδόθεν τὰ αἴσχιστα.
因为观相的品质不存在过度。或者也可以这样说:凡其过度不值得非难的品质和运动——例如观相品质的过度不值得非难(因为一个人思考得越是极致,他就越受到赞扬)——从观相、即从过度思考中所产生的快感的过度也不值得非难;但凡存在过度的品质——例如营养品质存在过度(因为饮和食存在过度)——从这些事物中、即从饮食中所产生的快感也存在过度。或者也可以这样说:凡其品质的过度值得非难,从这些品质的快感中所产生的过度也值得非难。肉体快感、即[肉体]善物是存在过度的,放荡者之所以被称为低劣,是在于追求、即寻求这些事物、即肉体善物的过度,整天无度且过度地饮食,以及过度地沉溺于性爱,但他寻求必需的快感并不被称为低劣。而必需的[快感]是适度的饮与食。因为就填满那匮乏食物的胃腹而言,饮食作为善物是必需的;但在填满、即吃饱之后,过度以及继续饮食则是恶的。因为所有人都以某种方式享受肴馔、美酒和性爱,即过度且无度地、并非如其所当地享受,即便它们的快感被认为是低劣的也是如此。因为适度地享受、饮用和沉溺性爱是善的。因此,过度的快感是低劣的,而适度的[快感]是值得赞扬的。但在痛苦方面,情况正好相反。因为我们不仅躲避过度的痛苦,甚至完全躲避哪怕是微小的痛苦。因为与快感的过度相对立的不仅是过度的痛苦,还有那产生于追求、即寻求快感过度的人身上的微小痛苦。因为放荡者只要稍微离开快乐的事物,立刻就会感到痛苦,所以微小的痛苦也与过度的快感相对立。然而,不仅应当道出真相,即肉体快感不是善的,而且还应当道出虚妄的原因,即人们如何受蒙蔽而认为这些快感是善的。因为这一点——即道出他们从何处受蒙蔽而认为这些是善的——有助于使人确信并坚信肉体快感不是善的。因为每当肉体快感之所以显得真实、即显得是善但实际上并非真实、即它们并非是善的原因显得合情合理时,这就会更加让人确信并坚信真理,即肉体快感不是善的。所以必须说明肉体快感尽管并非是善的,为何却显得是值得欲求的、即是善的。第一个原因:既然快感能驱逐并赶走痛苦,正因如此,肉体快感便显得是善的。因为如果某人因饥饿或因缺乏性爱而感到痛苦,并且吃了、饱足了或交媾了,那么饱足带来的快感和交媾带来的快感就会驱逐因饥饿和未交媾而产生的痛苦。并且他们追求、即寻求过度的快感,而且总体上由于从饥饿和未交媾中产生的过度痛苦而寻求那过度的肉体快感,因为过度的肉体快感是对过度痛苦具有医治性并能予以驱逐的。而医治,即填补匮乏食物的胃腹,是剧烈而过度的,因此驱逐了因饥饿而产生的过度痛苦。所以他们也追求胃腹的这些过度填补,因为它们就对立面而言显得是且确实是必需的,即在对立面、也就是因饥饿而产生的过度痛苦存在的同一时期内是必需的。因为这从胃腹的过度填补中产生的过度快感,驱逐了从饥饿中产生的过度痛苦。因为如果某人极度饥饿,却只吃了一点点,他便不能赶走因过度饥饿而产生的痛苦。如前所述,由于以下两点,快感显得并非优良之物、即并非善物:其一,由于快感中的某些是低劣本性的行为和活动,这种本性要么是天生低劣的,如同野兽和兽性之人的本性从出生起就是低劣的;要么本性并非天生低劣,而是由于朝向恶事的习惯所致,就像那些低劣、缺乏教养且自幼习惯于行最丑恶之事的人的本性那样。
- 7.0ὅταν γὰρ εὔλογον φανῇ τὸ αἴτιον... ποιεῖν μᾶλλον καὶ πιστεύειν
在紧接ὅταν从句的主句中,不定式ποιεῖν与πιστεύειν(带解释性短语βεβαιοῦν)承接上文συμβάλλεται πρὸς τὸ...的语境,或作为破格的不定式充当以τὸ αἴτιον为主语的主述谓,表示导致人们更去坚信并确证真理的结果。
- 7.0οὖσαν τὴν ὑπερβολικὴν ἡδονὴν τὴν σωματικὴν ἰατρικὴν
分词οὖσαν为阴性单数宾格,与宾格名词短语τὴν ὑπερβολικὴν ἡδονὴν τὴν σωματικήν一致,在紧接διὰ τὰς ὑπερβολικὰς λύπας的语境中充当同格/原因性补充说明,表明过度的肉体快感由于其作为过度痛苦的医治手段而受到追求。
- 7.0διὰ τὸ φαίνεσθαι καὶ ἀναγκαῖαι εἶναι περὶ τὸ ἐναντίον
在定冠词加不定式结构διὰ τὸ φαίνεσθαι καὶ ἀναγκαῖαι εἶναι中,谓语形容词ἀναγκαῖαι为主格阴性复数,与不定式的隐含主语(αἱ ἀναπληρώσεις)相一致。紧随διὰ τὸ之后仍保留主格而非宾格,是因为尽管其在主句中作宾语(ταύτας τὰς ὑπερβολικὰς ἀναπληρώσεις),却沿用了前句主语(αἱ ἀναπληρώσεις)而形成的破格结构。
