- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:454.35-456.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《尼各马可伦理学》第七卷,注释了万物所追求的快感即是善、本性的多样性导致快感各异,并探讨了关于肉体快感与痛苦的难题及其两套解答。
οὐ γὰρ πάντα ἐφίεται, ἀγαθόν,1 τῆς δὲ ἡδονῆς ἐπεὶ πάντα ἐφίεται καὶ οἱ παῖδες καὶ τὰ θηρία, λοιπὸν ἀγαθόν ἐστιν ἡ ἡδονή. φησὶ γάρ ‘οὐ πάμπαν ἀπόλλυται φήμη, ἣν πολλοὶ λαοί’. καὶ ταύτην οὖν τὴν ἡδονήν, οἱονεὶ πάντες φημίζουσιν ἀγαθὸν εἶναι ἐκ τοῦ ζητεῖσθαι ὑπὸ πάντων, ἤτοι θηρίων καὶ παίδων. ἀλλ’ ἐπεὶ οὐχ ἡ αὐτή ἐστιν, ἤτοι ἀλλ’ ἐπεὶ οὐκ ἔστι μία φύσις καὶ ἕξις ἡ ἀρίστη, ἀλλ’ εἰσὶ πολλαὶ φύσεις καὶ ἕξεις (ἔστι γὰρ φύσις καὶ ἕξις θηριώδης καὶ ἔστι φύσις καὶ ἕξις νοσώδης), διὰ τοῦτο οὐδεμία ἡδονή ἐστιν ἐν πᾶσιν οὐδὲ τὴν αὐτὴν διώκουσιν ἡδονὴν πάντες. ἄλλο γὰρ ἄλλῳ ἡδὺ δοκεῖ, τῷ μὲν φύσιν ἕξιν ἔχοντι θηριώδη ἡδὺ δοκεῖ τὸ αἵματα πίνειν, τῷ δὲ νοσερὰν φύσιν ἔχοντι ἕτερον ἡδὺ δοκεῖ. τέως δὲ πάντες ἡδονὴν ζητοῦσιν, εἴτε κυρίως ἡδονὴν εἴτε τὴν φαινομένην. ἴσως δὲ καὶ ζητοῦσιν οὐχὶ τὴν ἀρίστην ἡδονήν, ἣν καὶ οἴονται ἀγαθὴν εἶναι καὶ φαῖεν, ἀλλὰ τὴν αὐτὴν ἧττον σωματικήν, ἤτοι τὰ ὑπέρμετρα σιτία καὶ ποτά. τινὲς γάρ εἰσιν οἳ γινώσκουσιν ἀρίστην μὲν ἡδονὴν εἶναι τὴν ἐκ τῆς ἀρετῆς ἐνέργειαν, ἤτοι τὴν ἐκ τῆς σωφροσύνης καὶ δικαιοσύνης, μὴ δυνάμενοι δὲ πρὸς ταῦτα ἀνάγεσθαι καὶ τῇ θείᾳ ἡδονῇ χαίρειν καὶ ἄκοντες τῇ σωματικῇ ἡδονῇ χαίρουσιν. εἶτα δείκνυσι καὶ πῶς τινες ἔχουσι θείαν ἡδονήν, καί φησιν, ὅτι πάντες καὶ τὰ ἄλογα ζῷα φυσικῶς ἔχουσί τι θεῖον ἐν ἑαυτοῖς ἐπαρμένον ἢ θείαν τινὰ ἔλλαμψιν, καὶ γινώσκουσι μὲν ἡδὺ ἄριστον εἶναι τὴν ἐκ τῆς ἀρετῆς ἐνέργειαν, μὴ δυνάμενοι δὲ ταύτῃ τῇ θείᾳ ἡδονῇ ἥδεσθαι, τῇ σωματικῇ ἡδονῇ ἐμμένουσί τε καὶ χαίρουσι. καὶ κυρίως μὲν ἡδοναί εἰσιν αἱ ἐκ τῶν ἀρετῶν ἐνέργειαι, αἱ δὲ σωματικαὶ ἡδοναὶ οὐδὲ κυρίως ἡδοναί εἰσιν ἀλλὰ φαινόμεναι. εἰλήφασι δὲ αὗται αἱ σωματικαὶ ἡδοναὶ τὴν κληρονομίαν τοῦ ὀνόματος, ἤτοι τὸ λέγεσθαι μόναι αὗται ἡδοναὶ καὶ κυρίως ἡδονὰς οἴεσθαι ταύτας εἶναι, διότι οἱ πλείονες πρὸς τὰς σωματικὰς μᾶλλον ῥέπουσι καὶ ὅτι τούτων πάντες μετέχειν βούλονται διὰ τὸ μὴ δύνασθαι ταῖς θείαις ἡδοναῖς ἥδεσθαι, καὶ ὅτι οἱ πολλοὶ ταύτας μόνον οἴονται εἶναι ἡδονὰς τὰς σωματικάς, εἰ καὶ ἄλλη δὲ ἔστιν ἡδονὴ θειοτέρα, οὐδ’ ὅλως ἐπίστανται. φανερὸν δὲ τοῦτό ἐστιν πρὸς τοὺς λέγοντας τὴν ἡδονὴν μήτε ἀγαθὸν εἶναι μήτε λυπηρόν. καί φησιν, ὅτι εἰ μὴ ἡδονὴ καὶ ἐνέργεια αὐτῆς ἀγαθόν ἐστιν, οὐκ ἔσται λοιπὸν τὸν εὐδαίμονα ἡδέως ζῆν.2 εἰ γὰρ μὴ ἀγαθὸν ἡδονή ἐστιν, οὐδ’ ὅλως αὐτὴν ἐπιζητήσει ὁ εὐδαίμων. τίνος γὰρ χάριν ἐπικτήσασθαι σπουδάσει; ἡ γὰρ εὐδαιμονία ἐκ μόνων τῶν ἀγαθῶν πάντων συνίσταται καὶ οὐκ ἔχει παραμιξίαν τινὰ μὴ ἀγαθοῦ, εἴπερ μὴ ἡδονή, ἤτοι ἐπεὶ οὖν ἡ ἡδονὴ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν, λοιπὸν ἡ λύπη οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν· ὡς γὰρ ἔχει τὸ ἕτερον τῶν ἐναντίων, καὶ τὸ ἕτερον οὕτως ἕξει. εἰ οὖν οὔτε κακὸν οὔτε ἀγαθὸν ἡ λύπη, λοιπὸν ἐνδέχεται τὸν εὐδαίμονα λυπηρῶς ζῆν. τοῦτο δὲ ἄτοπον, μεθ’ ἡδονῆς γὰρ ἡ εὐδαιμονία, ὥστε εἰ μήτε κακὸν ἡ λύπη μήτε ἀγαθόν ἐστιν, διὰ τί ὁ εὐδαίμων φεύγει ταύτην; καὶ ἐὰν οὐκ ὦσιν αἱ ἐνέργειαι αὐτοῦ τοῦ σπουδαίου, ἤτοι τοῦ εὐδαίμονος, ἡδεῖαι, οὐδὲ ὁ βίος αὐτοῦ λοιπὸν ἡδίων ἔσται. Πάλιν ἐπαπορεῖ τε καὶ ἐπάγει ἀπορίαν οὐχ ἑαυτοῦ ἀλλ’ ἑτέρων τινῶν. ἔλεγον γάρ τινες, ὅτι ἐὰν εἰσί τινες ἡδοναί, οἷον αἱ ἐκ τῶν ἐνεργειῶν τῶν ἀρετῶν αἱρεταὶ καὶ ἀγαθαὶ ἀλλ’ οὐχὶ αἱ σωματικαί, ἤτοι τὰ ἄμετρα σιτία καὶ ποτά, ἡδοναί εἰσιν ἀγαθαὶ οὐδὲ αἱ τῶν ἀφροδισίων, περὶ ἃς ὁ ἀκόλαστος καταγίνεται, διὰ τί αἱ λύπαι αἱ ταύταις ἐναντίαι εἰσὶ μοχθηραὶ καὶ κακαὶ καὶ οὐχὶ ἀγαθαί; τὸ γὰρ ἀγαθόν ἐστιν ἐναντίον τῷ κακῷ. ἐὰν αἱ σωματικαὶ ἡδοναὶ ὦσι κακαί, λείπεται ἄρα τὸ ἐναντίον, ἤτοι τὰς λύπας ἀγαθὸν εἶναι. λύσις· ὅτι αἱ σωματικαὶ ἡδοναὶ οὐκ εἰσὶ κακαὶ ἀλλ’ οὐδὲ κυρίως ἀγαθαί, ἀλλ’ οὕτως εἰσὶν ἀγαθαί, ὡς μὴ κακαὶ καὶ ὡς ἀναγκαῖαι, καὶ ὅτι ἐν χρείᾳ τούτων ἐσμέν. τὸ γὰρ ἐσθίειν καὶ πίνειν ἀναγκαῖόν ἐστιν ἡμῖν ὡς χρειῶδες καὶ τὸ ἀφροδισιάζειν· τὸ γὰρ μὴ κακὸν ἀγαθόν ἐστιν. ἑτέρα λύσις, ἥτις καὶ κρείττων· ἢ εἰσὶν αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαὶ μέχρι τινός. τὸ γὰρ ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν ἀγαθὸν μέχρι τοῦ συμμέτρως ταῦτα ποιεῖν, τὸ δὲ ὑπερβολικῶς καὶ ἀμέτρως φαῦλον. τῶν μὲν ἕξεων καὶ κινήσεων, ὅσων οὐκ ἔστιν ὑπερβολή,3 οἷον τῆς ἕξεως τῆς θεωρητικῆς ὑπερβολὴ οὐκ ἔστιν (ὅσον γάρ τις ὑπερβολικῶς νοεῖ, τοσοῦτον ἐπαινεῖται), οὐδὲ τῆς ἡδονῆς τῆς ἐκ τοῦ θεωρεῖν καὶ νοεῖν γινομένης ὑπερβολή ἐστιν.
凡万物所追求的即是善,而既然万物,即孩童和野兽都追求快感,那么快感最终便是善。因为他说,“众人所传扬的话语决不会全然消亡”。因此,正因为快感被万物,即野兽和孩童所寻求,可以说所有人也都传言它是善的。然而,既然[本性]并非同一,即并非只有唯一的最佳本性和品质,而是存在着多种本性和品质(因为存在野兽般的本性和品质,也存在病态的本性和品质),因此在一切之中并不存在单一的快感,所有人追求的也不是同一种快感。因为对不同的人而言显得快乐的事物各不相同:对拥有野兽般本性和品质的人而言,饮血显得是快乐的;而对拥有病态本性的人而言,显得快乐的则是另一回事。无论如何,所有人都在寻求快感,不论是本真意义上的快感还是表象上的快感。而且或许他们所寻求的并不是那最善的快感——他们本也认为且会宣称那是善的——而是同一类更低劣的肉体快感,即过度的饮食。因为有这样一些人,他们虽然知道最善的快感是出于德性的活动,即出于节制和正义的活动,但由于无法被提升至这些事物并享受神圣的快感,他们即便不由自主也享受着肉体的快感。接着他又表明某些人如何拥有神圣的快感,并说所有人,乃至无理性的动物,都在自身内自然地拥有某种崇高的神圣之物或某种神圣的照耀;他们虽然知道最善的快乐之物是出于德性的活动,但由于无法享受这种神圣的快感,便停留于肉体快感之中并以此为乐。本真意义上的快感是出于诸德性的活动,而肉体快感甚至不是本真意义上的快感,而只是表象上的。这些肉体快感之所以获得了名称的继承权,即唯独它们被称为快感且被认为是本真的快感,是因为大多数人更容易倾向于肉体快感,并且由于无法享受神圣的快感,所有人都希望分有肉体快感,还因为大众认为唯有这些肉体快感才是快感,假若存在另一种更为神圣的快感,他们也根本一无所知。而针对那些主张快感既非善亦非痛苦的人,这一点是显而易见的。并且他说,如果快感及其活动不是善,那么最终幸福者也就不可能快乐地生活。因为如果快感不是善,幸福者就根本不会寻求它。因为他为了什么而热衷于获取它呢?须知幸福唯独由一切善的事物构成,不掺杂任何非善之物;若快感不是[善],即既然快感既非善亦非恶,那么最终痛苦也就既非恶亦非善;因为对立的一方如何,另一方也必将如何。因此,如果痛苦既非恶亦非善,那么最终幸福者痛苦地生活也就是可能的了。但这荒谬绝伦,因为幸福伴随着快感;所以如果痛苦既非恶亦非善,幸福者为何要躲避它呢?并且如果这位优秀的、即幸福的人本身的活动不是快乐的,那么最终他的生活也不会是更为快乐的。 他又提出了难题,引入的并非他自己的难题,而是某些其他人的难题。因为某些人曾说,如果某些快感,例如出于德性活动的快感,是值得欲求且是善的,但肉体快感,即过度的饮食,不是善的快感,放荡者所沉溺的性爱快感也不是善的,那么为何与这些相对立的痛苦是低劣且恶的、而不是善的呢?因为善与恶是相对立的。如果肉体快感是恶的,那么剩下的便必然是对立面,即痛苦是善的。解答:肉体快感不是恶的,但也并非本真意义上的善,而只是在这个意义上是善的,即作为非恶且作为必需之物,并且因为我们需要它们。因为饮食对我们而言作为所需之物是必需的,性爱也是如此;因为非恶之物即是善。另一个更为优越的解答:或者说,肉体快感在一定限度内是善的。因为饮食和性爱在适度行事的限度内是善的,但过度且无节制则是恶劣的。对于那些不存在过度的品质和运动而言——例如观照的品质不存在过度(因为一个人思考得越是极致,他就越受到赞扬)——从观照和思惟中产生的快感也不存在过度。
- 7.0οὐ γὰρ πάντα ἐφίεται, ἀγαθόν
虽然写本或底本印作 οὐ,但根据 ἐφίεται 支配属格的句法要求以及亚里士多德原文(1153b25)的思想,此处当理解为关系代词属格 οὗ(“凡万物所追求的[事物]”)。后面的 ἀγαθόν 则作为表语,补足省略的系动词 ἐστί。
- 7.0οὐκ ἔσται λοιπὸν τὸν εὐδαίμονα ἡδέως ζῆν
οὐκ ἔσται 在此处作无人称用法(相当于 οὐκ ἐξέσται,“不可能”),后接宾格加不定式结构 τὸν εὐδαίμονα ἡδέως ζῆν,意为“幸福者快乐地生活将是不可能的”。
- 7.0τῶν μὲν ἕξεων καὶ κινήσεων, ὅσων οὐκ ἔστιν ὑπερβολή
句首的属格 τῶν μὲν ἕξεων καὶ κινήσεων 与关系从句 ὅσων οὐκ ἔστιν ὑπερβολή 相连,作为表示论题的属格(“至于那些……的品质和运动”),与后文的主句 οὐδὲ τῆς ἡδονῆς... ὑπερβολή ἐστιν 相应,构成整体结构。
